Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἐπειδὴ δὲ τὴν ἐπιστολὴν ἀναπτύξας ὁ θεῖος ἐκεῖνος ἀνὴρ εἶδεν ἐν τοῖς γράμμασιν ἣν ὁ βασιλεὺς ἠπείλησε κόλασιν, μετὰ τῆς δεξιᾶς καὶ τὴν εὐώνυμον προύθηκεν, ἄμφω τεμεῖν τὼ χεῖρε παρεγγυῶν τὸ γὰρ ψηφισμα«, ἔφη, »οὐ δώσω, τῆς Ἀρειανικῆς μοχθηρίας ἔλεγχον ὄντα σαφῆ«.

ταύτην αὐτοῦ τὴν ἀνδρείαν μαθὼν ὁ Κωνστάντιος καὶ τότε ἠγάσθη καὶ διετέλει θαυμάζων. θαυμάζουσι γὰρ καὶ δυσμενεῖς τὰ τῶν ἀντιπάλων πλεονεκτήματα , ὑπὸ τοῦ μεγέθους τῶν πραττομένων ἀναγκαζόμενοι.

Κατὰ τοῦτον τὸν χρόνον ὁ Κωνστάντιος πυθόμενος ὡς Ἰουλιανός, ὃν τῆς Εὐρώπης ἀπέφηνε Καίσαρα, μειζόνων πραγμάτων ἐφίεται καὶ κατὰ τοῦ τετιμηκότος στρατιὰν συναγείρει ἀπὸ μὲν τῆς Συρίας ἀπῆρεν, ἐν δὲ τῇ Κιλικίᾳ τὸν βίον κατέλυσεν. οὐ γὰρ εἶχεν ἐπίκουρον ὃν ὁ πατὴρ αὐτῷ καταλέλοιπε, τῆς πατρῴας εὐσεβείας ἄσυλον οὐ φυλάξας τὸν κλῆρον. οὗ δὴ εἵνεκα πικρῶς ὠλοφύρετο τῆς πίστεως τὴν μετάθεσιν.

[*](15—18 vgl. Rufin. H. E. X 27. Socrat. ιι 47. Sozomen. V 1, G. Philostorg. VI)[*](* 4—10 Synax. 763, 10)[*](B A HN (n) + GS (s) = r L + FVR (v) = z Τ [bis 14])[*](1 ἂν > sv ι πάντες BT ι 2 κατὰ τὰυτὸν AHSz κατὰ ταυτὸ B κατ’ αὐτὸν NGT ι ὁ1 > s ι ἀπήγγειλαν s, renuntiasset Cass. ι 4 ὡσπερ ἔταξεν Α ι τὴν χεῖρα αὐτοῦ ~ Τ ι 5 μὴ δώῃ v μὴ δοῖεν A, reddere nollet Cass. ι μέντοι] μὲν οὑν B ι δεδειττόμενοσ AG ι 6 ἐπειδὴ] ἐπεὶ B ι 7 ἀναπτύξας] ἀνοίξας s ι ἀναπτύξας nach ἐκεῖνος ~ B ι vor ὁ + τὴν Α ι εἶδεν, εἶ aus η corr. Ae εἰ auf Rasur B ι 9 τέμνειν Τ ι τῶ χεῖρε τεμεῖν ~ A ι 10 μοχθηρίας] μανίασ s, pestis Cass. ι 15 χρόνον] καιρὸν rv ι ὡς] ὅτι B ι 11 ἀγείρει BL I 18 συριακῆσ AL ι 20 ἕνεκα B ι ὠλοφύρατο AL)
175

α΄. Περὶ τῆς Ἰουλιανοῦ

β΄. Ὅτι παιδόθεν ἐν εὐσεβείᾳ τραφεὶς ἐξώκειλεν εἰς ἀσέβειαν

γ΄. Ὁπως τὰ πρῶτα τὴν ἀσέβειαν κρύπτων ὕστερον ταύτην ἐγύμνωσεν.

δ΄. Περὶ τῆς ἐπανόδου τῶν ἐπισκόπων.

ε΄. Περὶ τῆς Παυλίνου χειροτονίας.

ἧ. ὅτι οὐ φιλανθρωπίᾳ χρώμενος ἀλλὰ φθόνῳ βαλλόμενος προφανῶς τοὺς εὐσεβεῖς οὐκ ἀνῄρει.

ζ΄. Ὁπόσα καὶ ὁποῖα κατὰ τῶν Χριστιανῶν ἐτόλμησαν Ἕλληνες παρ’ αὐτοῦ λαβόντες τὴν ἐξουσίαν.

η΄. Τίνα κατὰ τῶν Χριστιανῶν ἐνομοθέτησεν.

θ’. Περὶ τῆς τετάρτης ἐξορίας τοῦ ἁγίου Ἀθανασίου καὶ φυγῆς.

ι΄. Τὰ κατὰ τὸ Ἀπολλώνιον τὸ ἐν Δάφνῃ καὶ τὸν ἅγιον Βαβυλᾶν.

ια΄. Περὶ Θεοδώρου τοῦ ὁμολογητοῦ.

ιβ΄. Περὶ τῆς δημεύσεως τῶν ἱερῶν κειμηλίων καὶ τῆς τῶν σιτηρεσίων ἀφαιρέσεως.

ιγ΄. Τὰ κατὰ Ἰουλιανὸν τὸν θεῖον αὐτοῦ.

ιδ΄. Περὶ τοῦ υἱοῦ τοῦ ἱερέως.

ἴε. Περὶ Ἰοβεντίνου καὶ Μαξιμίνου τῶν μαρτύρων.

[*](B HN(n) + GS(s) = r FAL(y) VR (v))[*](1 τὰ κεφάλαια τοῦ y λόγου B τόδε περιέχει καὶ ὁ (+ παρὼν H) τῆς ἐκκλησιαστικῆσ ἱστορίας λόγος τρίτος τρίτος λόγος N) n τάδε περιέχει καὶ ὁ γ λόγος τόμος S) τῆς ἐκ. ἱστορίας s τάδε περιέχει ὁ ὁ > FR) τῆς ἐκ. ἷσ’. τόμος τρίτος v τάδε περιέχει τῆς θεοδωρήτου ἐκ. ἴσ’. τὸ τρίτον A > L ι 3 ὅτι] ὥς A ι 4 τὰ] τὰς B ι κατακρύπτων v ι ὕστερον ταύτην B ταύτην ὕστερον y ὕστερον αὐτὴν rv ι 6 περὶ — ἐπισκόπων Bm ι 8 προφανῶς > L ι 9 ἀνῆρεν FR 10/> ὁποῖα] ποῖα y οἷα S ι 12 τῶν > y ι ἐνομοθέτησαν BF ι 13 ἁγίου] μακαρίου Bsv ι vor φυγῆς + τῆς rn ι 14 τὸ Ἀπολλώνιον τὸ ἐν Δάφνῃ] τὸν ἐν δάφνη ἀπόλλωνα rv ι 16 σιτερεσίων B ι 18 αὐτοῦ] τοῦ βασιλέως καὶ τοὺς ἄλλουσ ἀσεβεῖς y ι 20 ἰουβεντίνου y ἰουβεντίου S ι μαξίμου Α ι τῶν + ἁγίων rv)
176

ις΄. Περὶ Βαλεντινιανοῦ τοῦ ὕστερον βασιλεύσαντος.

ιζ΄. Περὶ τῶν ἄλλων ὁμολογητῶν.

ιη΄. . Περὶ Ἀρτεμίου τοῦ δουκός.

ιθ΄. Περὶ Πουπλίας τῆς διακόνου καὶ τῆς κατὰ θεὸν αὐτῆς παρρησίας.

κ΄. Τὰ κατὰ Ἰουδαίους καὶ τὴν τῆς οἰκοδομίας ἐπιχείρησιν καὶ τἀς ἐπενεχθείσας αὐτοῖς θεηλάτους πληγάς.

κα. Περὶ τῆς κατὰ Περσῶν στρατείας.

κβ΄. Περὶ τῆς τοῦ πολιτευομένου τοῦ Βεροιαίου παρρησίας.

κί’ κγ΄. Περὶ τῆς τοῦ παιδαγωγοῦ προρρήσεως.

κδ΄. Περὶ τῆς τοῦ ἁγίου Ἰουλιανοῦ τοῦ μονάζοντος προφητείας.

κε΄. Περὶ τῆς ἐν Πέρσιδι γεγενημένης σφαγῆς Ἰουλιανοῦ τοῦ βασιλέως.

κς΄. Περὶ τῆς ἐν Κάρραις μετὰ τὴν ἀναίρεον αὐτοῦ φωραθείσης γοητείας.

κς΄. Περὶ τῶν ἐν τοῖς βασιλείοις Ἀντιοχείας εὑρεθεισῶν κεφαλῶν.

κη. Περὶ τῆς ἐν Ἀντιοχείᾳ πανδημεὶ γεγενημένης χορείας.

[*](B HN (n) + GS (s) = r AL (y) FVR(v))[*](1 vor ὕστερον + τὸ Α ι 4 αὐτῆς nach παρρησίας ~ n ι 5 οἰκοδομῆσ rv 8 τοῦ2 > rv ι βερροιαἰου y ι 9 προσρήσεως B ι 10 προφητείας] παρρησίασ y ι 11 γεγενημένης] γενομένης s > K ι σφαγῆς ἰουλιανοῦ τοῦ βασιλέωσ ny αὐτοῦ σφαγῆσ Bsv ι 12 κόραις n ι μετὰ τὴν ἀναίρεσιν αὐτοῦ > n)
177

Κωνστάντιος μὲν δὴ στένων καὶ ὀδυρόμενος ὑπεξῆλθε τὸν βίον ὅτι τῆς πατρῴας πίστεως παρετράπη· Ἰουλιανὸς δὲ ἀπὸ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν διαβαίνων ἐπύθετο τοῦ Κωνσταντίου τὴν τελευτὴν καὶ θαρρήσας, ὡς οὐδένα ἀντίπαλον ἔχων, τὴν βασιλείαν παρέλαβεν.

Οὐτος δέ, νέαν μὲν ἄγων τὴν ἡλικίαν σὺν Γάλλῳ τῷ ἀδελφῷ καὶ ἄνηβος ὢν ἔτι, τὴν τῆς εὐσεβοῦς διδασκαλίας εἷλκε θηλήν, καὶ μὲν δὴ καὶ γενόμενος γενόμενος καὶ ἔφηβος τῆς αὐτῆς μετελάγχανε· δείσας δὲ τὸν Κωνστάντιον (τοὺς γὰρ γένει προσήκοντας δειμαίνων τὰς τυραννίδας) τοῦ τῶν ἀναγνωστῶν ἠξιώθη χοροῦ καὶ τὰς ἱερὰς βίβλοις ἐν τοῖς ἐκκλησιαστικοῖς συλλογοις συλλόγοις ὑπανεγίνωσκε τῷ λαῷ. καὶ σηκὸν μαρτύρων ἐδομήσατο μέν, οὐ προσεδέξαντο δὲ οἱ μάρτυρες τὴν εἰς ἀσέβειαν αὐτοῦ παρατροπὴν προθεώμενοι· τῶν γὰρ δὴ θεμελίων τὸ τῆς ἐκείνου γνώμης μιμησαμένων ἀβέβαιον, πρὶν ἱερωθῆναι κατέπεσε. τὰ μὲν δὴ τῆς πρώτης ἡλικίας αὐτοῦ καὶ τῆς δευτέρας τοιαῦτα ἢν.

Ἐπειδὴ δὲ δὲ εἰς τὴν Ἑσπέραν ἀπαίρων Κωνστάντιος ἐκεῖσε γὰρ αὐτὸν εἷλκεν ὁ πρὸς Μαγνέντιον πόλεμος) Καίσαρα τῆς Ἑῴας τὸν [*](3/4 vgl. Gregor. Nazianz. Orat. XXI 26. Zonar. XIII 11, 12 S. 56, 3 — 7—16 vgl. Gregor. Naziacz. Orat. IV 23—26. Sozomen. V 2, 10 u. in 1, 20) [*](*10—13 Cass. VI) [*](B HN (n) + GS (s) = r AL (y) FVR (v)) [*](1 τόμοσ —2 ἱστορίας A τόμος τρίτος rLF λόγος y B > VR ι 3 ἁ am Rand HSS ι 4/5 ἀπὸ τῆς ἀσίας εἰσ’ τὴν εὐρώπην n ι ὁ εἰς] ἐπὶ B ι 7 β am Rand Bnj-v ι δέ BL > rAv ι μὲν νέαν ~ s ι μὲν > L ι 9 1 > s ι 10 vor γένει + πρὸ gestrichen A ι 11 vor τοῦ + καὶ v, übergeschrieben Ac, fehlt bei Cass. ι 12 συλλόγοις übergeschrieben Ac ι 14 αὐτοῦ παρατροπὴν προθεώμενοι] προτροπὴν θεόμενοι Β ι 16 τὰ] ταῦτα v ι 17 τοιαῦτα] ἐν τούτοισ A γρ. τοιαῦτα am Rand Ac ι 18 y am Rand y β s ι δὲ übergeschrieben Ac ι ὁ κωνστάντιοσ B ι 19 εἷλκεν] ἦγεν B εἷλκεν Bm)

178
Γάλλον ἀπέφηνεν, εὐσεβῆ τε ὄντα καὶ εἰς τέλος γε διαμείναντα, τὸ μὲν ὀνησιφόρον δέος Ἰουλιανὸς ἐσκέδασε τῆς ψυχῆς, θάρσος δὲ λαβὸν ὡς οὐκ ὤφελε , τῶν βασιλικῶν ἐπεθύμησε σκήπτρων.