Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Λιβέριος δὲ εἶπεν αὐτῷ· »τὰς ἐκκλησίας τῆς οἰκουμένης ἠρήμωσας, καὶ ὡς καταδίκῳ ἐλεημοσύνην μοι προσφέρεις; ἄπελθε, πρῶτον γενοῦ Κριστιανός«. καὶ μετὰ τρεῖς ἡμέρας μηδὲν δεξάμενος ἐξωρίσθη.

Ὁ μὲν δὴ νικηφόρος τῆς ἀληθείας ἀγωνιστὴς τὴν Θρᾴκην ὡς προσετάχθη κατέλαβεν. δύο δὲ διεληλυθότων ἐτῶν ὁ μὲν Κωνστάντιος εἰς τὴν Ῥώμην ἀφίκετο· αἱ δὲ τῶν ἐν τέλει καὶ ἀξιωμάτων ὁμόζυγοι τοὺς ἄνδρας ἐλιπάρουν ἱκετεῦσαι τὸν Κωνστάντιον ἀποδοῦναι τὸν νομέα τῇ ποίμνῃ, φάσκουσαι εἰ μὴ πείσαιεν, αὐτοὺς μὲν καταλείψειν, πρὸς δὲ τὸν μέγαν ἐκεῖνον δραμεῖσθαι ποιμένα.

οἱ δὲ ἔφασαν δεδιέναι τὸν βασιλέως θυμόν· »ανδρας γὰρ ὄντας οὐδεμιᾶς ἴσως ἀξιώσει συγγνώμης, ὑμῖν δὲ ἀντιβολούσαις φειδοῦς δήπουθεν μεταδώσει καὶ δυοῖν θάτερον ἢ τὴν ἱκετηρίαν δέξεται, ἢ μὴ πειθόμενος ἀπαθεῖς ἀποπέμψει«. ταύτην δεξάμεναι τὴν εἰσήγησιν αἱ ἐξιέπαινοι γυναῖκες μετὰ τῆς συνήθους πολυτελείας προσῆλθον τῷ βα- [*](* 1—3 Synax. 927, 49 — 12—S. 137, 21 Cass. V 18 — 13—S. Polydeukes 344, 18) [*](Α HN (n) + GS (s) = r B2L + FVR (v) = z Τ) [*](1 δὲ B2TΣ ausradiert A > rLvCass. ι αὐτῷ nach Οολοκοτίνους ~ A 1/2 ὁλοκοτίνουσ ArB2FRmT χρυσίνουσ LVRSynax. am Rand Ac ι 2 προσκομίσαντι] προκομίσαντι Β2 κομίσαντι ASozom. IV 11, 10 deferenti Cass. ι 3 γὰρ As ι 4 αὐτῷ τὰ αὐτά] αὐτὰ τῶ αὐτῶ r ι 5 αὐτῶν = Σ > Β2Cass. ι 6 ὁ βασιλεὺς vor χρείαν ~ Β2Cass. Σ ι ἔχει sB2 ι 7 αὐτῶν1] τούτων Β2 ι 8 προσφέρει ~ T, obtulit ei Cass. ι 9 αὐτοὶ εἶπεν ~ sB2LFR ι καὶ Ac ι 10 ἐλεημοσύνην Am 12 ιζ am Rand HSS ι 13 προτετάχθη Β2 ι 14 ἀξιωμάτων XNsz ἀξιωματικῶν T ἀξιώμασιν K senatorum Cass. συγκλητικῶν Σ, man erwartet ἀξιωτάτων wie in den ähnlichen Fällen, s. Register ι 15 = Cass. Σ] ἐκλιπαροῦσαι παρεκάλουν B2 ι 16 εἰ] ὡσ εἰ Τ ι πείσοιεν r πείσειεν L ι 17 καταλεῖψαι rL καταλιπεῖν T ι μέγα Τ ι διαδραμεῖσθαι r ι 18 τὸν βασιλέως θυμόν = Σ > r ι θυμόν //// A ι 20 δυεῖν A ἱκετείαν A ι δέξηται AsB2FR ι 21 ἐκπέμψει Τ 1 ταύτην = Cass.] ταύτην δὲ Τ)

137
σιλεῖ, ὅπως περιφανεῖς ἐκ τῆς ἐσθῆτος ὑπολαβὼν αἰδοῦς αὐτὰς καὶ φειδοῦς ἀξιώσῃ.

οὕτω δὲ προσελθοῦσαι ἱκέτευον οἰκτεῖραι πόλιν τοσαύτην ποιμένος ἐστερημένην καὶ ταῖς τῶν λύκων ἐπιβουλαῖς εὐάλωτον γενομένην. ὁ δὲ ἔφη μὴ δεῖσθαι νομέως ἑτέρου τὴν πόλιν, ποιμένα δὲ ἔχειν προμηθεῖσθαι δυνάμενον. καὶ γὰρ ἐκεχειροτόνητο μετὰ τὸν μέγαν Λιβέριον τῶν διακόνων τις τῶν ἐκείνου (Φίλιξ τούτῳ ἢν), ὃς τὴν μὲν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν ἄσυλον διεφύλαττε, τοῖς δέ γε διαφθείρουσι ταύτην ἀδεῶς ἐκοινώνει.