Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

οἱ δὲ τὰ μὲν πρῶτα εἰς ἀντιλογίαν καθίσταντο· ὕστερον δὲ τοῦ βασιλέως τὸν θυμὸν θεασάμενοι, δυσχεραίνοντες μέν, ἀπεκήρυξαν δὲ ὅμως ἅπερ ὁ Σιλβανὸς αὐτοῖς προὔτεινεν.

[*](* 5 — S. 162, 6 Corpus script. Chr. Orient, cur. Chabot. Scriptores Syri. Series tertia, t. IV S. 51 f (abgekürzt))[*](B A HN(n) + GS(s) = r L + FVR (v) = z T)[*](1 ἔφησε n | 2 καθιδὼν B | l ἐκεῖνος μὲν) οὕτως Τ* | ὁ ταῦτα] ἀυτὰ H | > εἶναι > rv | 7 συγγεγραφέναι B συγγεγραφηκέναι v | 8 εἰναι ἔλεγε ~ Τ | τοῦ] τὸ nv > G | γεγραμμένοις] γράμμασι n | 9 τὸ] τοῦ A καὶ V | εἶναι > s | τὴν ἔκθεσιν εἶναι ~ L | 10 > s | 12 πεισάτωσαν τωσαν T | ἡμᾶς πάντας ~ L | τἀυτὰ H | ἀναθεματίζειν B | 13 τοῖ· Ἀετίου τὸ] τὸ τοιοῦτον Τ | 15 15 πρόκλησιν πρόκλισιν πρόκλισιν Α πρόσκλησιν BT | ἐχαλέπαινεν BsT ὁ > AL | 17 οἰκείαν] ἰδίαν v | 23 λογίοις] λόγοισ’ BL | προκείμενα B | 24 ὁ BT //// A > rz | ἐπεψήφιζεν B ἐπεψήφισε σ auf Rasur Ac) A Theodoret.)
162

Ἐπέκειντο δὲ λοιπὸν σφοδρότερον, τοῦ ὁμοουσίου τὸν ἀναθεματισμὸν εἰσπραττόμενοι.

ἀλλὰ συλλογιστικῶς τε καὶ ἀληθῶς ὁ Σιλβανὸς πρός τε αὐτοὺς καὶ τὸν βασιλέα ἔφη· εἰ ἐξ οὐκ ὄντων οὐκ ἔστιν οὔτε κτίσμα οὔτε ἐξ ἑτέρας οὐσίας ὁ θεὸς λόγος, ὁμοούσιος ἄρα ἐστὶ τῷ γεγεννηκότι θεῶ. ὡς θεὸς ἐκ θεοῦ καὶ φῶς ἐκ φωτός, καὶ τὴν αὐτὴν ἔχει τῷ γεννήτορι φύσιν..

ἀλλὰ ταῦτα μὲν καὶ δυνατῶς καὶ ἀληθῶς εἰρήκει, ἐπείθετο δὲ τῶν παρόντων οὐδείς, ἀλλὰ βοή τε πολλὴ τῶν περὶ Εὐδόξιον καὶ Ἀκάκιον ἐγίνετο καὶ ὁ βασιλεὺς καὶ τῶν ἐκκλησιῶν ἐξελάσειν ἠπείλησεν. Ἐλεύσιος δὲ καὶ Σιλβανὸς σὺν τοῖς ἄλλοις καὶ αὐτὸν ἔφασαν ἐξουσίαν ἔχειν ἦς τιμωρίας μωρίας καὶ σφὰς αὐτοὺς τῆς εὐσεβείας ἢ δυσσεβείας· οὐ μὴν προφήσεσθαι τὴν πατρῴαν διδασκαλίαν. ὁ δὲ Κωνστάτιος.