Historia Ecclesiastica
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.
χαίρων >δῆτα βασιλεὺς ἐπὶ τῷ κατορθώματι τοῖς μὴ παρατυχοῦσι τῇ συνόδῳ >καρπὸν εὐθαλῆ δι’ ἐπιστολῶν ἐδωρεῖτο, λαοῖς τε ἅπασι τοῖς τε καὶ >ἀγροὺς καὶ τοῖς ἀμφὶ τὰς πόλεις χρημάτων ἀφθόνους διαδόσεις >ποιεῖσθαι παρεκελεύετο, ὡδί πη γεραίρων τὴν ἑορτὴν τῆς >εἰκοσετοῦς.«
Ἔδει μὲν οὖν τοὺς τὰ Ἀρείου φρονοῦντας, εἰ καὶ τοῖς ἄλλοις πατράσιν ἀντιλέγειν οὐκ ἐνόμιζον δυσσεβές, τούτῳ γοῦν πιστεύειν ὃν θαυμάζειν εἰώθασι, σύμφωνον γεγενῆσθαι τὴν ὁμολογίαν ἐκείνην διδάσκοντι ἐπειδὴ δὲ καὶ πρὸς τὰς τῶν οἰκείων πατέρων διαμάχονται δόξας ἐχρῆν τοῦ Ἀρείου τὴν αἰσχίστην μεμαθηκότας καὶ φρίκης γέμουσαν τελευτὴν φυγεῖν παντὶ σθένει τὴν ὑπ’ ἐκείνου τεχθεῖσαν ἀσέβειαν. ἐπειδὴ δὲ εἰκὸς μὴ πάντας εἰδέναι τοῦ θανάτου τὸν τρόπον ἐγὼ καὶ τοῦτον ὡς ἐγένετο διηγήσομαι.
Πλεῖστον οὕτος ἐν Ἀλεξανδρείᾳ διατρίψας χρόνον ἐπικωμάσαι [*](6—14 Euseb. Vit. Const. III 21—22) [*](* 6—14 Gelas. Cyzic. II 36) [*](A HN (n) GS (s) DL + FV(v) = z) [*](4 ἐν γραφῆ δι’ S Eus. ἐνγραφίδι Gz ἐγγραφίδι A aber ἴδι’ auf Rasur Ac ἐγγραφῆ n ἐγγράφως δι’ Socr, Gel. ι 5 καὶ2] κατὰ Α ι 7 ἐπανίεσαν An ι 7 λοιπὸν nszEus. Gel. τὸ λοιπὸν A ι 8 παρ’ αὐτώ SDLEus. Gel.//// παρ’ αὐτῶ //// A παρὰ τῶ Gv ἡ παρὰ τῶ n ι 9/10 χαίρων δῆτα ADLEus. Gel. χαίρων δὴ ἧ καὶ δὴ χαίρων n ι 10 βασιλεὺς AsDvEus. ὁ βασιλεὺς nLGel. ι 11 ἐπιστολῶν nsv Eus. Gel. ἐπιστολῆς ADL ι πᾶσι K ι 12/13 ποεῖσθαι διαδόσεις ~ A, Eus. Gel. wie im Text ι 13 παρεκελεύετο A Eus. Gel. διεκελεύετο nsz ι ὧδ’ ἐπιγεραίρων V 1 ἑορτὴν #x003E; V und 14 nach βασιλείας + ἀρχήν V ι 15 ιδ am Rand sF ι οὑν A #x003E; s ι19 τοῦ An] γοῦν sDv und, nach Ἀρείου ~, L) ι 23 ἰδ’ am Rand AnDL ι vor χρόνον + τὸν A
ὡς δὲ οὔτε τὸν θεῖον Ἀλέξανδρον ἔπεισεν, οὔτε μὴν Ἀθανάσιον τὸν τῆς ἐκείνου καὶ προεδρίας καὶ εὐσεβείας διάδοχον, πάλιν διὰ τῆς Εὐσεβίου τοῦ Νικομηδέως σπουδῆς εἰς τὴν Κωνσταντινούπολιν ἔδραμεν. τὰ δ᾿ ὑπ’ ἐκείνου τυρευθέντα καὶ ὑπὸ τοῦ δικαίου ψηφισθέντα κριτοῦ, ἄμεινον ὁ πάντα ἄριστος Ἀθανάσιος ἐν τοῖς πρὸς Ἀπίωνα διηγήσατο γράμμασιν. ἐγὼ δὲ καὶ τοῦτο τὸ μέρος ἐντάξω τῇ συγγραφῇ.
»Ἐγὼ μὲν οὐ παρήμην ἐν τῇ Κωνσταντινουπόλει ὅτε τετελεύ- >τηκεν ἐκεῖνος, Μακάριος δὲ ὁ πρεσβύτερος παρῆν κἀκείνου λέγοντος ἤκουσα. ἐκέκλητο μὲν παρὰ Κωνσταντίνου τοῦ βασιλέως Ἄρειος ἐκ >σπουδῆς τῶν περὶ Εὐσέβιον. εἰσελθόντα δὲ τὸν Ἄρειον ἀνέκρινεν >ὁ βασιλεὺς εἰ τὴν πίστιν τῆς καθολικῆς ἐκκλησίας ἔχοι. αὐτός τε >οὖν ὤμοσε πιστεύειν ὀρθῶς καὶ ἔγγραφον ἐπιδέδωκε πίστεως, κρύψασ >μὲν ἐφ’ οἷς ἐξεβλήθη τῆς ἐκκλησίας ὑπὸ Ἀλεξάνδρου τοῦ ἐπισκόπου >ὑποκρινόμενος δὲ τὰς ἀπὸ τῶν γραφῶν λέξεις.
ὀμόσαντα τοίνυν αὐτὸν μὴ πεφρονηκέναι ἐφ’ οἶς ἐξέβαλεν αὐτὸν Ἀλέξανδρος, ἀπέ- >λυσεν εἰρηκώς· εἰ ὀρθή σού ἐστιν ἡ πίστις, καλῶς ὤμοσας· εἰ δὲ >ἀσεβής ἐστιν ἡ πίστις σου καὶ ὤμοσας, ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ κρίναι τὰ κατὰ σεῦ. οὕτω δὴ οὑν αὐτὸν ἐξελθόντα παρὰ τοῦ βασιλέως >ἠθέλησαν εἰσαγαγεῖν εἰς τὴν ἐκκλησίαν οἱ περὶ Εὐσέβιον τῇ συνήθει >αὐτῶν βίᾳ.
ἀλλ’ ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος, ὁ μακα- [*](3—6 vgl. Socrat. ι 37, 1—3. Sozomen. II 18, 2. II 29, 1. Rufin. H. E. (S. 978, 1—3) und 13 —5 — S. 58, 12 vgl. Theodoret. Haeret. Fabul. IV 1 83, 413 D f. — — S. 58, 12 Athanas. Epist. ad Serapionem 2—4) [*](* — S. 57, 18 Nicetas Thesaur. V 11 PG 139, 1372 A) [*](A HN(n) GS(s) DL + FV(v) = z) [*](3 οὔτε1] οὐδὲ nsv I nach θεῖον + ἐκεῖνον A ι 4 καὶ1 #x003E; A ι nach προεδρίας + καὶ ἀνδρείας Gaisford aus Versehen ι 8 ἀπίωνα Π ἀππίωνα Cod. Nicet. Σεραπίωνα Athan. ι 10 μὲν AnsD Athan. Nicet. μὲν οὖν Lv οὖν übergeschrieben Ac ι 13 τῶν] τὸν AD 1 εἰσελθόντα — 14 βασιλεὺς #x003E; V ι τὸν ὄρειον AnsDFAthan. αὐτὸν LAc Cod. Nicet. ι 14 ἔχοι AnsDL Cod Nicet. ἔχει V Athan. ι 16 οἶσ’ auf Rasur Ac ι 17 ὑποκρινόμενος Nsv Athan. ὑποκρινάμενος AHDL Cod. Nicet., aber in A scheint α aus ο corr. von Ac ι 19 ἐστιν ἧ πίστις = Athan.] ἡ πίστισ ἐστὶν A, β und α von Ac ι καλώς — 20 σου am Rand Ac ι 20 οὐρανοῦ Π Cod. Nicet. ὅρκου Athan. ι 22 vor εἰς + αὐτὸν A, fehlt iit Athan. ι 23 ὁ2 übergeschrieben Ac)
>Ὁ τοίνυν ἐπίσκοπος Ἀλέξανδρος, ἀκούσας ταῦτα καὶ πάνυ λυπη- >θεὶς εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, τὰς χεῖρας ἄρας πρὸς τὸν θεὸν >ἀπωδύρετο, καὶ ῥίψας ἑαυτὸν ἐπὶ πρόσωπον ἐν τῷ ἱερατείῳ, κείμενος >ἐπὶ τοῦ ἐδάφους ηὔχετο. παρῆν δὲ καὶ Μακάριος εὐχόμενος σὺν >αὐτῷ καὶ ἀκούων τῆς φωνῆς αὐτοῦ.
παρεκάλει δὲ δύο ταῦτα λέγων· >»εἰ Ἄρειος αὔριον συνάγεται, ἀπόλυσον ἐμὲ τὸν δοῦλόν σου καὶ μὴ >συναπολέσῃς εὐσεβῆ μετὰ ἀσεβοῦς· εἰ δὲ φείδῃ τῆς ἐκκλησίας σου >(οἶδα δὲ ὅτι φείδῃ), ἔπιδε ἐπὶ τὰ ῥήματα τῶν περὶ Εὐσέβιον καὶ μὴ >δῷς εἰς ἀφανισμὸν καὶ ὄνειδος τὴν κληρονομίαν σου καὶ ἆρον >Ἄρειον, ἵνα μὴ εἰσελθόντος αὐτοῦ εἰς τὴν ἐκκλησίαν δόξῃ καὶ ἡ >αἵρεσις συνεισέρχεσθαι αὐτῷ καὶ λοιπὸν ἡ ἀσέβεια νομισθῇ ὡς >εὐσέβεια«. ταῦτα εὐξάμενος, ὁ ἐπίσκοπος ἀνεχώρησε πάνυ φροντίζων >καὶ γέγονέ τι θαυμαστὸν καὶ παράδοξον.