Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἀλλὰ πρῶτον μὲν ἐν Αἰγύπτῳ καὶ Θηβαΐδι δῆλος γέγονεν ὅτι ζῇ, ἔπειτα δὲ αὐτὸν εἰς τὴν Τυρὸν ἤγαγεν ἔνθα ἡ τραγῳδουμένη χεὶρ ἐπὶ τῶν κριτῶν προεφέρετο. τοῦτον οἱ Ἀθανασίου θηρεύσαντες σύνοικοι ἤγαγόν τε καὶ ἐν τῇ καταγωγῇ τέως λαθεῖν ἠνάγκασαν· αὐτὸς δὲ ὁ μέγας Ἀθανάσιος ὑπὸ τὴν ἕω κατέ- λαβε τὸ συνέδριον.

καὶ Πρῶτον μὲν γύναιον εἰσήγαγον ἀκολασίᾳ [*](11 — 22 vgl. Rufin. H. E. X 17—18, 983, 3—16. Socrat. I 27 Π23. Athanas. Apol. c. Arian. 63, 65, 67 — 22 — S. 87, 13 vgl. Rufin. H. Ε X 18, 984, —985 14. Vit. Athanas. 13—14 PG 25 CXCVl f. Photius (258) 6—7 CCXVI A f. Symeon. Vit. Athanas. 7—8. Sozomen. II 25, 814. Corpus Script. Chr. Orient, cur. Chabot. Scriptores Syri. Series tertia, t. IV, S. 50 u. 149) [*](* 5—10 Gelas. Cyzic. III 17, 151b, 18 — — S. 88, 9 ebd. 151 b, 38 — 22—S. S. 86, 20 Polydeukes 300, 20) [*](B A HN(n) GS(s) DL + FV(v) = z T [bis 4 ἀγαπητο]) [*](1 ἐπινοῆσθαι Τ ι 2 ἐμὰς = Gel. Eus.] ἐμαυτοῦ L ι 3 ἀποδόντες = Gel. Eus.] ἀποδιδόντες B ι 4 προξενίσητε Α ι ὁ θεὸς ὑμᾶς διαφυλάττοι > T 5 X am Rand HSS ι συναλισθέντων HsLv übergeschrieben Ae συναυλισθέντων BND συναθροισθέντων A ι 7 ἀσκληπάσ BA ι 9 συγγράψασθαι n ι 11 μέλε· τίου nsF ι κανονικῶν A ι 12 πλεῖον B ι 13 χεῖραν A ι σώματος > B ι 14 ἐν übergeschrieben Ac ι 16 πάντας A ι 20 τε übergeschrieben Ae ι 20/21 λαθεῖν τέως ~ A)

86
συνεζηκός. ἡ δὲ ἀναίδην ἐβόα, παρθενίαν μὲν ἐπηγγέλθαι λεγυσα, τὸν δὲ Ἀθανάσιον ἐπιξενωθέντα βιάσασθαι καὶ ἄκουσαν διαφθεῖραι. τούτων ὑπ᾿ ἐκείνης εἰρημένων, εἰσῆλθε μὲν ὁ κατηγορούμενος. συνῆν δὲ αὐτῷ καὶ πρεσβύτερος ἀξιέπαινος. Τιμόθεος τούτῳ ὄνομα ἦν.

Τῶν δὲ δικαστῶν ἀπολογήσασθαι πρὸς τὴν γραφὴν προστεταχότων τὸν Ἀθανάσιον, ὁ μὲν ἐσίγησεν, ὡς δῆθεν οὐκ ὤν Ἀθανάσιος. ὁ δὲ Τιμόθεος ἔφη πρὸς τὴν γυναῖκα. »ἐμώ σοι, ὦ γύναι, συνέτυχον πώποτε, εἰς δὲ τὴν σὴν εἰσελήλυθα οἰκίαν;« ἡ δὲ ἀναιδέστερον ἐβόα, τῷ Τιμοθέῳ διαμαχομένη καὶ τὴν χεῖρα ἐξάγουσα καὶ τῷ δακτύλῳ δεικνῦσα καὶ λέγουσα· »σύ μου τὴν παρθενίαν ἀφείλου, σύ με τῆς σωφροσύνης ἐγύμνωνσας« καὶ τἄλλα ὅσα λέγειν εἰώθασιν αἱ δι᾿ ἀκολασίας ὑπερβολὴν οὐκ ἔχουσαι τὴν αἰδῶ.

οὕτω δὴ τῶν τὸ δρᾶμα συντεθεικότων καταισχυνθέντων, ἐρυθριασάντων δὲ καὶ τῶν δικαστῶν ὅσοι συνίστορες ἦσαν, ἐξήγετο ἡ γυνή. τότε δὴ ὁ μέγας Ἀθανάσιος ἔλεγε μὴ χρῆναι ἀφεθῆναι τὸ γύναιον, ἀλλ’ἐξετάσαι καὶ μαθεῖν τὸν ταῦτα συντεθεικότα. οἱ δὲ ἐβόων ἕτερα εἶναι κατηγορήματα [*](6) χαλεπώτερα, οὐδαμῶς τέχνῃ τινὶ καὶ δεινότητι διαλυθῆναι δυνάμενα. ὄψις γάρ, οὐκ ἀκοή, δικάσει τοῖς δεικνυμένοις. ταῦτα εἰπόντες τὴν πολυθρύλητον ἐκείνην ὑπέδειξαν λάρνακα καὶ τὴν τεταριχευμένην ἐγύμνωσαν χεῖρα.