Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ὁ δὲ Φίλιξ ἐξαπίνης θεήλατον καὶ αὐτὸς δεξάμενος μάστιγα αἷμα πανημέριόν τε καὶ παννύχιον ἐκ τοῦ στόματος ἔφερε, τῶν ἀγγείων τοῦ σώματος πάντοθεν εἰς τοῦτο συρρεόντων τὸ μόριον οὕτω δὲ παντὸς δαπανηθέντος τοῦ αἵματος,

ἀπέσβη καὶ οὗτος καὶ τῶ αἰωνίῳ παρεπέμφθη θανάτῳ. οὗτοι μὲν οὑν τῆς δυσσεβείας ταύτας ἔτισαν τὰς δίκας.

Νέος δέ τις ἱερέως υἱὸς ἐν δυσσεβείᾳ τραφεὶς χἀτ’ ἐκεῖνον τὸν καιρὸν εἰς τὸν τῶν εὐσεβῶν μετέστη χορόν. γυνὴ γάρ τις ἐπίσημος ἐν εὐλαβείᾳ καὶ τοῦ τῆς διακονίας ἠξιωμένη χαρίσματος συνήθης ἢν τῆς τούτου μητρός. αὕτη τοῦτον μετὰ τῆς μητρὸς ἀφικνούμενον (ἔτι γὰρ μειρακύλλιον ἢν) ἠσπάζετό τε καὶ προὔτρεπεν εἰς εὐσέβειαν.

καὶ τῆς μητρὸς δὲ τελευτησάσης, ἀφικνεῖτο πρὸς ταύτην ὁ νέος καὶ τῆς συνήθους διδασκαλίας ἀπήλαυε · παγίως δὲ τὰς συμβουλὰς εἰσδεξάμενος ἤρετο τὴν διδάσκαλον τις ἂν γένοιτο πόρος δι’ οὗ δυνατὸν καὶ τὴν τοῦ πατρὸς δεισιδαιμονίαν φυγεῖν καὶ τῆς παρ’ αὐτῶν κηρυττομένης ἀληθείας μεταλαχεῖν.

ἡ δὲ ἔλεγεν χρῆναι τὸν πατέρα φυγεῖν καὶ προτιμῆσαι τὸν αὐτοῦ τε κἀκείνου δημιουργόν, κα πόλιν ἑτέραν καταλαβεῖν ἐν ᾖ λαθεῖν δυνατὸν καὶ διαδρᾶναι τοῦ δυσσεβοῦς βασιλέως τὰς χεῖρας· ὑπισχνεῖτο δὲ τούτου προνοήσειν αὐτή.

»ἀτάρ«, [*](* 7—S. 192, 12 Cass. VI 33 — 9—S. 192, 14 Synax. 181. 18) [*](B V2 HN (n) + GSP (s) = r AL (y) F) [*](1 ἱκέτευε H rogabat Cass. ι ταύτην P ι 2 ἐστερημένος B ι ἐκεῖνον ἔπεισε = Cass.] ἐκεῖνος ἐπίσθη B ι αὐτὸς = ipse Cass.] οὕτως B ι 3 φίλιξ r φίληξ V2LF φήλιξ B φήληξA. ι καὶ αὐτὸς θεήλατον ~ V2HL ι δεξάμενος] ἐδέξατο Ρ ι μάστιγα δεξόμενος ~ L ι 5 σώματος] στόματος B ι 6 δὲ] δὴ V- I ἀπεσβέσθη B ι καὶ1 > P ι οὗτος] αὐτὸς r ipse Cass. ι 7 παρεπέμφθη] παρεδόθη GS ι θανάτῳ = Cass.] πυρί n ι 8 ταύτης V2 ι τὰς BP > V2nGSyF ι 9 am Rand ιδ HSS 1 ἱερέως υἱὸς = Synax. Cass.] ἱερέως υσ εἰδωλικοῦ A ι 10 εὐσεβῶν = Synax. > εὐσεβοίντων A ι 11 ἐν = Synax. > BP i vor καὶ + δι’ ἣν S, dann ἠξιώθη GS ι ἠξιωμένη, μένη auf Rasur Ae I 12 αὕτη — μητρὸς > V2GS, τοῦτον οὑν am Rand V2 ι IS μειρακίριλλιον, κίρι auf Rasur Ac ι 14 τελευσάσησ Α ι 15 ἀπέλαυε, ἑ auf Rasur V2 16 πόρος] πρόσ’ B τρόπος P ι 17 παρ’ αὐτῶν] παραυτὴ B, vgl. παρὰ σοῦ Synax., παρ’ αὐτῆς Ausgaben ι 18 μεταλαχεῖν ι Synax.] μετασχεῖν B Synax. Cod. Mv ἔλεγεν BV2rF dixit Cass. λέγει y ι 20 ἡ λαθεῖν am Rand Ac 1 δυνατὸν λαθεῖν ~ B ι 21 προνοήσειν — ἀτάρ] προνοῆσιν αὕτη ἁ (ἁ gestrichen) γὸρ B)

191
ἴφη ὁ νέος, »νέος, λοιπὸν καὶ τὴν ἐμαυτοῦ σοι παραδώσω ψυχήν«. ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, Ἰουλιανὸς μὲν εἰς τὴν Δάφνην δημοθοινίαν ἐπιτελέσων ἀνῆλθε· συνανῆλθε δὲ καὶ ὁ τούτου πατήρ, ἱερεύς τε ὢν καὶ εἰωθὼς συνέπεσθαι τῷ βασιλεῖ. τῷ δὲ πατρὶ συνῆν καὶ οὗτος καὶ ὁ τούτου γε ἀδελφός νεωκόρω γὰρ ἤστην, τὰ βασιλέως ἐδέσματα περιρραίνοντες.

ἑπτὰ δὲ ἡμέρας ἐν τῇ Δάφνῃ πανηγυρἰζειν εἰώθεσαν.

Τῇ’ οὖν ἡμέρᾳ τῇ πρώτῃ παραοτὰς οὕτος τῇ βασλέως στιβάδι καὶ τὰ ὄψα κατὰ τὸ ἔθος διαρράνας καὶ τοῦ μύσους ἐμπλήσας, δρόμῳ χρησάμενος τὴν Ἀντιόχου πόλιν κατέλαβε καὶ πρὸς τὴν θαυμασίαν ἐκείνην ἀφικόμενος ἄνθρωπον· ψῶ μὲν ἥκω σοὶ, ἔφη, »μὴ ψευσάμενος τὴν ὑπόσχεσιν· σὺ δὲ σωτηρίας ἑκατέρας ἐπιμελήθητι καὶ τὴν ἐπαγγελίαν ἐκπλήρωσον«.

παραυτίκα δὴ οὑν ἐκείνη διαναστᾶσα πρὸς τὸν τοῦ θεοῦ ἄνθρωπον Μελέτιον τὸν νέον ἀπήγαγεν· ὁ δὲ τέως αὐτὸν ἄνω διάγειν ἐν τῷ καταγωγίῳ προσέταξεν.

ὁ δὲ πατὴρ τὸν παῖδα ἐπιζητῶν τήν τε Δάφνηι) περιενόστει καὶ εἰς τὸ ἄστυ ἀφικόμενος περιῄει τὰς ἀγυιὰς καὶ τοὺς στενωπούς, πάντοσε περιάγων τὼ ὀφθαλμὼ καὶ τοῦτον ἀνιχνεῦσαι ποθῶν.

ἐπειδὴ δὲ κατ’ ἐκεῖνο τὸ χωρίον ἐγένετο ἔνθα τὸ καταγώγιον ὁ θεῖος εἶχε Μελέτιος, ἀναβλέψας εἶδεν ἐκεῖνον ἀπὸ τοῦ δρυφάκτου διακύπτοντα καὶ δραμὼν εἵλκυσέ τε καὶ κατήγαγε, καὶ εἰς τὴν οἰκίαν ἀπαγαγὼν πρῶτον μὲν αὐτῶ μάστιγας παμπόλλας ἐπήγαγεν, εἶτα ὀβελοὺς πυρακτώσας καὶ ταῖς χερσὶ καὶ τοῖς ποσὶ καὶ τοῖς νώτοις ἐπέθηκεν, ἔπειτα καθείρξας ἐν τῷ θαλάμῳ καὶ κλεῖθρα ἔξωθεν ἐπιθεὶς εἰς τὴν Δάφνην ἀνῆλθε.