Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

>φύσει. καὶ γὰρ καὶ ἐπ’ ἀνθρώπων φησίν· υἱοὺς ἐγέννησα καὶ >ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν«, καὶ θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες‘, καὶ ἐν ἑτέροις· »τίς«, φησί, »ὁ τετοκὼς βω- >λους δρόσου;« οὐ τὴν φύσιν ἐκ τῆς φύσεως διηγούμενος, ἀλλὰ >τὴν ἐφ’ ἑκάστῳ τῶν γενομένων ἐκ τοῦ βουλήματος αὐτοῦ γένεσιν. >οὐδὲν γάρ ἐστιν ἐκ τῆς οὐσίας αὐτοῦ, πάντα δὲ βουλήματι αὐτοῦ >γενόμενα ἕκαστον, ὡς καὶ ἐγένετο, ἐστίν.

ὁ μὲν γὰρ θεός τὰ δὲ >πρὸς ὁμοιότητα αὐτοῦ λόγῳ ὅμοια ἐσόμενα, τὰ δὲ καθ’ ἑκουσιασμὸν >γενόμενα· τὰ δὲ πάντα δι’ αὐτοῦ ὑπὸ τοῦ θεοῦ γενόμενα, πάντα δὲ >ἐκ τοῦ θεοῦ. ἅπερ λαβὼν καὶ ἐξεργασάμενος κατὰ τὴν προσοῦσάν >σοι θεόθεν χάριν, γράψαι τῷ δεσπότῃ μου Ἀλεξάνδρῳ σπούδασον· >πεπίστευδα γὰρ ὡς εἰ γράψειας αὐτῷ, ἐντρέψειας αὐτόν. πρόσειπε >πάντας τοὺς ἐν κυρίῳ. ἐρρωμένον σε καὶ ὑπὲρ ἡμῶν εὐχόμενον ἡ θεία χάρις διαφυλάττοι, δέσποτα.«