Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

»Ἀντίγραφον τῶν γραφέντων ὑπὸ πάσης τῆς συνόδου Γεωργίῳ κατὰ [*]([κθ'])

  • >Ἀετίου διακόνου αὐτοῦ ἕνεκεν τῆς ἀθεμίτου αὐτοῦ
  • >Ἡ ἁγία σύνοδος ἡ ἐν Κωνσταντινουπόλει συνελθοῦσα
  • τιμιωτάτῳ ἐπισκόπῳ τῆς Ἀλεξανδρείας Γεωργίῳ χαίρειν.
  • >Τῆς ἐπ’ Ἀετίῳ γενομένης καταγνώσεως ὑπὸ τῆς συνόδου >τὰς ἀθεμίτους αὐτοῦ καὶ σκανδάλων γεμούσας λογογραφίας, τὸ >ἀκόλουθον τοῖς ἐκκλησιαστικοῖς κανόσιν ἐπ’ αὐτῷ ἆρα τῶν >σκόπων ἐπράχθη. καθῃρέθη γὰρ τῆς διακονίας καὶ ἠλλοτριώθη >ἐκκλησίας· καὶ παραινέσεις παρ’ ἡμῶν παρηκολούθησαν.

    μήτε εἰς >ἀνάγνωσιν ἔρχεσθαι τὰς ἀθεμίτους αὐτοῦ ἐπιστολάς, ῥιπτάζεσθαι >αὐτὰς διὰ τὸ ἄχρηστον καὶ ἀνωφελές. προστίθεμεν δὲ τούτοις >ἀναθεματίζεσθαι αὐτὸν ἐπιμείναντα τῇ αὐτῇ προθέσει μετὰ >συναινούντων αὐτῷ. τὸ μὲν οὑν ἀκόλουθον ἢν κοινῇ πάντας >συνελθόντας ἐν τῇ συνόδῳ ἐπισκόπους ἀποστυγεῖν τὸν >καὶ ταραχῶν καὶ σχισμάτων αἴτιον καὶ θρύλου τοῦ κατὰ τὴν οἰκουμένην >καὶ στάσεως πρὸς ἀλλήλας τῶί ἐκκλησιῶν , ὁμονοεῖν δὲ πρὸς >ἐξενεχθεῖσαν κατ’ αὐτοῦ ψῆφον.

    ἀλλὰ παρ’ εὐχὰς ἡμετέρας καὶ >προσδοκίαν πᾶσαν Σέρρας καὶ Στέφανος καὶ Ἡλιόδωρος καὶ >καὶ οἱ σὺν αὐτοῖς οὐ συνεψηφίσαντο ταῖς ἡμετέραις γνώμαις >συνυπογράψαι ταῖς περὶ αὐτοῦ ψήφοις ἐξενεχθείσαις >καίτοι τοῦ Σέρρα καὶ ἄλλην ἀλαζονίαν μανιώδη κατηγοροῦντος >προειρημένου Ἀετίου.