Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

μετὰ τούτων θέοντες τῶν βοῶν κατέλαβον τὰ βασίλεια, τῶν τοῦ τυράννου σοφισμάτων κατηγοροῦντες καὶ πυρὶ παραδοθῆναι παρακαλοῦντες, ἵνα πυρὶ μιανθέντες διὰ πυρὸς ἑτέρου τὴν κάθαρσιν δέξωνται. ταῦτα καὶ ὅσα τούτοις προσόμοια παρ’ ἐκείνων λεγόμενα ἐξέμηνε τὸν τοῦ ἀλιτηρίου θυμόν.

καὶ Πρῶτον μὲν αὐτῶν τὰς κεφαλὰς ἄποτ’ ἀποτμηθῆναι προσέταξεν. ἀπαγομένων δὲ αὐτῶν ἔξω τοῦ ἄστεως, ἠκολούθει τὸ τῷ πόλεως πλῆθος, ἀγάμενον αὐτοὺς τῆς εὐψυχίας καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας παρρησίαν θαυμάζον.

ἐπειδὴ δὲ τὸ χωρίον ἐκεῖνο κατέλαβον ἔνθα τοὺς κακούργους κολάζειν εἰώθασιν, ἐλιπάρησε τὸν δήμιον ὁ τῶν ἄλλων πρεσβύτερος, τοῦ πάντων αὐτῶν νεωτάτου πρῶτον τὴν κεφαλὴν ἐκτεμεῖν, ἵνα μὴ τῶν ἄλλων θεασάμενος τὴν σφαγὴν τὴν δειλίαν εἰσδέξηται.

ἐπειδὴ δὲ ὁ μὲν ἐπέθηκε τῶ δαπέδῳ τὰ γόνατα, ὁ δὲ τὸ ξίφος ἐγύμνωσεν, ἧκέ τις μηνύων τὴν ἄφεσιν καὶ βοῇ κωλύων πόρρωθεν τὴν ἀναίρεσιν. τότε ὁ νεώτατος τὴν τῆς σφαγῆς δυσχεράνας ἀπαλλαγήν· »οὐκ ἦν ἄρα. ἄρα«, ἔφη, »῾Ρωμανὸς ἄξιος μάρτυς κληθῆναι Χριστοῦ«. τοῦτο γὰρ ἦν αὐτῶ ὄνομα.

ἀλλὰ τὴν μὲν σφαγὴν ὁ κακομήχανος ἐκεῖνος ἐκώλυσε, φθόνῳ βαλλόμενος καὶ τῆς εὐκλείας βασκαίνων τοῖς ἀθληταῖς, οὐκ εἴασε δὲ ὅμως [*](21 vgl. Amm. Marcell. 22, 11,2? — 22—S. 197, 2 vgl. Sozomen. V 17, 12) [*](* 9—S. 197, 2 Cass. VI) [*](B V2 HN(n) + GSP[P τὴν μὲν an] (s) = r AL (y) F) [*](1 nach ἀντίπαλά + φησι y ι 3 ὠλοφύροντο BV2 A, α über ρον geschrieben Ac ι ἀποτίλλαντεσ nLF ἀποτελιλλαντεσ B ι 4 τε > y ι 5 ἀνεβόων L τεχνάσμασι, τεχνᾶς auf Rasur Ac ι 6 ἀνακαλεύειν L ἀναπαλαίειν, παλαί auf Rasur Ac ι 7 τοῦ > A ι 8 κατηγοροῦντες BV2L καταβοῶντες A (aber αβοῶν /// auf Rasur Ac) rF ι καὶ πυρὶ — παρακαλοῦντες > y, am Rand Ac I 12 ἄστεως BV2G ἄστεοσ nSyF ι 13 εὐψυχίας] εὐσεβείας s ι 14 θαυμάζον y ἐθαύμαζον BV2 θαυμάζοντεσ rF ι ἐκεῖνο > L Cass. ι 15 εἰώθασιν BV2y solent Cass. εἰώθεσαν rFAc ι 16 ὁ > y, übergeschrieben Ac ι αὐτώ . A ι 17 πρώτου F ι 20 νεώτερος L ι vor τῆν2 + ὁ ausradiert A ι 21 ἥν] ἀν’ B ι 22 ἄξιος > s ι κληθῆναι μάρτυς ~ r ι τοῦ χυ s ι τὸ ὄνομα s 23 κακότεχνοσ y)

197
αὐτοὺς τὰς πόλεις οἰκεῖν, ἀλλ’ εἰς τὰς ἐσχατιὰς τῆς Ῥωμαίων ἡγεμονίας ἐξέπεμψε.

Καὶ Ἀρτέμιον δέ (στρατηγὸς δὲ οὗτος τῶν ἐν Αἰγύπτῳ στρατιωτῶν ἐγεγόνει), ἐπειδὴ πλεῖστα τῶν εἰδώλων συνέτριψε τὴν ἀρχὴν ἐκείνην ἐν τοῖς Κωνσταντίου χρόνοις λαχών οὐ μόνον τῶν ὄντων ἐγύμνωσεν ἀλλὰ καὶ τῆς κεφαλῆς τὸ λοιπὸν ἐστέρησε σῶμα.

ταῦτα καὶ τὰ τοιαῦτα δέδρακεν ὁ πραότατος καὶ ὀργῆς ἐγκρατέστατος παρὰ τῶν δυσσεβούντων ὀνομαζόμενος. ἐγὼ δὲ καὶ γυναικὸς ἀρίστης ἀξιέπαινον διήγημα προσθήσω τῇ συγγραφῇ· κατεφρόνησαν γὰρ τῆς τούτου λύττης καὶ γυναῖκες τῷ θείῳ ζήλῳ καθωπλισμέναι.

Πουπλία τις ἦν κατ’ ἐκεῖνον τὸν χρόνον ὀνομαστοτάτη καὶ πολυθρύλητος ἐκ τῶν τῆς ἀρετῆς κατορθωμάτων γεγενημένη. αὕτη καὶ τοῦ γάμου τὸν ζυγὸν πρὸς ὀλίγον δεξαμένη καιρόν, καρπὸν ἀξιάγαστον τῷ θεῶ προσενήνοχεν. Ἰωάννης γάρ, ὁ τῶν ἐν Ἀντιοχείᾳ πρεσβυτέρων ἐπὶ πλεῖστον ἡγησάμενος χρόνον καὶ πολλάκις μὲν τῆς πρεσβυτέρων προεδρίας τὰς ψήφους δεξάμενος, ἀεὶ δὲ τήνδε τὴν ἡγεμονίαν φυγών, ἐξ ἐκείνης τῆς θαυμασίας ἀρούρας ἐβλάστησεν.

αὕτη χορὸν ἔχουσα παρθένων τὴν διὰ βίου παρθενίαν ἐπηγγελμένων ἀεὶ μὲν ὕμνει τὸν πεποιηκότα καὶ σεσωκότα θεόν, τοῦ δὲ βασιλέως παριόντος γεγωνότερον κοινῇ ἔψαλλον, εὐκαταφρόνητον ἡγούμεναι καὶ καταγέλαστον τὸν ἀλάστορα.