Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἐκ τῶδε τῶν λόγων καὶ τῶν ἐπικειμένων παθῶν συνεὶς τῆς νόσου τὴν αἰτίαν [*](1—S. 190, 8 vgl. Philostorg. VII 10. Sozomen. V 8, 2 f. Joh. Chrys. De Babyla c. Julian. 17. De laud. S. Pauli Homil. IV S. 492 Ε. Bickell, Gedichte des äm, Zeitschr. f. kath. Theol. II 351 (1878). Amm. Marcell. 23, 1, 4—5) [*](* 14—17 vgl. Theophyl. Bulg. Martyr. XV mart. 13 PG 126, 169 C?) [*](B V2 HN (n) + GSP (s) = r AL (y) F) [*](1 ιγ am Rand HSS ι γε > Bn ι ἐπάρχω V2 ι συνῆλθεν A ι 2 φίλιξ V-rF φίλης L φήληξ BPc φήληξ A ι 4 κόμιτα BV2 ι πριβάτον n περιουατῶν B 4/5 ῥωμαῖοι προσαγορεύειν εἰώθασιν BV2 προσαγορεύειν εἰώθασι ῥωμαῖοι y ῥωμαῖοι προσαγορεύουσιν rF ι 5 φιλικὰ nGSF φίληκα V2L φήλικα BP φήληκα Α ι a δυσσεβεῖ > AF, am Rand Ac ι 8 κόρης Y2 κόρης BSF ι 9 ὡς ἔρημα τὰ] κατὰ P I τὰ BV2y τά τῶν rF ι 10 φίλιξ] wie Z. 5 ι 11 vor ταῦτα + δὴ V2 ι 12 ποίοις rF ι 14 ἔτισαν BryFCass. ἔτισεν V2 ι γὰρ übergeschrieben Ac ι 16 ἀποκριτικῶν] κριτικῶν B ι 17 ἀποκρίσεως] ἐκκρίσεως V2L ι nach ἀποκρίσεως + κόπρου r. Nie. Cass. wie im Text ι It) τὸν σωτῆρα Χριστὸν προσήκει ~ A ι 20 οὐ BV2rF Cass. οὐδὲ y ι 22 τῶνδε] τούτων δεὴ V2 ι 23 τῶν > P ι τὴν αἰτίαν — 190, 1 τοῖς = Cass. > B)

190
ὁ δείλαιος ἀποδοῦναι τὴν ἐκκλησίαν τὸν βασιλέα ἱκέτευσε τοῖς ταύτης ἐστερημένοις· ἀλλ’ οὔτε ἐκεῖνον ἔπεισε καὶ αὐτὸς τοῦ βίου τὸ τέλος ἐδέξατο.

ὁ δὲ Φίλιξ ἐξαπίνης θεήλατον καὶ αὐτὸς δεξάμενος μάστιγα αἷμα πανημέριόν τε καὶ παννύχιον ἐκ τοῦ στόματος ἔφερε, τῶν ἀγγείων τοῦ σώματος πάντοθεν εἰς τοῦτο συρρεόντων τὸ μόριον οὕτω δὲ παντὸς δαπανηθέντος τοῦ αἵματος,

ἀπέσβη καὶ οὗτος καὶ τῶ αἰωνίῳ παρεπέμφθη θανάτῳ. οὗτοι μὲν οὑν τῆς δυσσεβείας ταύτας ἔτισαν τὰς δίκας.

Νέος δέ τις ἱερέως υἱὸς ἐν δυσσεβείᾳ τραφεὶς χἀτ’ ἐκεῖνον τὸν καιρὸν εἰς τὸν τῶν εὐσεβῶν μετέστη χορόν. γυνὴ γάρ τις ἐπίσημος ἐν εὐλαβείᾳ καὶ τοῦ τῆς διακονίας ἠξιωμένη χαρίσματος συνήθης ἢν τῆς τούτου μητρός. αὕτη τοῦτον μετὰ τῆς μητρὸς ἀφικνούμενον (ἔτι γὰρ μειρακύλλιον ἢν) ἠσπάζετό τε καὶ προὔτρεπεν εἰς εὐσέβειαν.

καὶ τῆς μητρὸς δὲ τελευτησάσης, ἀφικνεῖτο πρὸς ταύτην ὁ νέος καὶ τῆς συνήθους διδασκαλίας ἀπήλαυε · παγίως δὲ τὰς συμβουλὰς εἰσδεξάμενος ἤρετο τὴν διδάσκαλον τις ἂν γένοιτο πόρος δι’ οὗ δυνατὸν καὶ τὴν τοῦ πατρὸς δεισιδαιμονίαν φυγεῖν καὶ τῆς παρ’ αὐτῶν κηρυττομένης ἀληθείας μεταλαχεῖν.