Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

οὕτω καὶ βασιλείαν >δικαίαν περὶ πολλοῦ ποιούμενος ταῖς παρ’ ἑαυτοῦ ἐπικουρίαις >κρατύνει, σύνεσίν τε βασιλικὴν τῷ γαληναίῳ τῆς εἰρήνης διαφυλάττει.

>Οὔ μοι δοκῶ πλανᾶσθαι, ἀδελφέ μου, τοῦτον εἶναι θεὸν >ὁμολογῶν πάντων ἀρχηγὸν καὶ πατέρα, ὅν πολλοὶ τῶν τῇδε >βασιλευσάντων μανιώδεσι πλάναις ὑπαχθέντες ἐπεχείρησαν ἀρνήνασθαι >ἀλλ᾿ ἐκείνους ἅπαντας τοιοῦτον τιμωρὸν τέλος κατανάλωσεν, ὡς >πᾶν τὸ μετ’ ἐκείνους ἀνθρώπων γένος τὰς ἐκείνων συμφορὰς ἀντ' >ἄλλου παραδείγματος ἐπαράτους τοῖς τὰ ὅμοια ζηλοῦσι τίθεσθαι.

>τουτων ἐκεῖνον ἕνα ἡγοῦμαι γεγονέναι ὃν καθάπερ τις σκηπτὸς ἡ >θεία μῆνις τῶν τῇδε ἀπελάσασα τοῖς ὑμετέροις μέρεσι παρεδέδωκε. >τῆς ἐπ’ αὐτῷ αἰσχύνης πολυθρύλητον τὸ παρ’ ὑμῖν τρόπαιον >ἀποφηναντα.

Ἀλλὰ γὰρ ἔοικεν εἰς καλὸν προκεχωρηκέναι τὸ καὶ ἐν τῷ καθ’ >ἡμᾶς αἰῶνι τὴν τῶν τοιούτων τιμωρίαν περιφανῆ δειχθῆναι.

ἐπεῖδον >γὰρ καὶ αὐτὸς ἐκείνων τὰ τέλη τῶν ἔναγχος ἀθεμίτοις προστάγμασι >τὸν τῷ θεῷ ἀνακείμενον λαὸν ἐκταραξάντων. διὸ δὴ καὶ πολλὴ >χάρις τῷ θεῷ, ὅτι τελείᾳ προνοίᾳ πᾶν τὸ ἀνθρώπινον τὸ >θεραπεῦον τὸν θεῖον νόμον, ἀποδοθείσης αὐτῶ τῆς εἰρήνης. ἀγάλλεται >καὶ γαυριᾷ.

ἐντεῦθεν καὶ ἡμῖν αὐτοῖς πέπεισμαι ὡς ὅτι κάλλιστα [*](3 vgl. Jes. 13, 11) [*](A HN(n) GS (8) DL + FV (v) = z T) [*](1 φιλῶν ἐμ A ι 2 τοὺς ταραχώδεις μισῶν ~ Lv und, τοὺς > D ι τὴν Π Gel. > Eus. ι 3 καταρρηγνύσ nsDLEus. καταγνοίησ ρη Ac) A καταρρήγνυσιν V καταγνούσ T καταγνοὺς καταβάλλει Gel. despicit Cass. ι 8 εἶναι = Gel. Cass,] ἵνα Eus. ι 9 πατέρα = Cass. Eus.] σρα AGel. ι 11 ἐκείνους Π Gel. ἐκείνους μὲν Eus. ι 12 πὰν τὸ = Gel. Eus. Cass.] πάντοτε A ι 13 ἐπαράτους τοῖσ’ Ans ἐπαράτου τοῖσ’ DLT ἐπαράτους v τοῖς παρὰ τούτοις Eus., clades eorum pro male- dietionis exemplo proponere videatur Cass. ι 14 ἐκεῖνον Eus. und, aus Correct., Gel.] ἐκείνων Π > Cass. ι 15 μῆνις = Eus. Sozom.] μήνησισ A μήνισισ T ἡμετέροισ A ι 16/17 ἀποφήναντα = Gel. Cass. Eus.] ἀποφήνασα s ι 21 ἐκταραξάντων ΠGel. turbaverunt Cass. ἐκπραξάντων Eus., s. zu 67, 16 ι 22 πὰν AT Gel. Eus. ἅπαν nsz ι 23 αἰτῶ ΠGel. αὐτοῖς Eus. ι εἰρήνης AT Gel. Cass. Eus.] θείας εἰρήνης nsz ι 24 πέπεισμαι nsz Cass. Eus. πεπίστευμαι A πεπείσμεθα T πεπεισμένον Gel. I ὡς = Eus. > A Gel. ι κάλλιστα = Gel. Eus. optime Cass.] μάλιστα nGv)

79
>καὶ ἀσφαλέστατα ἔχει ἀπάντα, ὁπότε διὰ τῆς ἐκείνων καθαρᾶς τε >καὶ δοκίμου θρησκείας ἐκ τῆς περὶ τὸ θεῖον συμφωνίας πάντας εἰς >αὐτὸν ἀγείρειν >Τούτου τοῦ καταλόγου τῶν ἀνθρώπων,

λέγω δὴ τῶν χριστιανῶν >(ὑπὲρ γὰρ τούτων ὁ πᾶς μοι λόγος), ὦς οἴει με ἥδεσθαι ἀκούοντα. >ὅταν καὶ τῆς Πέρσιδος τὰ κράτιστα ἐπὶ πλεῖστον ὥσπερ ἔστι μοι >βουλομένῳ κοσμῆται. σοί τε οὑν ὡς ὅτι κάλλιστα ἐκείνοις τε >ὡσαύτως ὑπάρχοι τὰ κάλλιστα, ὅ τι σοὶ κἀκείνοις. οὕτω γὰρ ἕξεις τὸν >τῶν ὅλων δεσπότην πρᾶον, ἵλεω καὶ εὐμενῆ. τούτους τοιγαροῦν.