Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

καὶ τοῦτο ἄμεινον διδάσκει τῆς συνόδου τὰ γράμματα ἃ σαφοῦς εἵνεκα διδασκαλίας ἐνθήσω τῇ συγγραφῇ.

»Ἡ ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν ἐν Σαρδικῇ συναχθεῖσα >ἀπό τε ῾Ρώμης καὶ Σπανίων καὶ Γαλλίων, ᾿Ιταλίας, Καμπανίας, >Καλαβρίας, Ἀφρικῆς, Σαρδανίας, Παννονίας Μυσίας, Δακίας, Δαρδα- >νίας, ἄλλης Δακίας, Μακεδονίας, Θεσσαλίας, Ἀχαΐας, Ἠπείρων, Ορά- >κης, Ῥοδόπης, Ἀσίας, Καρίας, Βιθυνίας, Ἑλλησπόντου, Φρυγίας, >Πισιδίας, Καππαδοκίας, Πόντου, Κιλικίας, Φρυγίας ἄλλης, Παμφυ- >λίας, Λυδίας, νήσων Κυκλάδων, Αἰγύπτου, Θηβαΐδος, Λιβύης, Γα- >λατίας, Παλαιστίνης, Ἀραβίας, τοῖς πανταχοῦ ἐπισκόποις καὶ συλ- >λειτουργοῖς τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, ἀγαπητοῖς >ἀδελφοῖς ἐν κυρίῳ χαίρειν.