Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

πρὸς τὸ διαπαῖξαι τοίνυν ταύτην, ἀφαιρεθεὶς τῶν φαρύγ- >γων τῶν ἐπικειμένων αὐτῷ ἀνδρῶν, ὑπ’ ἐμοὶ διάγειν κεκέλευσται >οὕτως ὡς ἐν αὐτῇ τῇ πόλει ἐν ᾗ διέτριβε πᾶσι τοῖς ἀναγκαίοις >ἐμπλεονάζειν, εἰ καὶ τὰ μάλιστα αὐτοῦ ἡ ἀοίδιμος ἀρετή, ταῖς θείαις >πεποιθυῖα βοηθείαις, καὶ τὰ τῆς τραχυτέρας τύχης ἄχθη ἐξουθενεῖ.

>τοιγαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλεστάτην ὑμῶν θεο- >σέβειαν ὁ δεσπότης ἡμῶν ὁ τῆς μακαρίας μνήμης Κωνσταντῖνος ὁ >παρασεβαστός, ὁ ἐμὸς πατήρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ >παρασχεῖν προῄρητο, ὅμως ἐπειδή, ἀνθρωπίνῳ κλήρω προληφθείς. >πρὸ τοῦ τὴν εὐχὴν πληρῶσαί ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν >προαίρεσιν τοῦ τῆς θείας μνήμης βασιλέως διαδεξάμενος πληρῶσαι.

>ὅστις ἐπειδὰν τῷ ὑμετέρας τύχῃ προσόψεως, ὅσης παρ’ ἐμοῦ αἰδοῦς >τετύχηκε γνώσεσθε. οὐ γὰρ θαυμαστὸν εἴ τι δἂν ὑπὲρ αὐτοῦ >πεποίηκα· καὶ γὰρ τὴν ἐμὴν ψυχὴν ἥ τε τοῦ ὑμετέρου πόθου εἰκὼν >καὶ τὸ τοῦ τηλικούτου ἀνδρὸς σχῆμα εἰς τοῦτο ἐκίνει καὶ προέτρεπεν. >ἡ θεία πρόνοια ὑμᾶς διαφυλάξει, ἀκελφοὶ.«

Μετὰ τούτων ὁ θεῖος Ἀθανάσιος ἀφίκετο τῶν γραμμάτων. πάντες δὲ αὐτὸν ἀσμένως ἀπέλαβον, καὶ ἀστοὶ καὶ χωρητικοί, καὶ —S 96, 4 vgl. Socrat. II 3, 5—6 Sozomen. IIl 2, 7 — — S. 96, 1 Gregor. Nazianz. Orat. XXI 29

[*](B A HN (n) + S = r L + FV (v) = z Τ [von 17 an])[*](1 διαπαῖξαι BrL Athan. Soor. Sozom. u. A, aber αῖ auf Rasur Ac διαπατάξαι v ι ἀφαιρεθεὶσ ArLFAthan. ἀφαιρεθείσησ V ἀφῃρέθην B ἀφῃρέθη Socr. Sozom. ι 2 nach ἀνδρών + καὶ Sozom. ι κεκέλευσται B κελευσθεὶς Socr., Athan. wie im Text ι 3 ὡς > Bn ι αὐτὴ Π ταύτῃ Athan. Socr. Sozom. ι 3/4 ἐπλεονάζειν ν übergeschrieben Ac) A ἐπιπλεονάζειν u, Athan. Socr. Sozom. wie im Text ι 4 ἡ > B ι θείαις > B ι 5 βοηθείαις πεποιθυῖα ~ B ι τύχης] ψυχῆσ S ι ἐξουθενήθη B ι 6 εἰ > B ι τὰ > An ι 6/7 θεοσέβειαν — ἡμῶν > B ι 8 σεβαστὸς nz Athan. Socr. Sozom. εὐσεβεὶσ B εὐσεβέστατοσ S θεοσεβέστατοσ A ι ὁ ἐμὸς > B ι τόπω > L ι 9 προείρητο AS προείρητο B ι προσλήψεις Bv ι 10 ἀνεπαύσατο — 11 πληρώσαι > S ι 12 ἐμοῦ übergeschrieben Ac ι 13 gn;vsesuai B ι αὐτοὺς B I 14 ἧ τε] εἴτε B ι 15 τὸ τοῦ τηλικούτου ἀνδρὸς σχῆμα L Athan. Socr. τὸ τηλικούτου ἀνδρὸς σχῆμα (πρόσχημα r) rv Sozom. τοῦ τηλικούτου ἀνδρὸς τὸ σχῆμα A τὰ τηλικούτων ἀνδρὸσ σχήματα B ι 16 ὑμὰς vor ἀδελφοὶ ~ n ι διαφυλάξει BA Athan. Cod. Par. διαφυλάξοι rz Sozom. (aber διαφυλάξει Cod. T) Socr. Cod. A διαφυλάξαι Socr. Codd. FCM ι ἀγαπητοὶ ἀδελφοί ~ SvAthan. Socr. Cod. A ι 17 γ am Rand Sz ι nach τούτων + οὖν Τ ι 18 αὐτὸν > L ι χωριτικοί n)
96

οἱ ὀλίγοι καὶ οἱ πολλοί, μόνους δὲ ἠνία τῆς Ἀρείου μανίας τοὺς θιασώτας ἐπανελθών. διὸ δὴ πάλιν τὰς οἰκείας ἐκίνησαν μηχανὰς Εὐσέβιός τε καὶ Θεογόνιος καὶ ὅσοι τῆς τούτων ὑπῆρχον συμμορίας, καὶ πάλιν τὰς τοῦ βασιλέως νέου γε ὄντος διώρυττον ἀκοάς, ἐρῶ δὲ καὶ ὅπως οὗτος ἐκ τῆς τῶν ἀποστολικῶν δογμάτων εὐθύτητος παρετράπη.

Κωνσταντία Λικιννίου μὲν ἐγεγόνει γαμετή, Κωνσταντίνου δὲ ἦν ἀδελφή. ταύτῃ τις πρεσβύτερος τὴν Ἀρειανικὴν εἰσδεξάμενος λώβην, συνήθης ἐγένετο. καὶ τὴν μὲν νόσον οὐ προφανῶς ἐδείκνυ, ουνεχῶς δὲ αὐτῇ προσδιαλεγόμενος ἔλεγε συκοφαντίαν ὑπομεμενηκέναι τὸν Ἄρειον.

ταύτην ὁ πανεύφημος Κωνσταντῖνος μετὰ τὴν τοῦ δυσσεβοῦς σεβοῦ ἀνδρὸς τελευτὴν παντοδαπῆς κηδεμονίας ἠξίου καὶ τῶν τῆς χηρείας ἀνιαρῶν πεῖραν οὐκ εἴα λαβεῖν, καὶ παρ᾿ αὐτὴν δὲ τὴν τελευτὴν παρῆν αὐτῇ τὴν ἁρμόττουσαν θεραπείαν προσφέρων.