Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἀλλ᾿ οὐδὲ οὕτως οἱ δυσσεβεῖς ἐνετράπησαν, ἀλλ’ ἕτερον ἐξύφηναν δρᾶμα, ᾧ προσόμοιον οὐδεὶς τῶν πάλαι γεγενημένων τραγῳδοποιῶν ἢ κωμῳδοποιῶν διέπλασε πώποτε. κατηγόρους γὰρ πάλιν ἐκ τῆς αὐτῆς συμμορίας μισθωσάμενοι προσάγουσι βασιλεῖ, βοῶντας άνοσιουργίας ἀρρήτους τετολμηκέναι πολλὰς τὸν τῆς ἀρετῆς ἀθλητήν.

ἡγεῖτο δὲ τούτων Εὐσέβιός τε καὶ Θεογόνιος καὶ Θεόδωρος ὁ Περίνσιος (Ἡράκλειαν δὲ νυνὶ τὴν Πέρινθον ὀνομάζουσιν), οὐκ ἀνεκτὰ ταῦτα εἶναι λέγοντες οὐδὲ ἀκοαῖς φορητά. πείθουσι δὴ οὖν τὸν βασιλέα σύνοδον ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἀθροῖσαι, ἔνθα δὴ πλείους ἦσαν οἱ δυσμενεῖς κἀκεῖσε κριθῆναι κελεῦσαι τὸν Ἀθανάσιον. πεισθεὶς δὲ ὡς ἱερεῦσιν ὁ βασιλεύς, παντάπασι γὰρ ἠγνόει τὰ τυρευόμενα, τοῦτο γενέσθαι προσέταξεν.

ἀλλ’ ὁ θεῖος Ἀθανάσιος, τὴν τῶν δικαζόντων δυσμένειαν ἐπιστάμενος, οὐχ ἧκεν εἰς τὸ συνέδριον. δὴ πλείονα πρόφασιν εἰς συκοφαντίαν λαβόντες καὶ τὸν κατὰ [*](1 — 9 bei Athanas. ebd. 62 — 17 — 22 vgl. Sozomen. 1125, 1) [*](* 1—9 Gelas. Cyzic. III 16 — 10—S. 83, 9 ebd. ιιι 16) [*](B A HN(n) GS(s) DL + FV (v) = z Τ [1—9 und von 21 ἀλλ᾿ an]) [*](1 κζ am Rand HSS ι 3 ὑμετέρους v ι 1 εἰῶσιν vor ἐν τῇ ζωῇ ~ ἡμῖν z ι 5 ὑμέτερον Π Gel. ἡμέτερον Athan. ι ἀγαπήσατε] ἀγαπητοί Τ τὴν nach ὀμονοίας ~ n n ι ἡμετέρασ AnsGel.Athan. ὑμετέρασ BzT ι > L 1 ἀπιδόντες nszT Gel. Athan. ἀφειδόντεσ Α ἀθειδότεσ B ι 7 ἀγαπᾶτε Bnsz Athan. ἀγαπήσατε ATGel. ι 8 αὐτὸν = Gel. Athan. > B ι 9 εἶναι Π Gel. ὄντα Athan. ι 10 κη am Rand HSS ι 11 ᾧ = Gel.] οὐ B ὦι auf Rasur corr. Ac γε A γενημένων übergeschrieben Ac ι 13 τῶ βασιλεῖ nDGel. ι 14 πολλὰς = Gel. > n ι 15 τε = Gel. > B ι Θεόγνιοσ LGel. θέογνισ V ι ὁ > B ι 16 νυνὶ τὴν > B I νυνὶ übergeschrieben Ac νῦν L 17 ι 18 nach δὴ + οὖν B ι 19 κελεῦσαι am Rand Ac ι ῳ21 τυδευόμενα B ι 23 οἱ T ι κατὰ A, aber κα auf Rasur Ac)

83
τῆς ἀληθείας ἀναδεξάμενοι πόλεμον, πρὸς ταῖς ἄλλαις παρανομίαις τυραννίδος αὐτὸν καὶ θρασύτητος ἐπὶ τοῦ βασιλέως ἐγράψαντο· καὶ οὐ πάμπαν τῆς ἐλπίδος ἐψεύσθησαν.

ἐκ γὰρ δὴ τῶν εἰρημένων θυμωθεὶς ὁ πραότατος βασιλεὺς ἐπέστειλεν αὐτῶ τὴν ὀργὴν ὑποφαίων καὶ καταλαβεῖν τὴν Τυρὸν παρεγγυῶν. ἐκεῖσε γὰρ προσέταξεν ἀθροισθῆναι τὴν σύνοδον, ὑποπτεύσας, ὡς οἶμαι, τὸν Ἀθανάσιον ὑφορᾶσθαι τὴν Καισαρέων διὰ τὸν ἐκείνης ἡγούμενον. ἔγραψε δὲ καὶ τῆ συνόδω ἅπερ ἐχρῆν ἐπιστεῖλαι τὸν εὐσεβείᾳ κοσμούμενον. ἔστι δὲ ταῦτα·

»Κωνσταντῖνος Σεβαστὸς τῇ ἁγίᾳ συνόδῳ τῇ κατὰ Τυρὸν. >Ἢν μὲν ἴσως ἀκόλουθον καὶ τῇ τῶν καιρῶν εὐκαιρίᾳ >πρέπον ἀστασίαστον εἶναι τὴν καθολικὴν ἐκκλησίαν καὶ πάσης >δορίας τοὺς τοῦ Χριστοῦ νῦν ἀπηλλάχθαι θεράποντας ἐπειδὴ >οὐχ ὑγιοῦς φιλονεικίας οἴστρῳ τινὲς ἐλαυνόμενοι οὐ γὰρ ἂν >βιοῦντες ἑαυτῶν ἀναξίως) τὰ πάντα συγχέειν ἐπιχειροῦσιν, >πάσης συμφορᾶς ἐπέκεινα κεχωρηκέναι μοι δοκεῖ, τούτου χάριν >οντας ὑμὰς, τὸ τοῦ λόγου, προτρέπομαι χωρίς τινος ὑπερθέσεως >ταὐτὸ συνδραμεῖν καὶ πληρῶσαι τὴν σύνοδον, ἐπαμῦναι τοῖς >ζουσιν ἐπικουρίας, τοὺς ἀδελφοὺς ἰατρεῦσαι κινδυνεύοντας, εἰς >νοιαν ἐπαναγαγεῖν τὰ διεστῶτα τῶν μελῶν, κινδυνεύοντας, τὰ >μελούμενα ὡς καιρὸς ἐπιτρέπει, ἵνα ταῖς τοσαύταις ἐπαρχίαις πρέπουσαν ἀποδῶτε συμφωνίαν, ἥν, φεῦ τῆς ἀτοπίας, >ἀνθρώπων ἀπώλεσεν ὑπεροψία.

[*](3—5 vgl. Socrat. I 28, 4 — 10— S. 85, 4 bei Euseb. Vit. Const. ι 42)[*](* 10—S. 85, 4 Gelas. Cyzic. III 17)[*](B A HN(n) GS(s) DL + FV (v) = z Τ)[*](3 οὐ] οὐκὰν B ι ἐψεύσαντο T ι δὴ> T ι 4 ἐπέστελεν Τ ι 4/5 ὑποφαίνων = Gel.] φαίνων B ι ὁ γὰρ = Gel.] γὰρ πάλιν Τ ι 7 διά — ἡγούμενον > L I 8 τῇ] τῆς B ι 9 nach ταῦτα + ἴσον ἐπιστολῆς κωνσταντίνου βασιλέωσ γραφείσης πρὸς τούς ἐπισκόποις τῆς ἐν τῆσ συνόδου T ι 10 am Rand κθ HSS ι 11 //// A ι εὐκαιρίᾳ = Eus.] εὐπρεπείᾳ B εὐπραγίᾳ Gel., vgl. S. 42, 14 ι 13 νῦν übergeschrieben Ac ι 15 βιῶντεσ B ι ἀναξίως ΠGel. ἀξίως Eus. ι συγχεῖν ι 16/17 θέοντας Bnsz Gel. Eus. θέλοντας Τ θέ////οντασ (wahrscheinlich λ ausradiert) A ι 17 τινος übergeschrieben Ac ι 18 τὸ αὐτὸ Τ ι καἰ Π Gel. > Eus. ι ἐπαμῦναι BnszEus. ἐπαμῦναι τὲ AT Gel., aber τὲ gestrichen in A ι 19 ἐπικουρείαισ B ι τοὺς übergeschrieben Ae ι ἰατρεῦσαι ΠGel. ἰάσασθαι Eus. ι κινδυνεύοντας = Gel. Eus.] κινδυνεύσαντασ Α ι 21 ὡς ΠGel. ἕως Eus. ι 22 πρέπου ἀπόδοτε B ι nach ἀτοπίας + τῶν T)
84

>>Ὅτι δὲ τοῦτο καὶ τῷ δεσπότῃ τῶν ὅλων θεῷ ἐστιν ἀρεστόν, καὶ >ἡμῖν πάσης εὐχῆς ὑπέρτερον, καὶ ὑμῖν αὐτοῖς, ἐάν γε τὴν εἰρήνην >ἀνακαλέσησθε, οὐ τῆς τυχούσης ἄξιον εὐδοξίας, πάντας ἀνθρώπους >συνομολογεῖν ἡγοῦμαι.

μὴ τοίνυν μέλλετε λοιπόν, ἀλλ᾿ ἐπιτείναντες >ἐντεῦθεν ἤδη τὰ τῆς προθυμίας, τοῖς προκειμένοις ὅρον ἐπιθεῖναι >σπουδάσατε τὸν προσήκοντα, μετὰ πάσης εἰλικρινείας δηλαδὴ καὶ >πίστεως συνελθόντες, ἣν ἑκασταχοῦ μόνον οὐχὶ φωνὴν ἀφιεὶς ὁ σωτὴρ >ἐκεῖνος ᾧ λατρεύομεν ἀπαιτεῖ μάλιστα παρ᾿ ἡμῶν. οὐδὲν δὲ τῶν >εἰς τὴν ἐμὴν εὐλάβειαν ἡκόντων ἐνδεήσει. πάντα μοι πέπρακται >ὅσα γράφοντες ἐδηλώσατε.

ἀπέστειλα πρὸς οὓς ἐβουλήθητε τῶν>ἐπισκόπων ἵνα παραγενόμενοι κοινωνήσωσιν ὑμῖν τῶν φροντισμά- >των· ἀπέοτειλα Διονύσιον τὸν ἀπὸ ὑπατικῶν, ὃς καὶ τοὺς ὀφείλον- >τας εἰς τὴν σύνοδον ἀφικέσθαι μεθ᾿ ὑμῶν ὑπομνήσει, καὶ τῶν πρατ- >τομένων ἐξαιρέτως δὲ τῆς εὐταξίας κατάσκοπος παρέσται.

ἐὰν γάρ >τις, ὡς ἔγωγε οὐκ οἴομαι, τὴν ἡμετέραν κέλευσιν καὶ νῦν διακρού- >σασθαι πειρώμενος μὴ βουληθῇ παραγενέσθαι, ἐντεῦθεν παρ᾿ ἡμῶν >ἀποσταλήσεται ὃς ἐκ βασιλικοῦ προστάγματος αὐτὸν ἐκβάλλων, ὡς >οὐ προσῆκεν ὅροις αὐτοκράτορος ὑπὲρ τῆς ἀληθείας ἐξενεχθεῖσιν >ἀντιτείνειν διδάξει.

λοιπὸν ἔσται τῆς ὑμετέρας ὁσιότητος ἔργον >ὁμογνώμονι κρίσει, μήτε πρὸς ἀπέχθειαν μήτε πρὸς χάριν, ἀκολού- >θως δὲ τῷ ἐκκλησιαστικῷ καὶ ἀποστολικῷ κανόνι, τοῖς πλημμελη- >θεῖσιν εἴτ᾿οὖν κατὰ σφάλμα συμβεβηκόσι τὴν ἁρμόττουσαν θεραπείαν [*](B Α HN(n) GS(s) DL + FV(v) = z Τ) [*](1 τοῦτο] καὶ τοῦτο T | ἀρεστόν = Gel. Eas.] ἄριστον A | 2 nach ἡμῖν + διὰ ausradiert A | γε = Gel. Eus. > T | 3 ἀνακαλέσησθε = Gel. Eus. ἐπικαλέσησθε n |ἄξιον Π Gel. αἴτιον Eus. | πάντας = Gel. Eus.] ἅπαντασ Α | 5 ἐντεῦθεν ἤδη = Gel. Eus.] ἤδη ἐντεῦθεν n | τὰ] τἀσ T | ἐπιθεῖναι Ansz Gel.Eus. ἐπιτεῖναι B ἐπιθέσθαι T | 6 δηλαδὴ = Gel. Eus. > Τ |7 συνελ- θόντες = Gel. Eus.]συνανελθόντεσ B | ἑκαστα B | 8 παρ᾿ ἡμῶν· οὐδὲν δὲ nT παρ᾿ὑμῶν. οὐδὲν δὲ Eus. παρ᾿ ἡμῶν δὲ οὐδὲν Bsz und in A der Punkt vor παρ᾿ἡμῶν übergeschrieben und δὲ οὐδὲν auf Rasur A c | 9 τὴν > T | 10 ἀπέστειλα BnST Gel. Eus. Cod. V in ἐπέστειλα corr. A c ἐπέστειλα Gz Eus. Cod. J | ἠβουλήθητε T Gel. | 11 παραγενόμενοι Α | 12 τὸν auf Rasur A c | 15 οἴομαι BATEus. in οἶ///μαι corr. A c οἶμαι nsz | 16 βουληθείη L | 17 ὃσ BADL Gel. Eus. ὁ nsvT | αὐτὸν nach ἐκβάλλων ~ T |ἐκβάλλων AvT ἐκβαλὼν BnsDL Gel. Eus. |18 ὑπὲρ BnsDT Gel. Eus. περὶ Lv und auf Rasur A c | 19 ἀντιτείνειν BnsTGel. Eus. μὴ ἀντιτείνειν zA c | μὴ ἀντιτείνειν — 20 ἀπέχθειαν am Rand A c | διδάξει > ns | ἔσται == Gel. Eus.] ἔστω A | 20 μή////τε2 A 21 δὲ BAT Gel. Eus. τε nsz |καὶ ἀποστολικῷ = Gel. > TEus. Cod. V)

85
>ἐπινοῆσαι, ἵνα καὶ πάσης βλασφημίας ἐλευθερώσητε τὴν >καὶ τὰς ἐμὰς ἐπικουφίσητε φροντίδας καὶ τὴν τῆς εἰρήνης >τοῖς νῦν στασιαζομένοις ἀποδόντες μεγίστην εὔκλειαν προξενήσητε. ὁ θεὸς ὑμᾶς διαφυλάττοι, ἀδελφοὶ ἀγαπητοί.«

οὕτω δὴ τῶν ἐπισκόπων εἰς τὴν Τυρὸν υναλισθέντων, ἀφίκοντο μὲν καὶ ἄλλοι τινὲς δογμάτων διαφθορὰν ἐγκαλούμενοι, ὣν εἷς ἦν καὶ Ἀσκληπᾶς ὁ Γαζαῖος· ἀφίκετο δὲ καὶ ὁ θαυμάσιος Ἀθανάσιος. βούλομαι δὲ πρῶτον τὴν τῆς κατηγορίας διηγήσασθαι τραγῳδία,. εἶθ’ οὕτως συγγράψαι τὰ κατὰ τὸ πολυθρύλητον δικαστηριον.