Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

πρὸς τὸ διαπαῖξαι τοίνυν ταύτην, ἀφαιρεθεὶς τῶν φαρύγ- >γων τῶν ἐπικειμένων αὐτῷ ἀνδρῶν, ὑπ’ ἐμοὶ διάγειν κεκέλευσται >οὕτως ὡς ἐν αὐτῇ τῇ πόλει ἐν ᾗ διέτριβε πᾶσι τοῖς ἀναγκαίοις >ἐμπλεονάζειν, εἰ καὶ τὰ μάλιστα αὐτοῦ ἡ ἀοίδιμος ἀρετή, ταῖς θείαις >πεποιθυῖα βοηθείαις, καὶ τὰ τῆς τραχυτέρας τύχης ἄχθη ἐξουθενεῖ.

>τοιγαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλεστάτην ὑμῶν θεο- >σέβειαν ὁ δεσπότης ἡμῶν ὁ τῆς μακαρίας μνήμης Κωνσταντῖνος ὁ >παρασεβαστός, ὁ ἐμὸς πατήρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ >παρασχεῖν προῄρητο, ὅμως ἐπειδή, ἀνθρωπίνῳ κλήρω προληφθείς. >πρὸ τοῦ τὴν εὐχὴν πληρῶσαί ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν >προαίρεσιν τοῦ τῆς θείας μνήμης βασιλέως διαδεξάμενος πληρῶσαι.

>ὅστις ἐπειδὰν τῷ ὑμετέρας τύχῃ προσόψεως, ὅσης παρ’ ἐμοῦ αἰδοῦς >τετύχηκε γνώσεσθε. οὐ γὰρ θαυμαστὸν εἴ τι δἂν ὑπὲρ αὐτοῦ >πεποίηκα· καὶ γὰρ τὴν ἐμὴν ψυχὴν ἥ τε τοῦ ὑμετέρου πόθου εἰκὼν >καὶ τὸ τοῦ τηλικούτου ἀνδρὸς σχῆμα εἰς τοῦτο ἐκίνει καὶ προέτρεπεν. >ἡ θεία πρόνοια ὑμᾶς διαφυλάξει, ἀκελφοὶ.«