Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

αὐτὸς δὲ τοὺς στασιώτας καλέσων ἐξῆλθεν. συνέβη δὲ τὸν μὲν Εὐφρατᾶν (τοῦτο γὰρ ἦν ὄνομα τῷ πρεσβυτέρῳ) ἐν τῷ προδόμῳ καθεύδειν, ὁ δὲ Βιχέντιος (οὕτως γὰρ ὁ ἕτερος ὠνομάζετο) ἐν τῷ ἐνδοτέρωῳ θαλάμῳ κατέμενεν.

εἴσω δὲ τῶν θυρῶν τῆς χαμαιτύπης γενομένης, τοῦ κτύπου τῶν ποδῶν ὁ Εὐφράτας αἰσθόμενος (σκότος δὲ ἦν) ἤρετο τίς ὁ βαδίζων· φθεγξαμένης δὲ ἐκείνης, θορύβου μεστὸς ὁ Εὐφρατᾶς ἐγένετο, δαίμονα τοπάσας εἶναι γυναικείαν φωνὴν μιμησάμενον, καὶ παραυτίκα τὸν σωτῆρα Χριστὸν εἰς ἐπικουρίαν ἐκάλει.

ὁ δὲ Ὄναγρος (οὕτω γὰρ ὁ τοῦ πονηροῦ στίφους ἡγεμονεύων προσηγορεύετο, ἐπειδὴ πρὸς ταῖς χερσὶ καὶ τοῖς ποσὶν ὅπλοις κατὰ τῶν εὐσεβούντων ἐκέχρητο) μετὰ τοῦ στίφους εἰσελήλυθε, παρανόμους ἀποκαλῶν τοὺς παρανομίας δικαστὰς ἔσεσθαι προσδοκῶντας. βοῆς δὲ πλείστης γενομένης, συνέδραμον μὲν οἱ οἰκέται, ἐξανέστη δὲ καὶ ὁ Βικέντιος.

καὶ τὴν αὔλιον ἀποκλείσαντες θύραν, ἑπτὰ μὲν τῶν στασιωτῶν συλλαβεῖν ἠδυνήθησαν (ὁ δέ γε Ὄναγρος σὺν τοῖς ἄλλοις ἀπέδρα), ἐφρουρεῖτο δὲ σὺν ἐκείνοις καὶ ἡ γυνή. ὑπὸ δὲ τὴν ἕω τὸν σὺν αὐτοῖς ἀφικόμενον διαναστήσαντες στρατηγὸν κατέλαβον τὰ βασίλεια· καὶ τῶν Στεφάνου τολμημάτων καταβοῶντες ἔλεγον μὴ δεῖσθαι δίκης μηδὲ βασάνου τὰ τούτου παρανομήματα.

ὁ δέ γε στρατηγὸς διαφερόντως ἐβόα, ἀντι- [*](Α HN (n) + GS (s) = r B2L + FVR [R bis 4 δράματος οἱ] (v) = z Τ) [*](1 καὶ αὐτῆσ B2 |7 ἐπεπήκει A |καὶ τοῦ auf Rasur A |8 ἐπιδεί- ξασ//// A | τῶν γ ἀρχιερέων καθεύδειν α θάτερον β A | 8/9 συνέβη B2 | 9 δὲ > T | 9/10 ἐξῆλθεν καλέσων ~ T |10 σινέβη — 12 κατέμενεν A m | εὐφράταν Alv | 11 δὲ] δέ γε ALv | 12 ὀνομάζεται Τ | κατέμενεν ArvTCass. κατέμεινεν B2L | 14 u. 15 εὐφρἀτασ ALv | δὲ] γὰρ T | 15 δαίμονασ Τ 17 εἰσ A s | ὀνἀγριοσ Τ, Onager Cass. | 19 τοῖς ποσὶν > A | 20 εἰσελθὼν und ἀπεκάλει Τ | nach τοὺς + τῆς gestrichen Α | 21 γεγενημένησ A 22 μὲν > An, übergeschrieben Ac | 24 γε > AB2 | τοῖς ἄλλοις — 25 σὺν > s | 25 ὑπὸ τὴν ἕω δὲ ~ T | 27 βασάνου AHB2v βασάνων NsLT, verberibus Cass. | 28 τοίτου AzTCass. τούτων r | γε > B2)

121
βολῶν κελεῦσαι τὸν βασιλέα μὴ συνοδικῶς ἀλλὰ δικαστικῶς ἐξετασθῆναι τὸ παράνομον τόλμημα, καὶ τοὺς τῶν ἐπισκόπων κληρικοὺς ὑπισχνεῖτο πρώτους εἰς αἰκίαν ἐκδώσειν, χρῆναι δὲ καὶ τοῦ Στεφάνου τοὺς ὑπηρέτας ταῦτα παθεῖν. ἐκείνου δὲ ἀναίδην ζυγομαχοῦντος καὶ λέγοντος μὴ δεῖν κληρικοὺς ὑπομεῖναι πληγάς, ἔδοξε καὶ βασιλεῖ καὶ τοῖς ἄρχουσιν ἔνδον ἐν τοῖς βασιλείοις τοῦ πράγματος γενέσθαι τὴν βάσανον.

καὶ πρῶτον μὲν ἤροντο τὴν γυναῖκα, τις αὐτὴν εἰς τὴν τῶν ἐπισκόπων ἀπήγαγε καταγωγήν.

ἡ δὲ ἔφη νέον τινὰ πρὸς αὐτὴν ἀφικόμενον τὴν τῶν ξένων ἐπιδημίαν καὶ χρείαν εἰπεῖν, καὶ ὡς ἑσπέρας ἀφικόμενος ἀπήγαγέ τε εἰς τὴν καταγωγήν, καὶ τὸν οἰκεῖον ἐπιζητήσας λόχον καὶ τοῦτον εὑρὼν εἴσω τε τῆς αὐλίου θύρας εἰσήγαγε καὶ εἰς τὸν πρόδομον εἰσελθεῖν παρηγγύησε. προσετίθει δὲ καὶ τοῦ ἐπισκόπου τὴν πεῦσίν καὶ τὸ γενόμενον δέος καὶ τὴν εὐχὴν καὶ τῶν ἐπεισελθόντων τὴν ἔφοδον.

ταῦτα μεμαθηκότες οἱ δικασταὶ τῶν συνειλημμένων εἰς μέσον ἄγουσι τὸν νεώτατον· ὃς οὐκ ἀναμείνας τὴν ἀπὸ τῶν μαστίγων ἀνάγκην τὸ συντεθὲν ἐγύμνωσε δρᾶμα, καὶ τὸν Ὄναγρον ταῦτα πάντα δεδρακέναι καθωμοόγησεν· ἀχθεὶς δὲ ἐκεῖνος τὸν Στέφανον ἔφη ταῦτα προστεταχεναι.

Οὕτω τοῦ Στεφάνου τὴν πονηρίαν μεμαθηκότες, τοῖς τηνικαῦτα παροῦσι τῶν ἐπισκόπων καθελεῖν τοῦτον ἐπέτρεψαν καὶ τῆς ἐκκλησίας ἐξήλασαν. οὐ μὴν παντάπασιν ἡ ἐκκλησία τῆς Ἀρειανικῆς ἠλευθερώθη λώβης. Λεόντιος γὰρ μετ’ ἐκεῖνον τῆς προεδρίας ἔτυχεν, ἀνὴρ Φρὺξ μὲν τὸ γένος, τὴν δὲ γνώμην κρυψίνους καὶ τὰς ὑφάλους πέτρας μιμούμενος.

ἀλλὰ τὰ μὲν κατὰ τοῦτον μικρὸν ὕστερον διηγήσομαι. τότε δὲ ὁ Κωνστάντιος, τὰ κατὰ τῶν ἐπισκόπων τυρευόμενα τῇ πείρᾳ μεμαθηκώς, ἐπέστειλεν Ἀθανασίῳ τῷ [*](26 unten II 24 — 27 f vgl. Socrat. II 23, 4. Athanas. Histor. Arian. ad monach. 21) [*](A HN (n) + GS (s) = r B2L + FVR [R von 12 παρηγγύησε an] (v) = z Τ) [*](1 δικαστικῶσ Arz Cass. πολιτικώς Τ ι 3 τοῦ > Α ι 3/4 τοὺς vor τοῦ ~ n ι ἀνέδην HS ι 5 καὶ1 > Β2 ι 7 πρῶτον AnSVTCass. πρώτην GB2LF ἤροντο ArB2LT Cass. ἠρώτων v ι 10 ὡσ übergeschrieben Ac ι τε > T 11 τε > nT ι 12 παρεγγύησε A παρεσκεύασεν Β2 ι 14 ἐπεισελθόντων rzT supervenientium Cass. ὑπεισελθόντων A ι 20 Οὕτω:ι am Rand HSS ι Οὕτω τοῦ] οὕτω τε r sie igitur Cass. ι 22 ἀρειανῆσ T ι 23 μετ’ ἐκεῖνον τῆσ AT τῆς μετ’ ἐκεῖνον rz ι 24 ἐτὺγχανεν B2 ι τὸ μὲν γένος ~ n ι 25 ὑφάλασ Τ ι μὲν übergeschrieben Ac ι κατὰ τοῦτον] κατ’ αὐτὸν Β2 ι 26 δὲ AT δὴ rz)

122
μεγάλῳ καὶ ἅπαξ καὶ δὶς καὶ μέντοι καὶ τρίς, προτρέπων ἐκ τῆς Ἐσπέρας ἐπανελθεῖν. ἐγὼ δὲ τὴν μέσην ἐπιστολὴν μικρὰν οὖσά ἐνθήσω τῇ συγγραφῇ.

»Κωνστάντιος Νικήτης Αὔγουστος Ἀθανασίῳ.

>Εἰ καὶ τὰ μάλιστα διὰ προτέρων γραμμάτων ἐδηλώσαμεν >ἀμερίμνως εἰς τὸ ἡμέτερον κομιτάτον παραγένῃ διὰ τὸ >βούλεσθαι ἡμᾶς ἀποστεῖλαί σε εἰς τὰ ἴδια ὅμως καὶ νῦν ταῦτα >γράμματα πρὸς τὴν σὴν στερρότητα δεδώκαμεν· δι΄ ὣν καὶ >τρεπόμεθα χωρίς τινος ἀπιστίας καὶ φόβου ἐπιβῆναί σε >όχήμασι καὶ σπουδάσαι πρὸς ἡμᾶς, ἵνα ἱν ἐπιθυμεῖς >δυνηδῇς.«

Οὕτως αὐτὸν ἐπανελθόντα εὐμενῶς τε εἶδε καὶ τὴν Ἀλεξανδρέων ἀπολαβεῖν ἐκκλησίαν ἐκέλευσεν. ἀλλ’ οἱ τότε παραδυναστεύοντες, τὴν Ἀρειανικὴν εἰσδεδεγμένοι νόσον, ἔφασκον χρῆναι τὸν Ἀθανάσιον μίαν παρασχεῖν ἐκκλησίαν τοῖς κοινωνεῖν οὐ βουλομένοις αὐτῶ. ταῦτα ἐκείνων μὲν τῷ βασιλεῖ, τοῦ δὲ βασιλέως πρὸς αὐτὸν εἰρηκότος, ἔφη δίκαιον εἶναι τοῖς βασιλέως προστάγμασιν εἴκειν, βούλεσθαι μέντοι καὶ αὐτὸς ἀπαγγεῖλαί τινα καὶ αἰτῆσαι.

τοῦ δὲ βασιλέως ὑποσχομένου δώσειν ὅπερ ἂν αἰτήσοι προθύμως, δεῖσθαι ἔφη καὶ τοὺς ἐν Ἀντιοχείᾳ τοῖς τὰς ἐκκλησίας κατέχουσι κοινωνεῖν οὐ βουλομένους εὐκτηρίου νεώ, καὶ δίκαιον ἕνα καὶ τούτοις τῶν οἴκων παρασχεθῆναι τῶν θείων.

ἐπειδὴ δὲ ἐπένευσε βασιλεὺς ὀρθὴν εἶναι καὶ [*](4—11 bei Athanas. Apol. c. Arian. 51. Socrat. II 23, 8—9 Symeon. Vita Athanas. — 13—S. 123, 4 vgl. Rufin. H. E. X 20, S. 986, 17—987, 9. Sozomen. 20, 5—7. Socrat. II 23, 33—38. Vita Athanas. 18 PG 25 CGI. Photius (258) ebd. CCXIX. Symeon. Vita Athanas. 11) [*](A HN (n) + GS (s) = r B2L + FVR (v) = z Τ [bis 2 ἐπανελθεῖν]) [*](1 καὶ δὶς καὶ μέντοι καὶ τρίς] Λαὶ μέντοι καὶ δὶς καὶ τρίς A ι 2 μέσην Am ι 4 ία am Rand HSS ι 6 ἀμέριμνος AS, aber corr. Ac ι 10 πρὸσ ἡμᾶσ ArB2vAthan. Socr. πρὸσ ἡμᾶσ + καταλαβεῖν L und übergeschrieben Ac ι ἐπιθυμῆσ ALv ι 12 ιβ am Rand HSS ι 13 ἐκκλησίαν ἀπολαβεῖν ~ nV ι 14 ἔφασκον A ἔφασαν rz ι 17 vor βασιλέως + τοῦ rB2 ι προστάγμασιν A = Sozom., ἐπιτάγμασιν rz ι 18 αὐτὸς] αὐτὸν An ι ἀπαγγεῖλαί n ἐπαγγεῖλαί (ἐ Rasur Ac) A ἐπαγγεῖλαί sz ι καὶ αἰτῆσαι sz ι 20 τοὺς] τοὺς s ι 20/21 βουλομένουσ HB2 βουλομένοισ die übr. HSS ι 21 εὐκτηρίων νεῶν HS εὐκτηρίω νεώ N ι καὶ1 > s ι τῶν οἴκων] οἶκον n ι 22 ὁ βασιλεὺς nL)

123
δικαίαν ἐπιψηφίσας τὴν αἴτησιν, ἀντεῖπον οἱ τῆς αἱρετικῆς φάλαγγος προστατεύοντες, μηδετέροις χρῆναι παρασχεθῆναι τὰς ἐκκλησίας εἰπόντες. οὕτω τὸν Ἀθανάσιον θαυμάσας Κωνστάντιος ἀπέπεμψεν εἰς τὴν Ἀλεξάνδρειαν.

ἐτεθνήκει δὲ ὁ Γρηγόριος, ὑπ’ αὐτῶ, ἐκείνων δεξάμενος τὴν σφαγήν. θεασάμενοι δὴ οὖν τὸν νομέα δημοθοινίας ἐπετέλουν καὶ ἑορτὰς λαμπροτάτας, αὐτόν τε γεραίροντες καὶ τὸν θεὸν ἀνυμνοῦντες.

Ἀλλὰ πάλιν σμικροῦ διεληλυθότος χρόνου Κώνστας μὲν τοῦ βίου τὸ τέρμα κατείληφεν.

Κωνοτάντιον δὲ οἱ ἄγοντες οὑπερ ἐβούλοντο ἀνέμνησαν τῆς Ἀθανασίου χάριν πρὸς τὸν ἀδελφὸν γεγενημένης διαφορᾶς, καὶ ὡς μικροῦ δεῖν τὰ τῆς φύσεως δεσμὰ διαρρήξαντες πόλεμον ἂν κατ’ ἀλλήλων ἐκίνησαν.

τούτοις ὑπαχθεὶς ὁ Κωνστάντιος οὐκ ἐλαθῆναι μόνον ἀλλὰ καὶ σφαγῆναι τὸν θεῖον προσέταξεν Ἀθανάσιον, καί τινα Σεβαστιανὸν ἐξέπεμψε στρατηγὸν μετὰ στρατιὰς ὅτι μάλιστα πλείστης, ἀνελεῖν κελεύσας ὡς ἀλιτήριον.

ὅπως δὲ καὶ οὗτος ἐπεστράτευσε κἀκεῖνος διέφυγεν, αὐτὸς ὁ ταῦτα πεπονθὼς καὶ παραδόξως σωθεὶς κάλλιον διηγήσεται. ἐν γὰρ τῇ τῆς φυγῆς Ἀπολογίᾳ ταῦτα διέξεισιν·

»Ἐξετασάτωσαν ὅμως καὶ τὸν· τρόπον τῆς ἀναχωρήσεως καὶ >μανθανέτωσαν παρὰ τῶν ἰδίων. ἦσαν γὰρ Ἀρειανοὶ >τοῖς στρατιώταις εἰς τὸ παροξύνειν αὐτοὺς καὶ ἀγνοοῦσι >ἡμᾶς. καὶ εἰ καὶ οὕτως Ἀσυμπαθέῖς τυγχάνουσιν, ἀλλὰ κἂν >οντες ἠρεμείτωσαν αἰσχυνόμενοι. νὺξ μὲν γὰρ ἤδη ἢν καὶ τοῦ >τινες ἐπαννύχιζον, προσδοκωμένης συνάξεως.

ὁ δὲ στρατηλάτης >ἐξαίφνης ἐπέστη μετὰ στρατιωτῶν πλέον ἢ πεντακισχιλίων, >των ὅπλα καὶ ξίφη γυμνὰ καὶ τόξα καὶ βέλη καὶ ῥόπαλα καθὰ >πρότερον εἴρηται. καὶ τὴν μὲν ἐκκλησίαν αὐτὸς περιεκύκλωσε [*](12—14 vgl. Socrat. II 26, 7 — 19—S. 124, 22 Athanas. Apol. de fuga sua 24 26 ebd. 6. unten S. 126, 45.) [*](* 8—18 Cass. V 1 — 19—S. 124, 22 Cass. V 2) [*](A HN (n) + GS (s) = r B2L + FVR [R bis 3 ἀπέπεμψεν] (v) = z Τ [von 19 an]) [*](1 ψηφίσασ B2 ι 2 τὰσ ἐκκλησίασ παρασχεθῆναι AS ι 4 ὁ > A ι 6 τε > r ι 8 ιγ am Rand HSS ι διεληλυθότος X παρεληλυθότοσ rz 14 Σεβαστιανὸν = S. 126, 3] Συριανὸν bei Athan. Apol. ad Const. 25, Apol. de fuga sua 24 17 nach κάλλιον + δὲ ausradiert A ι γὰρ r nam Cass. δὲ Az ι 19 ἀθανασίου am Rand A ι ἐξεταζέτωσαν Athan. ι καὶ2 As ι 20 Ἀρειανοὶ] A ι 22 Λαὶ εἰ καὶ Athan. et licet Cass. καὶ εἰ vT εἰ καὶ rB2 und, καὶ ausradiert, A εἰ L ι οὕτως szTAthan. οὕτως δὲ An ι 25 πλεῖον Τ Athan.)

124
>τοὺς στρατιώτας σύνεγγυς, ὡς μὴ δύνασθαί τινας ἐξελθόντας >τῆς ἐκκλησίας παρελθεῖν αὐτούς.