Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ὅτι ὃ πάντοτε >ἔστιν οὐδέ ποτε τοῦ εἶναι ἤρξατο οὐδὲ ἐκλείπειν δύναται.

>Πιστεύομεν καὶ παραλαμβάνομεν τὸν παράκλητον τὸ >πνεῦμα, ὅπερ ἡμῖν αὐτὸς ὁ κύριος καὶ ἐπηγγείλατο καὶ >καὶ τοῦτο πιστεύομεν πεμφθέν· καὶ τοῦτο οὐ πέπονθεν, ἀλλ’ ὁ >θρωπος ὃν ἐνεδύσατο, ὃν ἀνέλαβεν ἐκ Μάριας τῆς παρθένου >ἄνθρωπον τὸν παθεῖν δυνάμενον· ὅτι ἄνθρωπος θνητός, θεὸς >ἀθάνατος.

πιστεύομεν ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη οὐχ ὁ θεὸς ἐν >τῷ ἀνθρώπῳ, ἀλλ’ ὁ ἄνθρωπος ἐν τῷ θεῷ ἀνέστη, ὅντινα >προσήνεγκε τῶ πατρὶ ἑαυτοῦ δῶρον ὃν ἠλευθέρωσεν.

πιστεύομεν >δὲ ὅτι εὐθέτῳ καιρῷ καὶ ὡρισμένῳ πάντας καὶ περὶ πάντων >κρινεῖ. τοσαύτη δέ ἐστιν αὐτῶν ἡ ἄνοια καὶ οὕτω παχεῖ σκότω, >διάνοια αὐτῶν ἐκτετύφλωται ἵνα μὴ δυνηθῶσιν ἰδεῖν τὸ φῶς >ἀληθείας. οὐ συνιᾶσιν ᾦ λόγῳ εἴρηται »ἵνα καὶ αὐτοὶ ἐν >ἓν ὦσι«.

σαφές ἐστι διὰ τί ἕν· ὅτι οἱ ἀπόστολοι πνεῦμα ἅγιον >τοῦ θεοῦ ἔλαβον· ἀλλ’ ὅμως αὐτοὶ οὐκ ὄαν πνεῦμα οὐδέ >αὐτῶν ἢ λόγος ἢ σοφία ἢ δύναμις ἦν οὐδὲ μονογενὴς ἦν. >φησίν »ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτως καὶ αὐτοὶ ἐν ἡμῖν >ὦσιν«. ἀλλ’ ἀκριβῶς διέστειλε ἡ θεία φωνή· »ἐν ἡμῖν ἒν >φησίν· οὐκ εἶπεν »ὥσπερ ἡμεῖς ἵν ἐσμεν, ἐγὼ καὶ ὁ πατήρ«·

ἀλλ’ [*](13 vgl. I Tim. 6, 16 — 14/15. 18 ι19 Joh. 17, 21. vgl. Hilar. De trin. 8, 11) [*](B A N + GS(s) = r L + FV(v) = z Τ) [*](1 χρόνον BA Cass. Λ χρόνον+διορίζοντα rzT am Rand Ac ι ἔκλειψιν schreibt Loofs defectmn Cass. ἐκλείψειν Τ ἐκλείπειν BArz mimd Λ ι ὃ Λ > Az Cass. ι 2 οὔποτε AL οὔποτε v ι ἐκλιπεῖν N ι 3 πιστεύομεν BAT Cass. Λ πιστεύομεν δὲ rzAc ι 4 καὶ1 > Λ ι 5 καὶ τοῦτο πιστεύομεν πεμφθέν BrT Cass. gestrichen in A > z ι καὶ τοῦτο2 BArz sed is Cass. καὶ ὅτι ὁ θεὸς Τ ι πέπονθεν BrT Cass. πεπονθός z πεπονθώς (ώσ auf Rasur Ae) A hinter πέπονθεν + ἄπαγε N ι ὁ ausradiert A ι 6 ἐκ — παρθένου] ἐκ τῆς ὑπερενδόξου καὶ ὑπερευλογημένου δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀεὶ παρθένου μαρίασ N ι 7 τὸν παθεῖν δυνάμενον am Rand Ac ι 8 τῇ > B ι οὐχὶ T ι 10 ἑαυτοῦ πρι ~ N ι ἠλευθέρωσεν BAT Cass. Λ ἠλευθέρωσεν + ἐκ τῆσ ἁμαρτίασ καὶ τῆσ φθορᾶς rz am Rand Ac ι 11 καὶ2 BANT Cass. Λ > sz ι 12 δέ > N ι ἐστιν αὐτῶν = Λ] αὐτῶν ἐστιν A ι ἡ1 As ι σκότειB ι 13 διάνοια aus ἄνοια corr. Ac ι 14 συνήσασιν B ι 17 ἧ λόολοσ rzTCass. ἢ //// λόγοσ A λόγος B ἑοί (falsche Lesung: ΗΛιΟΣ) Λ ι ἢν οὐδὲ = Λ] οὐδὲ T aut Cass. ι 18 ἐγώ φησιν A ι 19 ἀλλ’ — 20 φησίν > Τ ι ἀλλ’ — V ι ἀλλ’ BrFJ ἀλλὰ καὶ AL igitur Cass. ι 20 οὐκ εἶπεν > L ι ἐγὼ BALT Cass. Λ καὶ rv ι 20f ἀλλ’ οἱ ΒΑ Cass. Λ ἀλλ’ ἵνα οἱ rzT)

118
>oἱ μαθηταὶ ἐν ἑαυτοῖς σύζυγοι καὶ ἡνωμένοι ἕν εἰσι τῇ πίστει, τῇ >ὸμολογίᾳ, 〈ἵνα> καὶ ἐν τῇ χάριτι καὶ τῇ εὐσεβείᾳ τῇ τοῦ θεοῦ >καὶ τῇ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν συγχωρήσει καὶ ἀγάπῃ >εἶναι συνηδῶσιε.«

Ἐκ τῶνδε τῶν γραμμάτων ἔστι μαθεῖν τῶν μὲν κατηγόρων τὴν συκοφαντίαν, τῶν δὲ πάλαι δικασάντων τὴν ἀδικίαν, καὶ πρὸς τούτοις τῶν δογμάτων τὴν ὑγείαν. οὐ γὰρ μόνον τὰ περὶ τῆς θείας ἡμᾶς ἐδίδαξαν φύσεως οἱ μακάριοι πατέρες, ἀλλὰ καὶ τὴν περὶ τῆς οἰκονομίας διδασκαλίαν προσήνεγκαν.

αῦτα ὁ Κώνστας μεμαθηκὼς ἠθύμησε μὲν τοῦ ἀδελφοῦ τὴν εὐκολίαν ὁρῶν, ἐχαλέπηνε δὲ κατὰ τῶν ταῦτα τετυρευκότων καὶ τὴν βασιλέως ἠπατηκότων εὐχέρειαν δύο δὴ οὖν τῶν εἰς τὴν Σαρδικὴν συνεληλυθότων ἐκλεξάμενος ἐπισκόπους πρὸς τὸν ἀδελφὸν μετὰ γραμμάτων ἀπέστειλεν· συναπέστειλε δὲ αὐτοῖς καὶ στρατηγὸν (Σαλιανὸς δὲ τούτῳ ὄνομα ἢν), ὃς εὐσεβείᾳ τε καὶ δικαιοσύνῃ τὰ δὲ γράμματα οὐ παραίνεσιν μόνον εἶχε καὶ συμβουλήν,

ἀλλὰ καὶ ἀπειλὴν εὐσεβεῖ πρέπουσαν βασιλεῖ. πρῶτον μὲν γὰρ ἐπέστειλε τῷ ἀδελφῷ τοῖς ἐπισκόποις τὰς ἀκοὰς ὑποσχεῖν καὶ τὰς ὑπὸ Στεφάνου καὶ τῶν ἄλλων τολμωμένας παρανομίας μαθεῖν, καὶ μέντοι [*](12—15 vgl. Nicetas Thesaur. V 30 PG 139, 1390 A — 16 — S. 119, 8 Socrat. II 22, 3 — 23, 2. Sozomen. III 20, 1 — 2. Rufin. H. E. X 20, S. 986, 10. Philostorg. III 12) [*](* 10—S. 122, 2 Cass. IV 25 — —16 Niceph. H. E. IX 21) [*](B [bis 11 ταῦτα τε] A H [H von 10 ταῦτα au] N (n) + GS (s) = r B2 [B2 von 11 τετυρευκότων an] L + FVR [R von 11 τετυρευκότων an] (v) = z Τ) [*](1 ἑαυτοῖς Bv semetipsis Λ αὐτοῖσ ArLT ι εἰσι BArz ὦσι Τ sint Λ ι τῆ πίστει ὁμολογία BAvTA τῆ πίστει καὶ ὁμολογία z (ex Cod. L) fide confessione Cass. Codd. LP τῇ πίστεως ὁμολογίᾳ Loofs ι 2 καὶ Loofs et Λ καὶ Π Cass. ι ἐν = Λ > B ι τῆ εὐσεβεία Br ἐν τῆ εὐσεβεία z εὐσεβεία AT pietate Λ ι θεοῦ πρσ BArTCass. patris Λ θεοῦ καὶ πρσ z ι 6 δικατων Ac ι 7 ὑγίειαν z ι μόνον > B ι 18 ἡμὰς = nos Cass. > T ι περὶ > B ι 9 οἰκονομίας = Cass.] θείας οἰκονομίασ s ι 10 θ am Rand Brz ι Ταῦτα — 14 στρατηγὸν > T* ι μὲν übergeschrieben Ac ι 11 ἐχαλέπαινεν B, doluit Cass. ι τετορνευκότων A. ι 13 ἐπισκόπους ἐκλεξάμενος~L ι 13/14 μετὰ γραμμάτων πρὸς τὸν ἀδελφὸν ~ A ι 16 μόνον rCass. in μόνην corr. Ac zT ι 17 ἐπέστειλε (ἐπέστει auf Rasur Ac) A ἐπέσκηψε T enuntiavit cass.)

119
καὶ Ἀθανάσιον ἀποδοῦναι τῇ ποίμνῃ, δήλης καὶ τῆς συκοφαντίας γεγενημένης καὶ τῆς τῶν πάλαι δικασάντων παρανομίας καὶ δυσμενείας. προστέθεικε δέ, ὡς, εἰ μὴ πεισθείη καὶ τὰ δίκαια πράξοι, αὐτὸς [*](56) τὴν Ἀλεξάνδρειαν καταλήψεται καὶ τὸν Ἀθανάσιον ἀποδώσει τοῖς ποθοῦσι προβάτοις καὶ τῶν δυσμενῶν ἐξελάσει τὸ στῖφος. ταύτην δεξάμενος ὁ Κωνστάντιος τὴν ἐπιστολήν (ἐν Ἀντιοχείᾳ δὲ τηνικαῦτα ἐτύγχανεν ὤν), ὑπέσχετο δράσειν ἅπερ ὁ τῶν ὠδίνων ἐπήγγειλε κοινωνός.

ἀλλ’ ἐπὶ τούτοις ἀλγήσαντες οἱ τῇ ἀληθείᾳ πολεμεῖν εἰωθότες τὸ παμμίαρον ἐκεῖνο καὶ δυσσεβὲς κατεσκεύασαν δρᾶμα. κατήχθη μὲν γὰρ παρὰ τὴν ὑπώρειαν τῶν ἀρχιερέων ἡ ξυνωρίς, ὁ δὲ στρατηγὸς καταγωγὴν ἑτέραν εἰλήφει.

Στέφανος δὲ (αὐτὸς γὰρ τῆς Ἀντιοχέων ἐκκλησίας κατέχων τοὺς οἴακας ὑποβρύχιον ἐποίει τὸ σκάφος) εἶχε μὲν καὶ ἄλλους τῶν τυραννικῶν συνεργοὺς τολμημάτων, οἷς χρώμενος τοὺς τῶν ὀρθῶν ἀντεχομένους δογμάτων παντοδαπαῖς περιέβαλλε συμφοραῖς.

ἡγεῖτο δὲ τούτων νέος τις θρασύτητι μὲν συζῶν, τὸν δὲ παράνομον ἀσπαζόμενος βίον· ὃς οὐ μόνον τοὺς ἐκ τῆς ἀγορᾶς ἀπῆγε προπηλακίζων καὶ αἰκιζόμενος, ἀλλὰ καὶ ταῖς οἰκίαις ἐπιὼν ἀναίδην καὶ ἄνδρας ἐξῆγε καὶ γυναῖκας σεμνότητι κοσμουμένας. καὶ ἵνα μὴ σφόδρα μηκύνω τὴν τούτου διηγούμενος πονηρίαν, τὸ κατὰ τῶν ἀρίστων ἀνδρῶν τολμηθὲν διηγήσομαι· ἀπόχρη γὰρ τεκμηριῶσαι τὰ κατὰ τῶν ἀστῶν ὐπ’ ἐκείνου παρανόμως πραχθέντα.

Οὑτος πρός τινα χαμαιτύπην παραγενόμενος ἔφησε ξένους ἔν- [*](10—S. 121, 22 vgl. Nicetas Thesaur. V 30 PG 139, 1390 AB — 23—S. 121 vgl. Athanas. Histor. Arian. ad monach. 20"/>) [*](* 15—S. 121, 22 Niceph. H. Ε. IX 23. Gramer Anecd. Paris. II 95, 12) [*](A HN (n) + GS (s) = r B2L + FVR (v) = z T) [*](1 καὶ Ἀθανάσιον — 2 δικασάντων] παῦλον καὶ ἀθανάσιον καὶ τοὺσ λοιποὺς ἀποδοῦναι ταῖσ ποίμναισ δῆλον καὶ τῶν συκοφαντιῶν γεγενημένων καὶ τῆσ τῶν παλαίων ἀθανασίω δικησάντων Τ* ι 2 πάλαι > r, priscorum Cass. ι 2/3 δυσμενείας καὶ παρανομίας ~ n, Cass. wie im Text ι 3 προστέθεικε AB2L προσέθηκε rvT ι ἀπελάσει n ι ταύτην — 8 κοινωνός > T* ι 7 ἅπερ = quae Cass,] ὅπερ n ι 8 ἀλλ’ ἐπὶ — 9 εἰωθότες = Cass.] οἱ δὲ τῆ ἀληθεία πολεμεῖν ἐγνωκότεσ τούτοις ἀλγήσαντεσ Τ* ι 10 γὰρ > L ι παρὰ] ὑπὸ r ι 12 θ am Rand Α ι nach γὰρ + ἢν Α ι nach ἐκκλησίας + αὐτὸς T ι 15 περιέβαλλε AHLVCass. περιέβαλε sB2FRT τε ἔβαλε N ι16 μὲν συζῶν] ζῶν Β2 ι 17 προπηλακίζων] προφυλακίζων G φυλακίζων S ι 18 ἀνέδην HS ι 22 ἀστῶν AHs αὐτῶν N ἀρίστων zAcT ι παρανόμως ὑπ’ ἐκείνου ~ T)

120
αγχος ἐληλυθότας δεῖσθαι νύκτωρ αὐτῆς. εἶτα πεντεκαίδεκα στασιώτας λαβὼν καὶ τούτους ἐν ταῖς κατὰ τὴν ὑπώρειαν αἱμασιαῖς κατακρύψας, ἧκεν ἄγων τὴν χαμαιτύπην· καὶ τὸ συγκείμενον ἐπιφθεγξάμενος σύνθημα καὶ μαθὼν ὡς πάρεισι τοῦ δράματος οἱ ουνίστορες, ἧκε παρὰ τὴν αὔλιον θύραν τῆς τῶν ἀνδρῶν ἐκείνων καταγωγῆς.

καὶ ταύτην ἀνεῳγυῖαν εὑρὼν (ἕνα γὰρ τῶν οἰκετῶν τοῦτο δρᾶσαι χρήμασιν ἐπεπείκει) εἰσήγαγε τὴν γυναῖκα· καὶ τοῦ οἴκου τὴν θύραν ἐπιδείξας, ἔνθα δὴ καθεύδειν θάτερον τῶν ἀρχιερέων συνέβαινεν, εἴσω γενέσθαι προσέταξεν,

αὐτὸς δὲ τοὺς στασιώτας καλέσων ἐξῆλθεν. συνέβη δὲ τὸν μὲν Εὐφρατᾶν (τοῦτο γὰρ ἦν ὄνομα τῷ πρεσβυτέρῳ) ἐν τῷ προδόμῳ καθεύδειν, ὁ δὲ Βιχέντιος (οὕτως γὰρ ὁ ἕτερος ὠνομάζετο) ἐν τῷ ἐνδοτέρωῳ θαλάμῳ κατέμενεν.

εἴσω δὲ τῶν θυρῶν τῆς χαμαιτύπης γενομένης, τοῦ κτύπου τῶν ποδῶν ὁ Εὐφράτας αἰσθόμενος (σκότος δὲ ἦν) ἤρετο τίς ὁ βαδίζων· φθεγξαμένης δὲ ἐκείνης, θορύβου μεστὸς ὁ Εὐφρατᾶς ἐγένετο, δαίμονα τοπάσας εἶναι γυναικείαν φωνὴν μιμησάμενον, καὶ παραυτίκα τὸν σωτῆρα Χριστὸν εἰς ἐπικουρίαν ἐκάλει.

ὁ δὲ Ὄναγρος (οὕτω γὰρ ὁ τοῦ πονηροῦ στίφους ἡγεμονεύων προσηγορεύετο, ἐπειδὴ πρὸς ταῖς χερσὶ καὶ τοῖς ποσὶν ὅπλοις κατὰ τῶν εὐσεβούντων ἐκέχρητο) μετὰ τοῦ στίφους εἰσελήλυθε, παρανόμους ἀποκαλῶν τοὺς παρανομίας δικαστὰς ἔσεσθαι προσδοκῶντας. βοῆς δὲ πλείστης γενομένης, συνέδραμον μὲν οἱ οἰκέται, ἐξανέστη δὲ καὶ ὁ Βικέντιος.

καὶ τὴν αὔλιον ἀποκλείσαντες θύραν, ἑπτὰ μὲν τῶν στασιωτῶν συλλαβεῖν ἠδυνήθησαν (ὁ δέ γε Ὄναγρος σὺν τοῖς ἄλλοις ἀπέδρα), ἐφρουρεῖτο δὲ σὺν ἐκείνοις καὶ ἡ γυνή. ὑπὸ δὲ τὴν ἕω τὸν σὺν αὐτοῖς ἀφικόμενον διαναστήσαντες στρατηγὸν κατέλαβον τὰ βασίλεια· καὶ τῶν Στεφάνου τολμημάτων καταβοῶντες ἔλεγον μὴ δεῖσθαι δίκης μηδὲ βασάνου τὰ τούτου παρανομήματα.

ὁ δέ γε στρατηγὸς διαφερόντως ἐβόα, ἀντι- [*](Α HN (n) + GS (s) = r B2L + FVR [R bis 4 δράματος οἱ] (v) = z Τ) [*](1 καὶ αὐτῆσ B2 |7 ἐπεπήκει A |καὶ τοῦ auf Rasur A |8 ἐπιδεί- ξασ//// A | τῶν γ ἀρχιερέων καθεύδειν α θάτερον β A | 8/9 συνέβη B2 | 9 δὲ > T | 9/10 ἐξῆλθεν καλέσων ~ T |10 σινέβη — 12 κατέμενεν A m | εὐφράταν Alv | 11 δὲ] δέ γε ALv | 12 ὀνομάζεται Τ | κατέμενεν ArvTCass. κατέμεινεν B2L | 14 u. 15 εὐφρἀτασ ALv | δὲ] γὰρ T | 15 δαίμονασ Τ 17 εἰσ A s | ὀνἀγριοσ Τ, Onager Cass. | 19 τοῖς ποσὶν > A | 20 εἰσελθὼν und ἀπεκάλει Τ | nach τοὺς + τῆς gestrichen Α | 21 γεγενημένησ A 22 μὲν > An, übergeschrieben Ac | 24 γε > AB2 | τοῖς ἄλλοις — 25 σὺν > s | 25 ὑπὸ τὴν ἕω δὲ ~ T | 27 βασάνου AHB2v βασάνων NsLT, verberibus Cass. | 28 τοίτου AzTCass. τούτων r | γε > B2)

121
βολῶν κελεῦσαι τὸν βασιλέα μὴ συνοδικῶς ἀλλὰ δικαστικῶς ἐξετασθῆναι τὸ παράνομον τόλμημα, καὶ τοὺς τῶν ἐπισκόπων κληρικοὺς ὑπισχνεῖτο πρώτους εἰς αἰκίαν ἐκδώσειν, χρῆναι δὲ καὶ τοῦ Στεφάνου τοὺς ὑπηρέτας ταῦτα παθεῖν. ἐκείνου δὲ ἀναίδην ζυγομαχοῦντος καὶ λέγοντος μὴ δεῖν κληρικοὺς ὑπομεῖναι πληγάς, ἔδοξε καὶ βασιλεῖ καὶ τοῖς ἄρχουσιν ἔνδον ἐν τοῖς βασιλείοις τοῦ πράγματος γενέσθαι τὴν βάσανον.

καὶ πρῶτον μὲν ἤροντο τὴν γυναῖκα, τις αὐτὴν εἰς τὴν τῶν ἐπισκόπων ἀπήγαγε καταγωγήν.

ἡ δὲ ἔφη νέον τινὰ πρὸς αὐτὴν ἀφικόμενον τὴν τῶν ξένων ἐπιδημίαν καὶ χρείαν εἰπεῖν, καὶ ὡς ἑσπέρας ἀφικόμενος ἀπήγαγέ τε εἰς τὴν καταγωγήν, καὶ τὸν οἰκεῖον ἐπιζητήσας λόχον καὶ τοῦτον εὑρὼν εἴσω τε τῆς αὐλίου θύρας εἰσήγαγε καὶ εἰς τὸν πρόδομον εἰσελθεῖν παρηγγύησε. προσετίθει δὲ καὶ τοῦ ἐπισκόπου τὴν πεῦσίν καὶ τὸ γενόμενον δέος καὶ τὴν εὐχὴν καὶ τῶν ἐπεισελθόντων τὴν ἔφοδον.