Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ὅτι μὲν οὖν οὐ καινή τις ἡ τοῦ ὁμοουσίου πρόσρησις οὐδὲ ὑπὸ τῶν τότε συναθροισθέντων πατέρων ἐξευρεθεῖσα, ἀλλ’ ἄνωθεν ἐκ προγόνων εἰς ἐγγόνους καταγομένη, σαφῶς μεμαρτύρηκεν ὁ Εὐσέβιος· ὅτι δὲ καὶ ἄπαντες οἱ τηνικαῦτα συναθροισθέντες συμφώνως τὴν ἐκτεθεῖσαν κατεδέξαντο πίστιν, κἀνταῦθα ἔφη καὶ πάλιν ἐν ἑτέρῳ συγγράμματι μαρτυρεῖ, τοῦ μεγάλου Κωνσταντίνου τὴν πολιτείαν εὐφημίαις γεραίρων. Λέγει δὲ οὕτως·

» Ὁ μὲν δὴ ταῦτ’ εἰπὼν Ῥωμαίᾳ γλώττῃ, ὑφερμηνεύοντος ἑτέρου, >παρεδίδου τὸν λόγον τοῖς τῆς συνόδου προέδροις. ἐντεῦθεν δ’ >μὲν ἀρξάμενοι κατῃτιῶντο τοὺς πέλας, οἱ δ’ ἀπελογοῦντό τε >ἀντεμέμφοντο. πλείστων δῆτα ὑφ’ ἑκατέρου τάγματος >μένων πολλῆς τε ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, >ἐπηκροᾶτο ὁ βασιλεὺς τῶν πάντων σχολῇ τε εὐτόνῳ τὰς >ὑπεδέχετο, ἐν μέρει τε ἀντιλαμβανόμενος τῶν παρ’ ἑκάστου >λεγομένων, ἠρέμα συνῆγε τοὺς φιλονείκως ἐνισταμένους, πράως >ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας ἑλληνίζων τε τῇ φωνῇ, >μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκερός τις ἢν καὶ ἡδύς, τοὺς μὲν >πείθων, τοὺς δὲ καταδυσωπῶν τῷ λόγω, τοὺς δ᾿ εἰ λέγοντας >νῶν, πάντας δὲ εἰς ὁμόνοιαν ἐλαύνων, ἕως ὅτε ὁμογνώμονας [*](11— 55, 4 Euseb. Vit. Const. III 13—14. vgl. Sozomen. I 20, 1 55, 4 bei Socrat. I 8, 21—24. Gelas. Cyzic. II 28) [*](* — S. 55, 1 Georg. Mon. 508, 17) [*](A HN (n) GS (s) DL + FV (v) = z W [bis 3 ὡμολογημένοις]) [*](1 ὅθ᾿] ὅθεν L οὕτως v ι εὐγνωμόνως = Athan. Socr. Gel.] συγγνωμόνως A ι τῶν λόγων εὐγνωμόνως ~ s ι 2 ἐμφανῆ σύμπραξιν (συμπραξίαν z) ἔδοξε Π ἐφάνη συντρέχειν Athan. Socr. Gel. ι 2/3 προσεκτεθείση πίστει ὁμολογουμένοισ s ι 4 ᾗ am Rand HSS ι οὑν #x003E; S, übergeschrieben Ac ι 6 ἐκγόνουσ s 1 8 τεθεῖσαν s ι 10 εὐφημία sz ι 11 εὐσεβίου Am 1 12 δ’ Az Eus. #x003E; ns ι IS πέλας nszEns. τόπους πέλασ ἔλασ’ A ι ἀπολογοῦντο A ι 15 συνισταμένησ τὰ πρώτα L ι 16 ὁ = Socr. Gel. #x003E; S Eus. ι τε ANDL Eus. Socr. Gel. μὲν SV #x003E; mit leerem Raum H ι 17 ἑκάστου Π ἑκατέρου Eus. Soci-. Gel. ι 18 συνῆγε Π Socr. Gel. συνήγαγε Eus. ι ἐνισταμένου = Eus. Socr. Gel.] συνισταμένουσ V ι 20 τις nszEus. Socr. Gel. δέ τις A ι 22 ἐλαύνων nsz Eus. Socr. Gel. ἤλαυνεν A ι ἴωσ’ ὅτε AnsD Gel. εἰσότε Lv εἰσόθ’ Eus.)

55
>ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασι κατεστήσατο, ὡς >ὁμόφωνον μὲν κρατῆσαι τὴν πίστιν, τῆς δὲ σωτηρίου ἑορτῆς τὸν >αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν. ἐκυροῦτο δὲ ἤδη καὶ >ἐν γραφῇ δι’ ὑποσημειώσεως ἑκάστου τὰ κοινῇ δεδογμένα.«

Καὶ μετὰ βραχέα πόλιν καὶ ταῦτα προστέθεικεν·

»Οὕτω δὴ συνταξάμενος ἐπὶ τὰ σφῶν οἰκεῖα τοὺς πάντας ἐπανι- >έναι ἠφίει. οἱ δὲ ἐπανῄεσαν σὺν εὐφροσύνῃ, ἐκράτει τε λοιπὸν >παρὰ τοῖς πᾶσι μία γνώμη, παρ’ αὐτῷ βασιλεῖ συμφωνηθεῖσα, >συναπτομένων ὥσπερ ὑφ’ ἑνὶ σώματι τῶν ἐκ μακροῦ διῃρημένων.

χαίρων >δῆτα βασιλεὺς ἐπὶ τῷ κατορθώματι τοῖς μὴ παρατυχοῦσι τῇ συνόδῳ >καρπὸν εὐθαλῆ δι’ ἐπιστολῶν ἐδωρεῖτο, λαοῖς τε ἅπασι τοῖς τε καὶ >ἀγροὺς καὶ τοῖς ἀμφὶ τὰς πόλεις χρημάτων ἀφθόνους διαδόσεις >ποιεῖσθαι παρεκελεύετο, ὡδί πη γεραίρων τὴν ἑορτὴν τῆς >εἰκοσετοῦς.«

Ἔδει μὲν οὖν τοὺς τὰ Ἀρείου φρονοῦντας, εἰ καὶ τοῖς ἄλλοις πατράσιν ἀντιλέγειν οὐκ ἐνόμιζον δυσσεβές, τούτῳ γοῦν πιστεύειν ὃν θαυμάζειν εἰώθασι, σύμφωνον γεγενῆσθαι τὴν ὁμολογίαν ἐκείνην διδάσκοντι ἐπειδὴ δὲ καὶ πρὸς τὰς τῶν οἰκείων πατέρων διαμάχονται δόξας ἐχρῆν τοῦ Ἀρείου τὴν αἰσχίστην μεμαθηκότας καὶ φρίκης γέμουσαν τελευτὴν φυγεῖν παντὶ σθένει τὴν ὑπ’ ἐκείνου τεχθεῖσαν ἀσέβειαν. ἐπειδὴ δὲ εἰκὸς μὴ πάντας εἰδέναι τοῦ θανάτου τὸν τρόπον ἐγὼ καὶ τοῦτον ὡς ἐγένετο διηγήσομαι.