Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

εἰς γὰρ ἐπὶ >Ἀρίμηνον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων εἰς τὸ αὐτὸ πάντες >ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς >γνωρισθῇ καὶ οἱ τἀναντία φρονοῦντες ἔκδηλοι γένωνται. ὡς γὰρ ἐπὶ >πλεῖστον διασκοποῦντες εὑρήκαμεν, ἄριστον ἐφάνη τὴν πίστιν >ἔκπαλαι διαμένουσαν,

ἣν καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια καὶ >ἀπόστολοι διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν ἐκήρυξαν, τοῦ τῆς σῆς βασιλείας φρουροῦ καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατέχοντες φυλάξωμεν καὶ φυλάττοντες μέχρι τέλους διατη- >ρήσωμεν.

ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη τῶν ὀρθῶς καὶ δικαίω >ὡρισμένων τι μεταλλάξαι καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ >Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων· ὣν ἡ >σκαλία καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας >ἀκοάς τε καὶ διανοίας, ἥτις ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς αἱρέσεως ὑπῆρξε, δι’ ἧς οὐ μόνον αὕτη, ἀλλὰ καὶ αἱ λοιπαὶ αἱρέσεις >καθῃρέθησαν, ἐν ᾖ ὄντως καὶ τὸ προσθεῖναί τι σφαλερὸν καὶ >ἀφελέσθαι ἐπικίνδυνον ὑπάρχει, ὡς εἴπερ θάτερον γένοιτο, ἔσται >ἐχθροῖς ἄδεια τοῦ ποιεῖν ἅπερ βούλονται.

[*](1— S. 143, 6 bei Athanas. De synod. 10. Socrat. II 37, 54. Sozomen. IV vgl. Hilar. Fragm. VIII)[*](* 1— S. 143, 6 Cass. V)[*](A HN (n) + GS (s) = r B3L + FVR(v) = z T)[*](1 ιθ am Rand HSS ι 1/2 Ἐπιστολὴ — συνόδου > AV ι 3 ἔκ τε 3 Athan. Socr. ἐκ //// A ἐκ rLv Cass. ι τοῦ2 As ι 4 πάλαι /// Α ι γεγενῆσθαι πιστεύομεν rT Athan. Socr. πιστεύομεν γεγενῆσθαι z πιστεύομεν ACass. γενέσθαι πιστεύομεν Sozom. ι 5 πρὸς δύσιν πόλεων] πόλεων τῶν πρὸς δύσιν T ι εἰσ’ ArT Athan. Socr. ἐπὶ zSozoui. ι 6 ἐπισκοποῦντες Β3 ι 8 ἄριστον II Cass. ἀρεστὸν Athan. Socr. Sozom. placuit Hil. ι 11 σῆς1 > LV ι σῆσ2 ALCass. Athan. Socr. Sozom. Hil. > rB3vT ι 12 κατέχοντες] κατασχόντες S Athan. Socr. Sozom. ι 13 Λαὶ ἀθέμιτον > Lv ι ἐφάνη καὶ ἀθέμιτον ~ A, Cass. Athan. Socr. Sozom. -wie im Text ι 15 ὧν > ALFR ι 16 διῆλθόν L ι ἀνθρώπων] ἀνθρωπίνασ Τ ι 17 τε AAthan. Socr. Sozom. rzT Socr. Cod. A ι διανοίας καὶ ἀκοὰς ~ L μόνησ Τ 118 δι’ As ι αὕτη AvT TAthan. Codd. Par. Bas. Sozom. illa Cass. αὐτὴ rB3L ι τὸ1 A s ι vor σφαλερὸν + χαλεπὸν καὶ n, fehlt in Cass. Athan. Socr. Sozom. ι τὸ2 > Nv ι 20 ἔσται] εἶναι v ι 21 τοῦ] τοῦτο L ι ὅπερ Lv)
140

>Ὅθεν Οὐρσάκιός τε καὶ Οὐάλης, ἐπειδὴ μέτοχοί τε καὶ σύμφωνοι >τοῦ Ἀρειανοῦ δόγματος ἦσαν καθεστηκότες, τῆς ἡμετέρας >χωρισθέντες ἀπεφάνθησαν. ἦς ἵνα μετάσχωσιν, ἐφ’ οἷς ἑαυτοῖς >γνώκεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης >τυχεῖν, ὡς καὶ τὰ ἀντίγραφα τὰ ὑπ’ ἐκείνων γεγενημένα μαρτυρεῖ, δι’ >ὡν ἁπάντων φειδὼ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη