Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

εἰσεiήλυθε δὲ καὶ αὐτὸς ἔσχατος σὺν ὀλίγοις, ἀξιέπαινον μὲν ἔχων τὸ μέγεθος, ἀξιάγαστον δὲ τὴν ὥραν, θαυμασιωτέραν δὲ τὴν τοῖς μετώποις ἐπικαθημένην αἰδῶ. [*](1/2 Gal. 6, 17 —2 —6 Theodoret. Relig. Historia 1 PG 82, 1300 Bf. 6—10 vgl. Synax. 337, 55—339, 35 —11 —13 vgl. Sozomen. 1, 10. X 4. Socrat. I 11, 1—2 —15 —17 Theodoret. Relig. Historia ebds. 1300 18— S. 32, 3 Euseb. Vit. Const. III 10. vgl. Sozomen. ι 19, 1—2) [*](* 2—14 Cass. ιι 1 [= Τ] —14 —S. 33, 17 Cass. II 5 [= T] —18 — Georg. Mon. 503, 16 —18 — S. 33, 5 Niceph. H. E. VIII 16—18) [*](A HN (n) GS (s) DL + FV ( v) = z T [von 2 Ἰάκωβος an]) [*](1 nach κυρίου + ἡμῶν n ι 2 μὲν > Τ ι 4 καὶ1 > TCass. ι τοῖς] ἐν τοῖσ’ A ι nach ἄλλα + δὲ T ι5 ἅ] καὶ A ι 5 /6 ἃ πάλιν ἐνθεῖναι τῆ συγγραφῆ περιττὸν ἡγοῦμαι ~ n ι 6 ἐν > A ι Ἱστορίᾳ vor ταῦτα ~ L 8 λικινίου s ι παραπέλαυσε LvT ι 9 αὐταῖς AsT αὐταῖν nz ι 14 ἠθροισμένον sLvT ι δ’) γὰρ Τ, itaqtie Cass. ι ἄμοιρος ὅμως ~ A ι ὅμως > DT Cass. ι 18 μέγιστον + τὸν Τ ι 19 ὁ βασιλεῖς CjzXo ι μάλα T ι 20 ἀποχρώντωσ ANGD ἀποχρῶντας SLvTAc ἀποχρῶντα H quae suffieerent Cass. 21 τὴν > A)

32
θρόνου δὲ σμικροῦ τεθέντος ἐν μέσῳ κεκάθικεν, ἐπιτρέψαι τοῦτο τοὺς ἐπισκόπους αἰτήσας· σὺν αὐτῶ, δὲ καὶ ἅπας ὁ θεῖος ἐκεῖνος ἐκαθέσθη χορός.

παραυτίκα δὲ πρῶτος ὁ μέγας Εὐστάθιος, ὁ ἦς Ἀντιοχέων ἐκκλησίας τὴν προεδρίαν λαχών Φιλογόνιος γὰρ, οὑ πρόσθεν ἐμνήσθην, εἰς τὸν ἀμείνω μεταβεβήκει βίον, τοῦτον δὲ ἄκοντα ποιμαίνειν ἀντ’ ἐκείνου τὴν ἐκκλησίαν ἐκείνην ψήφῳ κοινῇ καταηνάγκασαν ἀρχιερεῖς τε καὶ ἱερεῖς καὶ πᾶς ὁ λαὸς ὁ φιλόχριστος), οὕτος τοῖ, ἄνθεσι τῶν ἐγκωμίων τὴν βασιλέως ἐστεφάνωσε κεφαλὴν καὶ τὴν περὶ τὰ θεῖα σπουδὴν εὐλογίαις ἠμείψατο.

παυσαμένου δὲ τούτου, βασιλεὺς ὁ πανεύφημος τοὺς περὶ τῆς ὁμονοίας τε καὶ συμφωνίας προσενήνοχε λόγους, τῆς τε τῶν τυράννων ἐκείνων ἀναμιμνήσκων ὠμότητος καὶ τῆς ἐπ᾿ αὐτοῦ θεόθεν παρασχεθείσης ἐντιμοτάτης εἰρήνης, καὶ ὡς δεινὸν εἴη καὶ ἄγαν δεινόν, τῶν πολεμίνων καταλυθέντων καὶ μηδενὸς ἀντιτείνειν τολμῶντος ἀλλήλους βάλλειν καὶ τοῖς δυσμενέσιν ἡδονὴν καὶ γέλωτα προξενεῖν, ἄλλως τε καὶ περὶ θείων διαλεγομένους πραγμάτων καὶ τοῦ παναγίου πνεύπατος τὴν διδασκαλίαν ἀνάγραπτον ἔχοντας.

»εὐαγγελικαὶ γάρ«, φησί, βίβλοι καὶ ἀποστολικαὶ καὶ τῶν παλαιῶν προφητῶν τί θεσπίσματα σαφῶς ἡμᾶς ἃ χρὴ περὶ τοῦ θείου φρονεῖν ἐκπαιδεύουσι. τὴν πολεμοποιὸν οὖν ἀπελάσαντες ἔριν, ἐκ τῶν θεοπνεύστων λόγων λάβωμεν τῶν ζητουμένων τὴν λύσιν«.

Ταῦτα καὶ τὰ τούτοις παραπλήσια, οἶα δὴ παῖς φιλοπάτωρ, τοῖς ἱερεῦσιν ὡς πατράσι προσέφερε, τῶν ἀποστολικῶν δογμάτων τὴν συμφωνίαν πραγματευόμενος. τῆς δὲ συνόδου τὸ μὲν πλεῖστον τοῖς λεγομένοις ἐπείθετο καὶ τήν τε πρὸς ἀλλήλους ὁμόνοιαν τήν τε τῶν δογμάτων ὑγείαν ἠσπάζετο·

ὀλίγοι δέ τινες, ὧν καὶ πρόσθεν ἐμνήσθην, καὶ πρὸς ἐκείνοις Μηνόφαντος ὁ Ἐφέσιος καὶ ὁ Σκυθοπολίτης Πατρό- [*](5 oben S. 7, 18. 27, 12 —8 —21 vgl. Euseb. Vit. Const. III 11—12. ι 19, 2 —4 — 8 vgl. Th. loannes, Mnemeia Hagiologika S. 204, 24. Baronius Annal. a. 325, 55 — 26 oben S. 27, 8) [*](* 3—9 Nicetas Thesaur. V 7 PG 139, 1367 B —3 23 S. 204, 19 —8 —11 Georg. Mon. 504, 5 —12 — S. 33, 5 Gelas. Cyzic. Ende) —27 — S. 33, 13 Theophan. 22, 3. Polydeukes 280 Α HN(n) GS(s) DL + FV (v) = z T) [*](1 κεκάθικεν ALV κεκάθηκεν nsDFT ι nach ἐπιτρέψαι + οἱ DL sibi Cass. ι2 πᾶσ’ Τ ι ἐκεῖνο· ὀ θεῖος ~ sDLFT, sanctissimus ille Cass. ι 3 = Mnem. Cass. > DT ι 5 μεταβέβηκε Lv ι 6 ἀντ’ ἐκείνου ποιμαίνειν ~ nsz 6/7 κατηνέγκασαν Τ ι 7 ἅπασ’ ὁ λεὼς A ι 9 nach ἠμείψατο + μετὰ τοῦτον δὲ πάλιν εὐσεβίος ὦ ἐπίκλην παμφίλου T* = Cass. ι 9 /10 παυσαμένων δὲ τούτων Τ* = Cass. ι 26 ὑγίειά LF ι 27 nach ἐκείνοις + μὲν ANS)

33
φίλος Θεογόνιός τε Νικαίας αὐτῆς ἐπίσκοπος ὢν καὶ ὁ Νερωνιάδος Νάρκισσος (Κιλικίας δὲ τῆς δευτέρας ἡ Νερωνιάς ἐστι πόλις ἣν Εἰρηνούπολιν ἀνομάζομεν), καὶ μετὰ τούτων Θεωνᾶς ὁ Μαρμαρικῆς καὶ ὁ Πτολεμαίδος τῆς Αἰγυπτίας Σεκοῦνδος τοῖς ἀποστολικοῖς ἀντέλεγον δόγμασιν, Ἀρείῳ συνηγοροῦντες.

ὑπαγορεύσαντες δὲ καὶ πίστεως διδασκαλίαν ἐπέδοσαν τῷ κοινῷ· ἣν ἀναγνωσθεῖσαν εὐθέως διέρρηξαν ἅπαντες, νόθον καὶ κίβδηλον ὀνομάσαντες. θορύβου δὲ πλείστου κατ’ αὐτῶν γενομένου καὶ πάντων προδοσίαν αὐτῶν τῆς εὐσεβείας κατηγορούντων δείσαντες ἐξανέστησαν καὶ πρῶτοι τὸν Ἄρειον ἀπεδήρυξαν, πλὴν Σεκούνδου καὶ Θεωνᾶ.

οὕτω δὲ τοῦ δυσσεβοῦς ἐκποδὼν γενομένου, συμφώνως ἅπαντες τὴν μέχρι καὶ νῦν ἐν ταῖς ἐκκλησίαις πολιτευομένην πίστιν ὑπαγορεύσαντες καὶ ταῖς ὑπογραφαῖς βεβαιώσαντες διέλυσαν τὸ συνέδριον.

Ὑπούλως μέντοι καὶ οὐκ εἰλικρινῶς οἱ προρρηθέντες τῇδε τῇ πίστει συνέθεντο.

καὶ μαρτυρεῖ τά τε ὕστερον παρ’ αὐτῶν τυρευθέντα κατὰ τῶν τῆς εὐσεβείας προμάχων καὶ τὰ παρ’ αὐτῶν ἐκείνων περὶ αὐτῶν συγγραφέντα.

Εὐοτάθιος μὲν γὰρ ἐκεῖνος ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος, οὗ καὶ πρόσθεν ἐμνήσθην, ταῦτα περὶ αὐτῶν ἔγραψε, τά τε γεγενημένα διδάσκων καὶ τὴν βλασφημίαν ἐλέγχων καὶ τὴν παροιμιακὴν ἑρμηνεύων ῥῆσιν· »κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αύτοῦ«.

Ἔλεγχος τῶν Ἀρειανιξόντων ἐκ τῶν Εὐσταθίου τοῦ

  • μεγάλου καὶ Ἀθανασίου συγγραμμάτων.
  • »Βαδιοῦμαι δὲ ἐντεῦθεν ἤδη καὶ ἐπὶ τὰ πεπραγμένα. τί οὖν; >ἐπειδὴ διὰ ταῦτα σύνοδος εἰς τὴν Νικαέων ἀφικνεῖται μεγίστη, [*](18 oben S. 32, 3 — 20 Prov. 8, 22) [*](*4 —10 Nicetas Thesaur. V 7 PG 139, 1368 B —17 — S. 38, 1 Niceph. H. VIII 20—21 —17 —S. 34, 24 Cass. II 6 [= T]) [*](A HN (n) GS (s) DL + FV (v) = z T W [von 23 an]) [*](1 θεόγνιόσ τε Τ Tlieognius Cass. Cod. L Theogenius Cod. P ι ὥν ausradiert A ι 3 nach Θεωνᾶς + τε A ι μαρμαρικῆς TNic. Theophan. Marmaricenus Cass. μαρμαρίτησ AnzGel. μαρμαρίτη s τοῦ μαρμαρίτησ Cod. Polyd. 4 αἰγυπτίων n ι 6 ἐπέδωκαν AS ι εὐθὺς Τ ι 8 πάντων = Cass. Nicet. > A 12 πολιτευομένην ἐν ταῖς ἐκκλησίαις ~ sz ι 14 nach εἰλικρινῶς + ὡς s τῇδε > Τ Cass. ι 16 περὶ αὐτῶν > TCass. ι 17 Εὐστάθιος: ηݲ am Rand Lv 18 οὗ καὶ πρόσθεν ἐμνήσθην vor ὁ τῆς o-- s, Cass. wie im Text ι ἔγραψαν T τε > sTCass. ι 19 ἑρμηνεύων AnT ἑρμηνεύει Nie. σαφηνίζων sz ι 20 ῥῆσιν szT Cass. Nic. ῥῆσιν τὴν φάσκουσαν An ι εἰσ’ ἔργα αὐτοῦ am Rand Ac 21 Ἔλεγχος — 22 συγγραμμάτων nur in AD εὐσταθίου ἀντιοχείασ A m ι 23 ηݲ am Rand Ans ι βαδιῶ TW ι δὲ > L)

    34
    >διακοσίων μήτι γε καὶ ἑβδομήκοντα τὸν ἀριθμὸν ὁμόσε συναχθέντων τὸ γὰρ σαφὲς διὰ τὸν τῆς πολυανδρίας ὄχλον οὐχ οἰός τέ εἰμι γράφειν, ἐπειδὴ μὴ πάντη τοῦτο περισπουδάστως ἀνίχνευον), ὡς δὲ ἐξητεῖτο τῆς πίστεως ὁ τρόπος, ἐναργὴς μὲν ἔλεγχος τὸ γράμμα τῆς >Εὐσεβίου προὐβάλλετο βλασφημίας.

    ἐπὶ πάντων δὲ ἀναγνωσθέν, >αὐτίκα συμφορὰν μὲν ἀστάθμητον τῆς ἐκτροπῆς ἕνεκα τοῖς αὐτη- >κόοις προὐξένει, αἰσχύνην δ’ ἀνήκεστον τῷ γράψαντι παρεῖχεν.

    >ἐπειδὴ δὲ τὸ ἐργαστήριον τῶν ἀμφὶ τὸν Εὐσέβιον σαφῶς ἑάλω, τοῦ >παρανόμου γράμματος διαρραγέντος ὑπ’ ὄψει πάντων ὁμοῦ, τινὲς >ἐκ συσκευῆς, τοὔνομα προβαλλόμενοι τῆς εἰρήνης, κατεσίγησαν μὲν >ἅπαντας τοὺς ἄριστα λέγειν εἰωθότας. οἱ δ᾿ Ἀρειομανῖται, δείσαντες >μή πη ἄρα τοσαύτης ἐν ταὐτῷ συνόδου συγκεκροτημένης ἐξοστρακι- >σθεῖεν, ἀναθεματίζουσι μὲν προπηδήσαντες τὸ ἀπηγορευμένον δόγμα, >συμφώνοις γράμμασιν ὑπογράψαντες αὐτοχειρί.

    τῶν δὲ προεδριῶν >διὰ πλείστης ὅσης περιδρομῆς κρατήσαντες, δέον αὐτοὺς ὑπόπτωσιν >λαμβάνειν, τοτὲ μὲν λεληθότως, τοτὲ δὲ προφανῶς τὰς ἀποψηφι- >σθείσας πρεσβεύουσι δόξας, διαφόροις ἐπιβουλεύοντες τοῖς ἐλέγχοις. >βουλόμενοι δὲ δὴ παγιῶσαι τὰ ζιζανιώδη φυτουργήματα, δεδοίκασι >τοὺς ἐπιγνώμονας ἐκκλίνουσι τοὺς ἐφόρους καὶ ταύτῃ τοὺς τῆς >εὐσεβείας κήρυκας ἐκπολεμοῦσιν.