Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

πάντοθεν δὲ δὴ παντοδαπῆς ὅλης τεχνίτας ἀγείρασα τοὺς μεγίστους ἐκείνους καὶ λαμπροτάτους νεὼς ἐδομήσατο. τὸ δὲ τούτων κάλλος καὶ μέγεθος ἐκφράσαι περιττὸν ἄγαν ὑπείληφα. πάντων ὡς ἔπος εἰπεῖν τῶν φιλοθέων ἐκεῖσε θεόντων καὶ θεωμένων τῶν ἔργων τὴν πολυτέλειαν.

Πεποίηκε δὲ καὶ ἕτερον μνήμης ἄξιον ἡ πανεύφημος ἐκείνη καὶ ἀξιάγαστος βασιλίς. τὰς γὰρ διὰ βίου τὴν παρθενίαν ἀσκούσας συναγείρασα πάσας καὶ ἐπὶ στιβάδων πολλῶν κατακλίνασα, αὐτὴ θερα- παινίδος ἔργον ἐπλήρου, διακονοῦσα καὶ ὄψα παρατιθεῖσα καὶ κύλικας ὀρέγουσα καὶ οἰνοχοοῦσα καὶ πρόχουν ἐπὶ λέβητος φέρουσα καὶ ὕδωρ ταῖς ἐκείνων χερσὶν ἐπιχέουσα.

ταῦτα καὶ τὰ τούτοις ὅμοια δράσασα ἐπανῆλθε μὲν πρὸς τὸν παῖδα, μετ’ εὐθυμίας δὲ εἰς τὸν ἕτερον μετέστη βίον, πλεῖστα τῷ παιδὶ περὶ τῆς εὐσεβοῦς πολιτείας ἐντειλαμένη καὶ ταῖς ἐξιτηρίοις αὐτὸν ἐπικλύσασα εὐλογίαις. ἐκείνη μὲν οὖν καὶ μετὰ τὴν τελευτὴν τιμῆς τετύχηκεν ὁποίας τυχεῖν ἐχρῆν τὴν οὕτως ἐπιμελῶς καὶ θερμῶς τὸν τῶν ὅλων τεθεραπευκυῖαν θεόν. Οἱ δὲ τῆς Ἀρείου συμμορίας τῶν παμπονήρων οὐκ ἐπελάθοντο βουλευμάτων.

τούτου γὰρ δὴ ἕνεκα τῇ τῆς πίστεως ὁμολογίᾳ συνέ- [*](5/6 vgl. Sozomen. II 2, 1. Socrat. 1 17, 10—11 1 — 10 —15 vgl. Rufin. H. E. X S. 970, 26. Sozomen. II 2, 2. Socrat. I 17, 12 — 17—21 vgl. Sozomen. II 2, 4—5) [*](* —15 Georg. Mon. 502, 2 — —18 Cass. ιι 18 — 1721 H. E. Vin 31 — 22—S. 69, 12 Cass. II 22) [*](A HN(n) GS(s) DL + FV(v) = z) [*](1 σωτηρίου = Gel. Cass.] gqo ἡμῶν τοῦ, ἡμῶν gestrichen, A ι 2 τοῖς — 3 ἀργύρου = Gel. Cass. > s ι τῷ δὲ λοιπῷ = Gel.] τὸ δὲ λοιπὸν n ι 3 ἀρυύρον] ἀργυρίου A ἀργυρᾶς Gel. ι 5 δὴ > nsGel. ι παντοδαπῆς ὕλης τεχνίτας = Gel.] παντοδαπὴν ὕλην τοῖσ’ τεχνίταισ A ι 6 ἐδωμήσατο A ι 8 θεομένων A ι 11 τὶν AnD Gel. Georg. > sLv ι 11/12 συναγείρασα πόσας καὶ = Gel. > A κατακλίνασα nSzGel. κατακλίνουσα Georg. ἀνακλίνασα AG, vgl. 74, 28. 75, 8 ι 12/18 θεραπαινίδος An z Gel. θεραπαίνησ sGeorg. 1 14 πρόχοον s Gel. ι 18 ὲξητηρίοισ Α ι 19 Λαὶ, Gel. > Α ι τετύχηκεν = Gel.] ἔτυχεν Α ι 22 Οἱ δὲ: ᾗ am Rand HSS ι 23 εἵνεκα sz ι τῆ — ὁμολογία ADL in confessione Cass. τὰς — ὁμολογίας nsv)

66
θέντο ταῖς χερσὶν ὡς ἂν τὰ κώδια περικείμενοι τὰ τῶν λύκων ἐργάσαιντο. ὁ μὲν γὰρ θεῖος ἐκεῖνος Ἀλέξανδρος, ὁ τῇ προσευχῇ κατακοντίσας τὸν Ἄρειον τὸν Βυζάντιον λέγω, οὕτω γὰρ ἡ Κωνσταντινούπολις κατ’ ἐκεῖνον ὠνομάζετο τὸν καιρόν), εἰς τὸν ἀμείνω μετετέθη βίον·

Εὐσέβιος δὲ ὁ τῆς δυσσεβείας συνήγορος, μικρὰ φροντίσας ὧν πρὸ βραχέος μετὰ τῶν ἄλλων ἀρχιερέων συνέγραψεν ὅρων, παραυτίκα τὴν Νικομήδειαν καταλιπὼν τὸν τῆς Κωνσταντινουπόλεως ἥρπασε θρόνον, ἄντικρυς τοῦ κανόνος ἐπισκόπους ὁμοῦ καὶ πρεσβυέρους ἀπαγορεύοντος ἐξ ἑτέρας εἰς ἑτέραν μὴ μεταβαίνειν πόλιν. θαυμαστὸν δὲ οὐδὲν τοὺς οὕτω κατὰ τῆς τοῦ μονογενοῦς μανέντας θεότητος ἀδεῶς τοὺς ἄλλους παραβῆναι νόμους.

οὐ νῦν δὲ τοῦτο Πρῶτον κεκαινοτόμηκεν, ἀλλὰ καὶ ἤδη πρότερον ταὐτὸ τοῦτο τετόλμηκεν. τὴν Βηρυτὸν γὰρ πάλαι πεπιστευμένος, εἰς τὴν Νικομήδειαν μετεπήδησε · καὶ ταύτης δὲ μετὰ τὴν σύνοδον διὰ τὸ τῆς δυσσεβείας προφανὲς ἐξηλάθη, καὶ οὑν αὐτῷ Θεογόνιος ὁ Νικαίας, καὶ τοῦτο δῆλον βασιλεὺς Κωνσταντῖνος διὰ γραμμάτων πεποίηκεν.

ἐγὼ δὲ τὸ τέλος τῆς ἐπιστολῆς ἐνθήσω τῇ συγγραφῇ· ἐπέστειλε δὲ ταῦτα Νικομηδεῦσι.

»Τίς ἐστιν ὁ ταῦτα διδάξας οὕτως ἄκακον πλῆθος; Εὐσέβιος >δηλαδὴ ὁ τῆς τυραννικῆς ὠμότητος συμμύστης. ὅτι γὰρ >τοῦ τυράννου γεγένηται πρόσφυξ, πολλαχόθεν ἐστὶ συνορᾶν. >μὲν γὰρ αἱ τῶν ἐπισκόπων σφαγαὶ διαμαρτύρονται, ἀλλὰ τῶν >ἐπισκόπων· τοῦτο δὲ ἡ χαλεπωτάτη τῶν Χριστιανῶν ἐκδίωξις >ρήδην βοᾷ.

οὐδὲν γὰρ περὶ τῶν εἰς ἐμὲ γεγενημένων ὕβρεων νῦν [*](1 vgl. Matth. 7, 15 — 2—8 vgl. Philostorg. II 10 — 8 Can. Nicaen. (Mansi II —6) — 19 —s. 69, 12 in Athanas.-HSS Parisinus 474 Scorial. Ω III 15 Basil. 32 (ihre Übereinstimmung = Ω). bei Gelas. Cyzic. ed. Commelin S. 59, 21 (Mansi II 941) = Gel. und I 10 (Commelin S. 9, 26) = Gel. 1 lat. Übersetzung Baronius Ann. 329, 14 [Parisinus 168] = Λ — 19 vgl. Röm. 16, 17f (s. auch S. 67, 12)?) [*](Α HN (n) GS (s) DL + FV (v) = z Τ [von 19 an]) [*](3 ὁ Βυζάντιος A ι 6 βραχέως AG ι συνέγραψεν ἀρχιερέων ~ Α ι 9 μὴ> L u. mit leerem RaumH ι 11 τοῦτο > s ι 11/12 πρῶτον τοῦτο ~ L ι 12 κεκαινοτόμητο A, hanc novitatem fecit cass. ι ταὐτὸ] αὐτὸ A ι 15 θέογνισ LV Theognius Cass. Cod. L ι 16 vor βασιλεὺς + ὁ n ι vor διὰ + δεύτερον A, Cass. wie im Text ι 19 am Rand κ HSS ι 20/21 πανταχοῦ τοῦ τυράννου = Cass. ΩGel. Gel. 1 tcbiqiie tyranni Cod. Λ] πανταχοῦ τῶν ἁγίων A ι 21 γεγένηται = ὥ Gel. 1] ἐγένετο T ι 22 vor τῶν1 + πανταχοῦ Τ, Cass. Ω Gel. 1 Λ wie im Text ι 24 γεγενημένων] διαγεγενημένων T)

67
ἐρῶ, δι’ ὡν ὅτε μάλιστα αἱ τῶν ἐναντίων μερῶν ἐπραγματεύσαντο >συνδρομαί, οὕτος καὶ ὀφθαλμοὺς κατασκόπους ἔπεμπε κατ’ ἐμοῦ καὶ >μόνον οὐκ ἐνόπλους τῷ τυράννῳ συνεισέφερεν ὑπουργίας. μηδέ μέ >τις οἰέσθω εἶναι πρὸς τὴν τούτων ἀπόδειξίν ἀπαράσκευον. ἔλεγχος >γάρ ἐστιν ἀκριβής, ὅτι τοὺς πρεσβυτέρους καὶ τοὺς διακόνους τοὺς >Εὐσεβίῳ παρεπομένους φανερῶ ὑπ’ ἐμοῦ συνειλῆφθαι συνενέστηκεν.