Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ταῦτα μὲν οὖν τοῖς ἀπολειφθεῖσιν ἐπέστειλε. τοὺς δὲ συνεληλυθότας ὀκτωκαίδεκα δὲ ἤσαν καὶ τριακόσιοι) πολλοῖς μὲν ἐφιλοφρονήσατο καὶ λόγοις καὶ δώροις, πολλὰς δὲ στιβάδας εὐτρεπισθῆναι κελεύσας κατὰ ταὐτὸν εἱστίασεν ἅπαντας, τοὺς μὲν ἀξιωτέρους ὁμοτραπέζους λαβών, τοὺς δὲ ἄλλους διελὼν εἰς τὰς ἄλλας. θεασάμενος δέ τινας τοὺς δεξιοὺς ὀφθαλμοὺς ἐκκεκομμένους καὶ μαθὼν ὡς τὸ περὶ τὴν εὐσέβειαν ἑδραῖον τοῦ πάθους ἐγένετο πρόξενον, τὰ χείλη τοῖς τραύμασι προσενήνοχεν , ἑλκύσειν ἐκεῖθεν τῶ φιλήματι τὴν εὐλογίαν πιστεύων.

πέρας δὲ τοῦ συμποσίου λαβόντος, ἕτερα πάλιν αὐτοῖς προσενήνοχε δῶρα. καὶ μέντοι καὶ γράμματα πρὸς τοὺς τῶν ἐθνῶν προστατεύοντας δέδωκεν ἄρχοντας, καθ’ ἑκάστην πόλιν χορη- [*](12 —15 Euseb. Vit. Const. III 15. vgl. Sozomen. I 25, 1 –16 — 19 vgl. Rufin. H. E. X 4. Socrat. I 11, 2) [*](* 11 — S. 47, 3 Th. loannes, Mnemeia Hagiologika S. 215, 1 – 12 —19 Georg. Mon. 504, 8 – 12 — S. 47, 6 Niceph. H. E. VIII 26 A HN(n) GS(s) DL + FV (v) = z T) [*](1 τὴν AzT Gel. Eus. Socr. > ns ι 3 vor λόγον + τῆς καθολικῆσ πίστεως TGel. ι vor ἡμέρας + τοῦ πάσχα TGel. ι 4 ὀφείλεται AG ι ἵνα = Gel. Eus. Socr. Α ι 9 ἡμετέρας TZGel. Eus. HSS ὑμετέρας Socr. ι 10 διαφυλάξει AT Eus. Cod. VSocr. Codd. FM διαφυλάξοι GzEus.Codd. JMBA Socr. Codd. AC διαφυλάξειεν n φυλάξοι SGel. ι ἀδελφοὶ ἀγαπητοί NT Gel. Eus. Socr. ἀδελφοί μου ἀγαπητοί H ἀγαπητοὶ ἀδελφοί A ἀγαπητοί ι sz ι 11 ια am Rand HSS ι ταῦτα] ταύτην Τ ι οὑν = Gel. > A ι ἀπολειφθεῖσιν = Gel.] ἀποῦσιν Τ* ι 13 δὲ] τε Τ ι 13/ 14 εὐτρεπισθῆναι κελεύσας = Gel. Mnem.] εὐτρεπίσας Τ* ι 14 κατ’ αὐτὸν n ι ἑστίασεν NGF Gel. Georg. ι 15 ἄλλας ΠMnem ἄλλας τραπέζας Gel. ι 16 ἶνας = Gel. Georg. Mnem.] ἐν αὐτοῖσ’ παφνούτιον καί τινας ἄλλουσ Τ* ι ὡς] ὅτι T ι 18 ἑλκύσειν = Gel. Georg. Mnem.] ἑλκύσαι DT)

47
γεῖσθαι παρεγγυῶν ταῖς ἀειπαρθένοις καὶ χήραις καὶ τοῖς ἀφιερω- μένοις τῇ θείᾳ λειτουργίᾳ ἐτήσια σιτηρέσια. φιλοτιμίᾳ μᾶλλον ἢ χρείᾳ ταῦτα μετρήσας.

τούτων τὸ τριτημόριον μέχρι καὶ τήμερον χορηγεῖται, Ἰουλιανοῦ μὲν τοῦ δυσσεβοῦς πάντα καθάπαξ ἀφελομένου, τοῦ δὲ μετ’ ἐκεῖνον τὰ νῦν χορηγούμενα παρασχεθῆναι προστεταχότος ὁ γὰρ λιμὸς ὀλίγην ἐποίει τότε τὴν εἰσφοράν. εἰ δὲ τοῦ νῦν χορηγουμένου τριπλάσιον ἦν τὸ τηνικαῦτα παρασχεθέν, ῥᾴδιον τὴν τοῦ βασιλέως μεγαλοψυχίαν τῷ βουλομένῳ καταμαθεῖν.

Οὐ μὴν δὲ οὐδὲ ἐκεῖνο δίκαιον ἡγοῦμαι παραδοῦναι σιγῇ· φιλαπεχθήμονες γὰρ ἄνδρες ἐγράψαντο τῶν ἐπισκόπων τινὰς καὶ τῷ βασιλεῖ τὰς ἐγγράφους κατηγορίας ἐπέδοσαν.

ὁ δὲ πρὸ τῆς γεγενημένης ὁμονοίας ταύτας δεξάμενος, εἶτα δεσμὸν ἐπιθεὶς καὶ τῷ δακτυλίῳ σημηνάμενος, φυλαχθῆναι προσέταξεν. ἔπειτα τὴν σύμβασιν ἐργασάμενος ταύτας κομίσας παρόντων αὐτῶν κατέκαυσεν, ὀμωμοκὼς ἠ’ μὴν μηδὲν τῶν ἐγγεγραμμένων ἀνεγνωκέναι. οὐ γὰρ ἔφη χρῆναι τῶν ἱερέων τὰ πλημμελήματα δῆλα γίνεσθαι τοῖς πολλοῖς, ἵνα μὴ σκανδάλου πρόφασίν ἐντεῦθεν λαμβάνοντες ἀδεῶς ἁμαρτάνωσιν.

φασὶ δὲ αὐτὸν καὶ τόδε προσθεῖναι, ὡς εἰ αὐτόπτης ἐπισκόπου γάμον ἀλλότριον διορύττοντος γένοιτο, συγκαλύψαι ἂν τῇ πορφυρίδι τὸ παρανόμως γινόμενον, ὡς ἂν μὴ βλάψῃ τοὺς θεω- μένους τῶν δρωμένων ἡ ὄψις. οὕτω παραινέσας καὶ τοσαύτης ἀξιώσας τοὺς ἱερέας τιμῆς, καταλαβεῖν ἕκαστον τὴν οἰκείαν παρηγγυησε ποίμνην.

[*](4 vgl. Artemii Passio 22 PG 96, 1272 B. Sozomen. V 5, 2. Theodoret. H. E. IV 4 – 9 —14 vgl. Rufin. H. E. X 2. Socrat. I 8, 18 —19. Sozomen. ι 17, 3 — 5)[*](* 9 —21 Gelas. Cyzic. II 8 – 9 —23 Georg. Mon. 508, 4)[*](A HN(n) GS(s) DL + FY (v) = z T [bis 8 καταμαθεῖν u. von 15 οὐ γὰρ bis 23 ποίμνην])[*](1 ταῖς] τὰ ταῖς Α > DT Gel. ι 3 μετρήσας = Gel.] μερίσας s ι καὶ > Τ ι 4 μὲν > T ι 6 ἐποίει τότε] ἐποιεῖτο z ι 7 ἢν > T ι 9 ἐκεῖνο Ls ι ἐκεῖνο nach δίκαιον co v, nach ἡγοῦμαι ~ s ι 11 ὁ δὲ = Gel. Georg.] ὃς LV ὃσ σ auf Rasur Ac) A ι 12 ταύτας = Gel. Georg.] ταῦτα v ι 13 δακτύλω sD I 14 κομίσασ AnsD Georg, κομισάμενος Ly ι 15 μηδὲ A. ι ἐγγεγραμμένων nGel. ἐν αὐταῖς γεγραμμένων Georg. γεγραμμένων Asz ι 17 λαμβάνοντες = Gel. Georg.] λαβόντες n ι 17/18 ἁμαρτάνουσιν AGel. ι 19 γίνοιτο A ι nach ἂν + αὐτὸν T ι 20 βλάψαι Lv Gel. Georg. Cod. Ρ βλάψαιε Georg. ι 21 οὕτω] οὕτωσ αὐτοὺς Τ ι 22 καταλαβεῖν = Georg.] καταλαμβάνειν A ι οἰκείαν] ἰδίαν L ι 22/23 παρεγγύησε A)
48

Ἐγὼ δὲ τῆς τῶν Ἀρειανῶν ἕνεκα βδελυρίας, οἳ οὐ μόνον τῶν κοινῶν ἡμῖν καταφρονοῦσι πατέρων ἀλλὰ καὶ τοὺς σφετέρους ἀρνοῦνται, τὴν Εὐσεβίου τοῦ Καισαρέων ἐπιστολὴν ἣν περὶ τῆς πίστεως ἔγραψεν ἐνθεῖναι βούλομαι τῇ συγγραφῇ, τῆς τούτων λύττης ἔλεγχον ἔχουσαν ἐναργῆ.

τοῦτον γὰρ γεραίροντες ὡς ὁμόφρονα, τοῖς ὑπὸ τούτου γραφεῖσιν ἄντικρυς ἀντιλέγουσιν. γέγραφε δὲ τὴν ἐπιστολὴν πρός τινας τὰ Ἀρείου φρονοῦντας, προδοσίαν, ὡς εἰκός, ἐγκαλοῦντας αὐτῷ. δηλοῖ δὲ ἄμεινον τὰ γεγραμμένα τὸν τοῦ γεγραφότος σκοπόν. » Εύσεβίου τοῦ Καισαρείσς τῆς Παλαιστίνης ἐπισκόπου ἐπι- στολὴ ἣν ἀπὸ τῆς Νικαίας ἀπέστειλεν ὅτε ἡ μεγάλη σύνοδος συνεκροτήθη.

Τὰ περὶ τῆς ἐκκλησιαστικῆς πίστεως πραγματευθέντα κατὰ τὴν > μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ συγκροτηθεῖσαν εἰκὸς μὲν ὑμᾶς καὶ > ἄλλοθεν μεμαθηκέναι, τῆς φήμης προτρέχειν εἰωθυίας τὸν περὶ τῶν > πραττομένων ἀκριβῆ λόγον. ἀλλ’ ἵνα μὴ ἐκ τοιαύτης ἀκοῆς τὰ τῆς > ἀληθείας ἑτεροίως ὑμῖν ἀπαγγέλληται, ἀναγκαίως διεπεμψάμεθα ὑμῖν > πρῶτον μὲν τὴν ὑφ’ ἡμῶν προταθεῖσαν περὶ τῆς πίστεως γραφήν, > ἔπειτα τὴν δευτέραν. ἣν ταῶ ἡμετέραις φωναῖς προσθήκας ἐπιβα- > λόντες ἐκδεδώκασι.

τὸ μὲν οὖν παρ’ ἡμῶν γράμμα, ἐπὶ παρουσίᾳ > τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως ἀναγνωσθὲν εὖ τε ἔχειν καὶ δο- > κίμως ἀποφανθέν, τοῦτον ἔχει τὸν τρόπον·

[*](12 — S. 54, 3 bei Athanas. Montfaucon I 238 [PG 20, 1536; f.]. Socrat. I 8, 35 —54 [= Τ, Cass. II 11]. Gelas. Cyzic. ιι 34 — 35)[*](* 6 — S. 50, 1 7 Niceph. H. E. VIII 22)[*](A HN (n) GS (s) DL + FY (v) = z W [von 12 Τὰ περὶ an])[*](1 Ἐγὼ δὲ: ιβ am Rand F ι ἕνεκά > Α ι 2 ἡμῖν nur in A ι 3 τῆς > L ι 5 ἔχουσαν] οὖσαν L ///// οὖσαν A ι 6 συγγραφεῖσιν Lv ι 9 εὐσεβίου — 11 συνεκροτήθη n und (ἐπιστολὴ vor Εὐσεβίου ~ τοῦ , ἐπέστειλεν) ἐπιστολὴ εὐσεβίου ἐπισκόπου καισαρείασ περὶ τῆς + ἐμεθείσης D) ἐν νικαία πίστεωσDL > AV ι 12 ιβ am Rand AL ι 13 ὑμὰς Π ὑμὰς ἀγαπητοὶ Athan. Socr. Gel. ι 15 πραττομένων nszW Athan. Socr. Gel. πεπραγμένων A ι τὰ A Athan. Socr, Gel. τὸ nszW ι 17 μὲν AnAthan. Socr. Gel. > szW ι 18/19 ἐπιβάλλοντεσ ns ἐπιβαλόντες λ auf Rasur Ac) A ι 19 παρ’ ἡμῶν μὲν οὖν ~ n, Athan. Socr. Gel, wie im Text ι 20 ἡμῶν βασιλέως nDW Athan. Socr. Gel. βασιλέωσ ἡμῶν AsLv)
49

>Ἡ ὑφ’ ἡμῶν ἐκτεθεῖσα πίστις. καθὼς παρελάβομεν παρὰ τῶν >πρὸ ἡμῶν ἐπισκόπων, καὶ ἐν τῇ πρώτῃ κατηχήσει καὶ ὅτε τὸ >λουτρὸν ἐλαμβάνομεν, καὶ καθὼς ἀπὸ τῶν θείων γραφῶν μεμαθήκαμεν. >καὶ ὡς ἐν αὐτῶ τῷ πρεσβυτερίῳ καὶ ἐν αὐτῇ τῇ ἐπισκοπῇ >ἐπιστεύομέν τε καὶ ἐδιδάσκομεν, οὕτω καὶ νῦν πιστεύοντες τὴν ἡμετέραν >πιστιν προσαναφερομεν. ἐστι δὲ αὕτη·

>Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, τὸν τῶν ἁπάν- >των ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, καὶ εἰς ἕνα κύριον Ἰσησοῦν >Χριστόν, τὸν τοῦ θεοῦ λόγον, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, ζωὴν >ἐκ ζωῆς, υἱὸν μονογενῆ, πρωτότοκον πάσης κτίσεως, πρὸ πάντων >τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον, δι’ οἱ καὶ ἐγένετο πάντα, >τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθέντα καὶ ἐν ἀνθρώποις >πολιτευσάμενον καὶ παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ >ἀνελθόντα πρὸς τὸν πατέρα καὶ ἥξοντα πάλιν ἐν δόξῃ κρῖναι >ζωντας καὶ νεκρούς. πιστεύομεν καὶ εἰς ἓν πνεῦμα ἅγιον.