Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

πολλῶν δὲ εἰρηκότων ἀκριβῶς εἰδέναι τὸν ἄνδρα, ἐκέλευσε τοῦτον ἀχθῆναι. καὶ πάλιν ἤρετο εἰ οὖτος ἐκεῖνος εἴη Ἀρσένιος, ὁ παρ᾿ ἐμοῦ μὲν ἀνῃρημένος, παρὰ δὲ τούτων ἐπιζητούμενος, μετὰ σφαγὴν δὲ ὑβρισμένος καὶ τῆς δεξιᾶς [*](19—S. 87, 4 vgl. Socrat. I 29, 5–9) [*](B A HN(n) GS(s) DL + FV(v) =z) [*](1 ἀναίδη v B ἀνέδην HS | ἐπαγγέλλεσθαι Α in ἐπηγγέλθαι über der Zeile corr. A c ἐπαγγέλεσθαι Gel. | 3 μὲν > ns | 8 εἰσελήλυθα ΒΑ Gel. ἐλήλυθα naz | 9 καὶ τῷ—10 λέγουσα am Rand A c | 10 δεικνύουσα Β |11 ἐγύμνωσας = Gel.] ἀπεγύμνωσασ Β |13 συντεθηκότων BG | 16 οἱ δὲ ναὶ ἐβόων Β |18 δικάσει = Gel.] δικάσαι Α |19 ὑπέδειξαν—20 τεταριχευμένην > s | 22 ψεῦδος = Gel.] ψευδέσ Β | μόλισ nsz Gel. und (λισ auf Rasur Ac) A μόγεισ Β |23 βραχέας ΑG |24 εἴη—εἰρηκότων] εἶ εἰδὼσ τὸν ἀρσένιον τῶν δὲ S εἰηρηκότων G | 27 τούτων ἐπιξητούμενος μετά σφαγὴν δὲ Α τούτων μετὰ σφαγὴν Bnsz Gel.)

87
Η ἐστερημένος. συνομολογησάντων δὲ αὐτὸν εἶναι, τῆς ἐφεστρίδος αὐτὸν γυμνώσας ὁ Ἀθανάσιος ὑπέδειξεν ἄμφω τὼ χεῖρε καὶ τὴν δεξιὰν καὶ τὴν εὐώνυμον.

»ἄλλην δέ«, ἔφη, ζητείτω μηδείς δύο γὰρ ἀνθρώπων ἕκαστος παρὰ τοῦ ποιητοῦ τῶν ὅλων ἐδέξατο χεῖρας«. ἀλλὰ καὶ τούτων οὕτω δειχθέντων, καταδύεσθαι δέον τοὺς κατηγοροῦντας καὶ τῶν δικαζόντων τοὺς συνειδότας καὶ εὔχεσθαι χῆναι σφίσι τὴν γῆν, θορύβου καὶ στάσεως ἐνέπλησαν τὸ συνέδριον, γόητα καλοῦντες τὸν Ἀθανάσιον καί τισι μαγγανείαις ἐξαπατᾶν αὐτὸν λέγοντες τῶν ἀνθρώπων τὰς ὄψεις.

καὶ διασπᾶν ἐπεχείρουν καὶ κατασφάττειν οἱ τῷ μιαιφονίας πρὸ βραχέος κατηγοροῦντες ἀλλ’ οἱ παρὰ βασιλέως τὴν τῆς εὐταξίας πρόνοιαν πιστευθέντες τὸν φόνον ἐκώλυσαν.

ἐξαρπάσαντες γὰρ τὸν νικηφόρον καὶ σκάφους ἐπιβῆναι παρασκευάσαντες, τὴν σωτηρίαν προὐξένησαν.

Καὶ οὕτος μὲν τὸν βασιλέα καταλαβὼν πᾶσαν τὴν τολμηθεῖσαν ἐδίδαξε τραγῳδίαν· ἐκεῖνοι δὲ εἰς τὸν Μαρεώτην τῶν ὁμογνωμόνων τινὰς ἐπισκόπους ἀπέστειλαν· Θεογόνιόν φημι τὸν Νικαίας καὶ θεόδωρον τὸν Περίνθιον καὶ Μάριν τὸν Χαλκηδόνιον καὶ τὸν Κίλικα Νάρκισσον καὶ τοὺς τούτων ὁμόφρονας.

ὁ δὲ Μαρεώτης χώρα τίς ἐστιν Ἀλεξανδρείας, τῆς λίμνης Μάριας ἐπώνυμος. ἐν ταύτῃ τὸ ψεῦδος ὑφήναντες καί τινα ὑπομνήματα διαπλάσαντες καὶ τὰς γυμνω- θείσας συκοφαντίας ὡς ἀληθεῖς συνθέντες κατηγορίας, ἀπέστειλαν βασιλεῖ.