Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Περὶ τῶν παρὰ Μαξίμου τοῦ τυράννου Βαλεντινιανῷ δηλωθέντων.

Χρόνου δὲ συχνοῦ τριβομένου, μεμάθηκε μὲν ὁ Μάξιμος τὰ κατὰ τοῦ μεγαλοφώνου κήρυκος τῆς ἀληθείας τολμώμενα: ἐπέστειλε δὲ τῷ Βαλεντινιανῷ, τὸν κατὰ τῆς εὐσεβείας πόλεμον καταλῦσαι παρεγγυῶν, καὶ παραινῶν μὴ προέσθαι τὴν πατρῴαν εὐσέβειαν.

Προστέθεικε δὲ καὶ τοῦ πολέμου τὴν ἀπειλὴν, εἰ μὴ πείθοιτο: καὶ μέντοι καὶ τὸ ἔργον τοῖς λόγοις ἐπέθεικε. Τὴν γὰρ στρατιὰν ἀγείρας, ἐπὶ τὴν Μεδιόλανον ὥρμησεν, ἔνθα ἐκεῖνος διῆγεν. Ὁ δὲ μαθὼν τὴν ἔφοδον, εἰς Ἰλλυρίους ἵκετο φεύγων, τῇ πείρᾳ μαθὼν τίνων ἐκ τῆς μητρῴας ἀπώνατο συμβουλῆς.

Περὶ τῶν παρὰ Θἑ??ʼδοσίου τοῦ βασιλέως περὶ τούτου γραμμάτων.

Πυθόμενος δὲ Θεοδόσιος ὁ πανεύφημος βασιλεὺς, τά τε παρὰ τοῦ βασιλέως πραχθέντα, καὶ τὰ παρὰ τοῦ τυράννου γραφέντα, ἔγραψε τῷ πεφευγότι νέῳ, μὴ χρῆναι θαυμάζειν, εἰ τῷ βασιλεῖ μὲν τὸ δέος, τῷ δὲ τυράννῳ τὸ κράτος συνέζευκται: τῇ γὰρ εὐσεβείᾳ πεπολέμηκε μὲν ὁ βασιλεὺς, ὁ δὲ τύραννος ἐπεκούρησε: καὶ ὁ μὲν ταύτην προέμενος, ἀποδιδράσκει γυμνός: ὁ δὲ ταύτῃ καθωπλισμένος τοῦ γεγυμνωμένου κρατεῖ. Τῇ γὰρ εὐσεβείᾳ καὶ ὁ ταύτης σύνεστι νομοθέτης. Ταῦτα μὲν οὗν ἑκὰς ὥν ἐπέστειλεν.

Ἐπειδὴ δὲ τὴν φυγὴν μεμαθηκὼς εἰς ἐπικουρίαν

1229
ἀφίκετο, καὶ τὴν μὲν οἰκείαν καταλελοιπότα βασιλείαν, εἰς δὲ τὴν αὐτοῦ παραγενόμενον εἶδε: πρῶτον μὲν τῇ ψυχῇ τὴν θεραπείαν προσήνεγκε, καὶ τὴν ἐπιγενομένην τῆς ἀσεβείας ἐξήλασε νόσον, καὶ εἰς τὴν πατρῴαν εὐσέβειαν ἐπανήγαγεν: εἶτα θαῤῥεῖν παρεγγυήσας, καὶ κατὰ τοῦ τυράννου στρατεύσας, ἀναιμωτὶ μὲν τῷ νέῳ τὴν βασιλείαν παρέδωκε, τὸν δὲ τύραννον ἔκτεινεν. Ἀδικεῖν γὰρ ὑπέλαβεν, καὶ τὰς πρὸς Γρατιανὸν γεγενημένας παραβαίνειν συνθήκας, εἰ μὴ ποινὴν τοὺς ἀπεκτονότας εἰσπράξαιτο τῆς σφαγῆς.

Περὶ Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου.

Μετὰ δὲ τῆν ἐκεὶθεν ἐπάνοδον, ἀφίκετο μὲν ὁ θαυμάσιος Ἀμφιλόχιος, οὗ πολλάκις ἐμνήσθην, ἀντιβολῶν τοὺς τῶν Ἀρειανῶν ἐκ τῶν πόλεων ἐξελαθῆναι συλλόγους. Ὁ δὲ βασιλεὺς ἀπηνεστέραν ὑπολαβὼν τὴν αἴτησιν, οὐκ ἐδέξατο. Ὁ δὲ σοφώτατος Ἀμφιλόχιος παραυτίκα σιγήσας, μνήμης ἀξίαν ἐξεῦρε μηχανήν. Εἴσω γὰρ αὗθις τῶν βασιλείων γενόμενος, καὶ παρεστῶτα τῷ βασιλεῖ τὸν υἱὸν Ἀρκάδιον θεασάμενος, νεωστὶ δὲ οὗτος κεχειροτόνητο βασιλεὺς, αὐτὸν μὲν ἠσπάσατο συνήθως τὸν βασιλέα, ἀγέραστον δὲ κατέλιπε τὸν ʽ??ʼίόν. Ὁ δὲ βασιλεὺς, ἐπιλησθῆναι νομίσας τὸν Ἀμφιλόχιον, προσελθεῖν καὶ φιλῆσαι προσέταξε τὸν υἱόν. Ὁ δὲ ἀποχρῆναι ἔφη τὴν αὐτῷ παῤ αὐτοῦ προσενεχθεῖσαν τιμήν. Ὁ δὲ δυσχεράνας, οἰκείαν̔??ʼ ἐκάλει παροινίαν τὴν τοῦ παιδὸς ἀτιμίαν.

Τηνικαῦτα λοιπὸν ὁ σοφώτατος Ἀμφιλόχιος ἐκκαλύπτει τὸν τοῦ γεγενημένου σκοπὸν, καὶ βοῶν ἔφη: Ὁρᾷς, ὦ βασιλεῦ, ὅπως οὐ φέρεις τὴν τοῦ παιδὸς ἀτιμίαν, ἀλλὰ τοῖς εἰς τοῦτον παροινοῦσι χαλεπαίνεις πικρῶς. Πίστευσον δή οὗν, καὶ τὸν τῶν ὅλων Θεὸν τοὺς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ βλασφημοῦντας βδελύττεσθαι, καὶ ὡς ἀχαρίστους περὶ τὸν Σωτῆρα καὶ εὐεργέτην γεγενημένους μισεῖν: Οὕτω συνεὶς ὁ βασιλεὺς, καὶ τά τε πεπραγμένα τά τε εἰρημένα θαυμάσας, νόμον εὐθὺς ἔγραψε τοὺς τῶν αἰρετικῶν συλλόγους κωλύοντα. Ἀλλὰ γὰρ οὐ ῥᾴδιον πάσας διαφυγεῖν τοῦ κοινοῦ τῶν ἀνθρώπων πολεμίου τὰς ἄρκυς. Πολλάκις γάρ τις διαδρὰς τῆς ἀσελγείας τὸ πάθος, τῇ τῆς πλεονεξίας περιπείρεται πάγῃ: εἰ δὲ καὶ ταύτης κρείττων φανείη, ἑτέρωθεν ἀναφύεται τοῦ φθόνου τὸ βάραθρον. Κἂν τοῦτο δὲ πάλιν ὑπερπηδήσῃ, τοῦ θυμοῦ τὸ δίκτυον εὑρήσει προκείμενον. Καὶ ἄλλας δὲ μυρίας τοῖς ἁνθρώποις τίθησι ποδοστράβας, ἀγρεύων εἰς ὄλεθρον. Καὶ τὰ μὲν πάθη τοῦ σώματος ὑπουργοῦντα ἔχει ταῖς κατὰ τῆς ψυχῆς τεκταινομέναις ὑπ̓ αὐτοῦ μηχαναῖς: μόνος δὲ ὁ νοῦς ἐγρηγορὼς περιγίνεται, τῇ περὶ τὰ θεῖα ῥοπῇ τῶν μηχανημάτων διαλύων τὴν ῥύμην. Τῆς ἀνθρωπείας δὴ οὖν φύσεως καὶ ὁ θαυμάσιος οὗτος μετασχὼν βασιλεὺς, καὶ τῶν παθημάτων μετέλαχε, καὶ τῷ δικαίῳ θ̔??ʼμῷ ἀμετρία προσγενομένη ὠμόν τε καὶ παράνομον εἰργάσατο πάθος. Ἐρῶ δὲ καὶ

1232
τοῦτο τῆς τῶν ἐντευξομένων ὠφελείας ἕνεκα. Οὐ γὰρ μόνον κατηγορίαν ἔχει τοῦ θαυμαστοῦ βασιλέως, ἀλλὰ καὶ εὐφημίαν μνήμης ἀξιωτάτην.

Περὶ τῶν ἐν Θεσσαλονίκῃ σφαγῶν, καὶ περὶ τῆς τοῦ ἐπισκόπου Ἀμβροσίου παῤῥησίας, καὶ τῆς τοῦ βασιλέως εὐσεβείας.

Θεσσαλονίκη πόλις ἐστὶ μεγίστη καὶ πολυάνθρωπος, εἰς μὲν τὸ Μακεδόνων ἔθνος τελοῦσα, ἡγουμένη δὲ καὶ Θετταλίας καὶ Ἀχαΐας, καὶ μέντοι καὶ ἄλλων παμπόλλων ἐθνῶν, ὅσα τῶν Ἰλλυριῶν τὸν ὕπαρχον ἡγούμενον ἔχει. Ἐν ταύτῃ στάσεως γενομένης τινὸς, κατελεύσθησάν τε καὶ κατεσύρησαν τῶν ἀρχόντων τινές. Ὁ δὲ βασιλεὺς ἐξαφθεὶς ὑπὸ ἀγγελθέντων, οὐκ ἤνεγκε τοῦ θυμοῦ τὴν ὁρμὴν, οὐδὲ τῷ χαλινῷ τοῦ λογισμοῦ τὴν τούτου ῥύμην ἐκώλυσεν: ἀλλὰ τούτῳ τὴν ψῆφον ἐξενεγκεῖν τῆς τιμωρίας ἐπέτρεψε.

Ταύτην δὲ τὴν ἐξουσίαν ἐκεῖνος λαβὼν, οἷα δὴ αὐτόνομός τε καὶ τύραννος, τὸν δεσμὸν ἀποῤῥήξας καὶ τοῦ λογισμοῦ διαφυγὼν τὸν ζυγὸν, ἄδικα ξίφη κατὰ πάντων ἐγύμνωσε, καὶ τοὺς ἀθώους μετὰ τῶν ὑπευθύνων κατέκτεινεν.

Ἑπτὰ γὰρ, ὥς φασιν. ἀνῃρέθησαν χιλιάδες, οὐ κρίσεως ἡγησαμένης, καὶ τῶν τὰ δεινὰ ἐκεῖνα τετολμηκότων κατακριθέντων, ἀλλ̓ ὡς ἐν ἀμήτῳ πάντων ὁμοῦ δίκην ἀσταχύων κατατμηθέντων. Ταύτην μαθὼν τὴν ὀδυρμῶν γέμουσαν συμφορὰν Ἀμβρόσιος ἐκεῖνος, οὖ πολλάκις ἐμνήσθην, ἀφικόμενον εἰς Μεδιόλανον τὸν βασιλέα, καὶ συνήθως εἰς τὸν θεῖον εἰσελθεῖν βουληθέντα νεὼν, ὑπαντήσας ἔξω τῶν προθύρων, ἐπιβῆναι τῶν ἱερῶν προπυλαίων τοιάδε λέγων ἐκώλυσεν: Οὐκ οἶσθα, ὡς ἔοικε, ὦ βασιλεῦ, τῆς εἰργασμένης μιαιφονίας τὸ μέγεθος, οὐδὲ μετὰ τὴν τοῦ θυμοῦ παῦλαν ὁ λογισμὸς ἐπέγνω τὸ τολμηθέν. Οὐκ ἐᾷ γὰρ ἴσως τῆς βασιλείας ἡ δύναμις ἐπιγνῶναι τὴν ἁμαρτίαν, ἀλλ̓ ἐπιπροσθεῖ ἡ ἐξουσία τῷ λογισμῷ. Χρὴ μέντοι εἰδέναι τὴν φύσιν, καὶ τὸ ταύτης θνητόν τε καὶ διαῤῥέον. καὶ τὸν πρόγονον χοῦν ἐξ οὖ γεγόναμεν, καὶ εἰς ὅν ἀποῤῥέομεν, καὶ μὴ τῷ ἄνθει τῆς ἁλουργῖδος ἀποβουκολούμενον, ἀγνοεῖν τοῦ καλυπτομένου σώματος τὴν ἀσθένειαν. Ὁμοφυῶν ἄρχεις, ὧ βασιλεῦ, καὶ μὲν δὴ καὶ ὁμοδούλων: εἶς γὰρ ἁπάντων Δεσπότης καὶ ὁ Βασιλεὺς, ὁ τῶν ὅλων Δημιουργός. Ποίοις τοίνυν ὀφθαλμοῖς ὄφει τὸν τοῦ κοινοῦ Δεσπότου νεών; ποίοις δὲ ποσὶ τὸ δάπεδον ἐκεῖνο πατήσεις τὸ ἅγιον; πῶς δὲ τὰς χεῖρας ἐκτενεῖς ἀποσταζούσας ἔτι τοῦ ἀδίκου φόνου τὸ αἷμα; πῶς δὲ τοιαύταις ὑποδέξῃ χερσὶ τοῦ Δεσπότου τὸ πανάγιον σῶμα; πῶς δὲ τῷ στόματι προσοίσεις τὸ αἷμα τὸ τίμιον, τοσοῦτον διὰ τὸν τοῦ θυμοῦ λόγον ἐκχέας παρανόμως αἷμα; Ἄπιθι τοίνυν, καὶ μὴ πειρῶ τοῖς δευτέροις τὴν προτέραν αὔξειν παρανομίαν, καὶ δέχου τὸν δεσμὸν ᾦ ὁ Θεὸς ὁ τῶν ὅλων Δεσπότης ἄνωθεν γίνεται σύμψηφος. Ἰατρικὸς

1233
δὲ οὗτος, καὶ πρόξενος ὑγιείας. Τούτοις εἴξας ὁ βασιλεὺς τοῖς λόγοις, τοῖς γὰρ θείοις λογίοις ἐντεθραμμένος ᾔδει σαφῶς τίνα μὲν τῶν ἱερέων, τίνα δὲ τῶν βασιλέων ἴδια, στένων καὶ δακρύων ἐπανῆλθεν εἰς τὰ βασίλεια. Χρόνου δὲ συχνοῦ διελθόντος, ὀκτὼ γὰρ ἀναλώθησαν μῆνες, κατέλαβεν ἡ τοῦ Σωτῆρος ἡμῶν γενέθλιος ἑορτή: ὁ δὲ βασιλεὺς ἐν τοῖς βασιλείοις καθῆστο, τὴν τῶν δακρύων ἀναλίσκων λιβάδα.

Τοῦτο θεασάμενος ʽΡουφῖνος, μάγιστρος δὲ τηνικαῦτα ἦν, καὶ πολλῆς μετεῖχε παῤῥησίας, ἅτε δὴ συνηθέστερος ὢν, προσελθὼν ἤρετο τῶν δακρύων τὸ αἴτιον.

Ὁ δὲ πικρῶς ἀνοιμώξας, καὶ σφοδρότερον προχέας τὸ δάκρυον Σὺ μὲν, ἔφη, ʽΡουφῖνε, παίζεις. τῶν γὰρ ἐμῶν οὐκ ἐπαισθάνῃ κακῶν: ἐγὼ δὲ στένω καὶ ὀλοφύρομαι τὴν ἐμαυτοῦ συμφορὰν λογιζόμενος, ὡς τοῖς μὲν οἰκέταις καὶ τοῖς προσαίταις ἄνετος ὁ θεῖος νεὼς, καὶ εἰσίασιν ἀδεῶς, καὶ τὸν οἰκεῖον ἀντιβολοῦσιν Δεσπότην, ἐμοὶ δὲ καὶ οὗτος ἄβατος, καὶ πρὸς τούτῳ μοι ὁ οὐρανὸς ἀποκέκλεισται.

Μέμνημαι γὰρ τῆς Δεσποτικῆς φωνῆς, ἤ διαῤῥήδην φησίν: Ὅ ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς. Ὁ δέ: Δραμοῦμαι, ἔφη, εἵ σοι δοκεῖ, καὶ τὸν ἀρχιερέα πείσω λιπαρήσας λῦσαί σου τὰ δεσμά. Οὐ πείσεται, ἔφη ὁ βασιλεύς. οἴδα γὰρ ἐγὼ τῆς Ἀμβροσίου ψήφου τὸ δίκαιον, οὐδὲ αἰδεσθεὶς τῆς βασιλείας τὴν ἐξουσίαν τὸν θεῖον παραβήσεται νόμον. Ἐπειδὴ δὲ πλείοσι χρησάμενος ὁ ʽΡουφῖνος λόγοις πείθειν ὑπέσχετο τὸν Ἀμβρόσιον, ἀπελθεῖν αὐτὸν ὁ βασιλεὺς κατὰ τάχος ἐκέλευσε: καὶ αὐτὸς δὲ, ὑπὸ τῆς ἐλπίδος βουκοληθεὶς, ἠκολούθησε μετὰ βραχὺ, ταῖς ὑποσχέσεσι τοῦ ʽΡουφίνου πεισθείς . Αὐτίκα δὲ τὸν ʽΡουφῖνον ἱ̓??ʼὼν ὁ θεῖος Ἀμβρόσιος Τὴν τῶν κυνῶν ὰναίδειαν, ἔφη, ʽΡουφῖνε, ζηλοῖς. Τοσαύτης γὰρ μιαιφονίας γενόμενος σύμβουλος, τὴν αἰδὼ τῶν μετώπων ἀπέξυσας, καὶ οὔτε ἐρυθριᾷς, οὔτε δέδιας, τοσοῦτον κατὰ τῆς θείας λυττήσας εἰκόνος. Ἐπειδὴ δὲ ὁ ʽΡουφῖνος ἠντιβόλει, καὶ τὸν βασιλέα ἔλεγεν ἥξειν, ὑπὸ τοῦ θείου ζήλου πυρποληθεὶς Ἀμβρόσιος ὁ θεσπέσιος: Ἐγὼ, ἔφη, ὦ ʽΡουφῖνε, προλέγω ὡς κωλύσω τῶν ἱερῶν αὐτὸν ἐπιβῆναι προθύρων. Εἰ δὲ εἰς τυραννίδα τὴν βασιλείαν μεθίστησι. δέξομαι κἀγὼ μεθ̓ ἡδονῆς τὴν σφαγήν. Τούτων ὁ ʽΡουφῖνος ἀκούσας, ἐμήνυσε διά τινος τῷ βασιλεῖ τὸν τοῦ ἀρχιεπισκόπου σκοπὸν, καὶ μένειν εἴσω τῶν βασιλείων παρῄνεσεν. Ὁ δὲ βασιλεὺς. κατὰ μέσην τὴν ἀγορὰν ταῦτα μαθών: Ἄπειμι, ἔφη, καὶ τὰς δικαίας δέξομαι παροινίας. Ἐπειδὴ δὲ τοὺς ἱεροὺς περιβόλους κατέλαβεν, εἰς μὲν τὸν θεῖον οὐκ εἰσελήλυθε νεών: πρὸς δὲ τὸν ἀρχιερέα παραγενόμενος, ἐν δὲ τῷ ἀσπαστικῷ

1236
οὗτος οἴκῳ καθῆστο, ἐλιπάρει λυθῆναι τῶν δεσμῶν. Ὁ δὲ τυραννικὴν ἐκάλει τὴν παρουσίαν, καὶ κατὰ τοῦ Θεοῦ μεμηνέναι τὸν Θεοδόσιον ἔλεγε, καὶ τοὺς ἐκείνου νόμους πατεῖν. Ὁ δὲ βασιλεὺς: Οὐ θρασύνομαι, ἔφη, κατὰ τῶν κειμένων νόμων, οὐδὲ παρανόμως ἐπιβῆναι τῶν ἱερῶν προθύρων ἐφίεμαι: ἀλλά σε λῦσαί μοι τὸν δεσμὸν ἀξιῶ, καὶ τὴν τοῦ κοινοῦ Δεσπότου φιλανθρωπίαν λογίσασθαι, καὶ μὴ κλεῖσαί μοι θύραν, ἣν πᾶσι τοῖς μεταμελείᾳ χρωμένοις ὁ Δεσπότης ἀνέῳξεν. Ὁ δὲ ἀρχιερεὺς ἔφη: Ποίαν οὖν μεταμέλειαν ἔδειξας μετὰ τοσαύτην παρανομίαν; ποίοις δὲ φαρμάκοις τὰ δυσίατα ἐθεράπευσας τραύματα; Ὁ δὲ βασιλεύς: Σὸν ἔργον, φησὶ, τὸ καὶ δεῖξαι καὶ κεράσαι τὰ φάρμακα: ἐμὸν δὲ τὸ δέξασθαι τὰ προσφερόμενα. Τότε ὁ θεῖος Ἀμβρόσιος: Ἐπειδὴ τῷ θυμῷ, ἔφη, τὸ δικάζειν ἐπιτρέπεις, καὶ οὐχ ὁ λογισμὸς τὴν γνῶσιν, ἀλλ̓ ὁ θυμὸς ἐκφέρει, γράψον νόμον τοῦ θυμοῦ τὰς ψήφους ἀργὰς ποιοῦντα καὶ περιττὰς. καὶ τριάκοντα ἡμέρας αἱ φονευτικαὶ καὶ δημευτικαὶ μενέτωσαν γνώσεις ἐγγεγραμμέναι, τὴν τοῦ λογισμοῦ προσδεχόμεναι κρίσιν. Διελθουσῶν δὲ τῶν ἡμερῶν. οἱ τὰ ἐγνωσμένα γεγραφότες τὰ προστεταγμένα δεικνύτωσαν: καὶ τηνικαῦτα, τοῦ θυμοῦ πεπαυμένου, καθ̓ ἑαυτὸν δικάζων ὁ λογισμὸς, ἐξετάσει τὰ ἐγνωσμένα, καὶ ὄψεται εἴτε ἄδικα, εἴτε δίκαια εἴη: καὶ εἰ μὲν εὕρῃ ἄδικα, δῆλον ὅτι διαῤῥήξει τὰ γεγραμμένα: εἰ δέ γε δίκαια, βεβαιώσει, καὶ ὁ τῶν ἡμερῶν ἀριθμὸς οὐ λυμανεῖται τοῖς ὀρθῶς ἐγνωσμένοις. Ταύτην ὁ βασιλεὺς δεξάμενος τὴν εἰσήγησιν καὶ ἄριστα ἔχειν ὑπολαβὼν, εὐθὺς γραφῆναί τε τὸν νόμον ἐκέλευσε, καὶ τοῖς τῆς οἰκείας χειρὸς ἐβεβαίωσε γράμμασι. Τούτου δὲ γενομένου, διέλυσε τὸν δεσμὸν ὁ θεῖος Ἀμβρόσιος. Οὕτως ὁ πιστότατος βασιλεὺς εἴσω γενέσθαι θαῤῥήσας τοῦ θείου νεὼ,οὐχ ἑστὼς τὸν Δεσπότην ἱκέτευσεν, οὐδὲ τὰ γόνατα κλίνας, ἀλλὰ πρηνὴς ἐπὶ τοῦ δαπέδου κείμενος τὴν Δαυῖτικὴν ἀφῆκε φωνήν: Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου. Καὶ ταῖς χερσὶν ἀποτίλλων τὰς τρίχας, καὶ τὸ μέτωπον τύπτων, καὶ ταῖς τῶν δακρύων σταγόσι τοὗ??ʼαφος καταῤῥαίνων, συγγνώμης ἠντιβόλει τυχεῖν. Ἐπειδὴ δὲ ὁ καιρὸς ἐκάλει τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκεῖν, ἀναστὰς μετὰ τῶν ἴσων δακρύων τῶν ἀνακτόρων ἐπέβη: προσενεγκὼν δὲ, ὥσπερ εἰώθει, ἔνδον παρὰ τὰς κιγκλίδας μεμένηκεν. Ἀλλὰ πάλιν ὁ μέγας Ἀμβρόσιος οὐκ ἐσίγησεν, ἀλλ̓ ἐξεπαίδευσε τὴν τῶν τόπων διαφοράν. Καὶ πρῶτον μὲν ἤρετο εἴ τινος δέοιτο: τοῦ δὲ βασιλέως εἰρηκότος, ὡς προσμένει τὴν τῶν θείων μυστηρίων μετάληψιν, ἐδήλωσεν, ὑπουργῷ τῷ τῶν διακόνων ἡγουμένῳ χρησάμενος, ὅτι Τὰ ἔνδον, ὦ βασιλεῦ, μόνοις ἐστὶν ἱερεῦσι βατά: τοῖς δὲ ἄλλοις ἅπασιν, ἅ??ʼυτά τε καὶ ἄψαυστα: ἔξιθι
1237
τοίνυν, καὶ τοῖς ἄλλοις κοινώνει τῆς στάσεως: ἁλουργὶς γὰρ βασιλέας, οὐχ ἱερέας ποιεῖ. Καὶ ταύτην δὲ ὁ πιστότατος βασιλεὺς ἀσμένως δεξάμενος τὴν εἰσήγησιν, ἀντεδήλωσεν, ὡς οὐ θρασύτητι χρώμενος ἔνδον τῶν κιγκλίδων μεμένηκεν, ἀλλ̓ ἐν Κωνσταντινουπόλει τοῦτο εἶναι ἔθος μαθών: Χάριν δὲ ὀφείλω, ἔφη. καὶ τῆσδε τῆς ἰατρείας. Τοσαύτῃ καὶ τηλικαύτῃ καὶ ὁ ἀρχιερεὺς καὶ ὁ βασιλεὺς διέλαμπον ἀρετῇ. Ἀμφοτέρων γὰρ ἔγωγε ἄγαμαι, τοῦ μὲν τὴν παῤῥησίαν, τοῦ δὲ τὴν εὐπείθειαν: καὶ τοῦ μὲν τὴν τοῦ ζήλου θερμότητα, τοῦ δὲ τὴν τῆς πίστεως καθαρότητα. Τοὺς δὲ δὴ τῆς εὐσεβείας ὅρους, οὓς παρὰ τοῦ μεγάλου ἀρχιερέως μεμάθηκε, καὶ εἰς τὴν Κωνσταντινούπολιν ἐπανελθὼν διετήρησεν.

Ἑορτῆς γὰρ αὐτὸν πάλιν θείας εἰς τὸν θεῖον ἀγαγούσης νεὼν, τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκὼν εὐθὺς ἐξελήλυθε. Τοῦ δὲ τῆς ἐκκλησίας προέδρου, Νεκτάριος δὲ τηνικαῦτα ἦν, δεδηλωκότος: Τί δή ποτε μὴ μεμένηκας ἔνδον, δυσχεράνας;— Μόλις, ἔφη, βασιλέως καὶ ἱερέως ἐδιδάχθην διαφορὰν, μόλις εὗρον ἀληθείας διδάσκαλον. Ἀμβρόσιον γὰρ οἶδα μόνον ἐπίσκοπον ἀξίως καλούμενον. Τοσοῦτον ὀνίνησιν ἔλεγχος παρὰ ἀνδρὸς ἀρετῇ λάμποντος προσφερόμενος.

Περὶ Πλακίλλης τῆς βασιλίδος.

Εἶχε δὲ καὶ ἄλλην ἀφορμὴν ὠφελείας ὁ βασιλεύς.

Ἡ γὰρ τοῦ γάμου τὸν ζυγὸν μετ̓ αὐτοῦ δεξαμένη, τῶν θείων αὐτῷ συνεχῶς ἀνεμίμνησκε νόμων, ἑαυτὴν τούτους πρῶτον ἀκριβῶς ἐκπαιδεύσασα. Οὐ γὰρ ἐπῆρεν αὐτὴν τῆς βασιλείας ἡ δυναστεία, ἀλλὰ τὸν θεῖον πλέον ἐπύρσευσε πόθον. Τῆς γὰρ εὐεργεσίας τὸ μέγεθος μεῖζον τὸ περὶ τὸν εὐεργέτην εἰργάζετο φίλτρον. Αὐτίκα γοῦν καὶ τῶν τὸ σῶμα πεπηρωμένων, καὶ ἅπαντα τὰ μέλη λελωβημένων. παντοδαπὴν ἐποιεῖτο φροντίδα, οὐκ οἰκέταις, οὐδὲ δορυφόροις ὑπουργοῖς κεχρημένη, ἀλλ̓ αὐτουργὸς γιγνομένη, καὶ εἰς τὰς τούτων καταγωγὰς ἀφικνουμένη, καὶ ἑκάστῳ τὴν χρείαν πορίζουσα. Οὕτω καὶ τῶν ἐκκλησιῶν τοὺς ξενῶνας περινοστοῦσα, τοὺς κλινοπετεῖς δἰ ἑαυτῆς ἐνοσήλευεν, αὕτη καὶ χύτρας ἁπτομένη, καὶ ζωμοῦ γευομένη, καὶ τρύβλιον προσφέρουσα, καὶ ἄρτον κλῶσα, καὶ ψωμοὺς ὀρέγουσα, καὶ κύλικα κύλικα ἀποκλύζουσα, καὶ τἄλλα πάντα ἐργαζομένη. ὅσα οἰκετῶν καὶ θεραπαινίδων ἔργα νενόμισται. Καὶ τοῖς τὴν αὐτουργίαν ἐπέχειν πειρωμένοις ἐπέλεγεν, ὡς Τὸ μὲν χρυσίον διανέμειν τῇ βασιλείᾳ προσήκει: ἐγὼ δὲ ὑπὲρ αὐτῆς γε βασιλείας τὴν αὐτουργίαν τῷ δεδωκότι προσφέρω. Καὶ τῷ ὁμοζύγῳ δὲ συνεχῶς εἰώθει λέγειν: Ἀεί σε, ὦ ἄνερ, προσήκει λογίζεσθαι, τί μὲν ἧσθα πάλαι, τί δὲ γέγονας νῦν: ταῦτα γὰρ διηνεκῶς ἐνθυμούμενος, οὐκ ἔσῃ περὶ τὸν εὐεργέτην ἀχάριστος, ἀλλ̓ ἢν ἐδέξω βασιλείαν κυβερνήσεις ἐννόμως, καὶ ταύτῃ θεραπεύσεις τὸν δεδωκότα. Τοιούτοις ἀεὶ κεχρημένη λόγοις, οἶόν τινα καλλίστην ἀρδείαν καὶ πρόσφορον τοῖς τῆς ἀρετῆς τοῦ ἀνδρὸς προσέφερε σπέρμασι.

1240
Προτέρα μέντοι τοῦ ἀνδρὸς ἐτελεύτησε, καὶ συνέβη μετὰ χρόνον τινὰ τῆς τελευτῆς τοιόνδε τι γενέσθαι ὃ τὴν τοῦ βασιλέως περὶ αὐτὴν φιλοστοργίαν ἐγύμνωσε.

Περὶ τῆς ἐν Ἀντιοχείᾳ γεγονυίας στάσεως.

Ὑπὸ τῶν συχνῶν πολέμων ἀναγκαζόμενος ὁ βασιλεὺς εἰσφοράν τινα ξένην ταῖς πόλεσιν ἐπιτέθεικεν.

Ἡ δὲ Ἀντιόχου πόλις τὸ καινὸν τέλος οὐκ ἤνεγκεν.

Ἀλλ̓ ὁρῶν ὁ δῆμος τοὺς εἰσπραττομένους κρεμαννυμένους, ἄλλα τε ἔδρασεν, ποιεῖν φιλεῖ ὄχλος πρόφασιν εἰς ἀταξίαν λαμβάνων, καὶ τὴν χαλκῆν εἰκόνα τῆς πανευφήμου Πλακίλλης, τοῦτο γὰρ ἦν ὄνομα τῇ βασιλίδι, κατήνεγκέ τε καὶ ἐπὶ πολὺ τῆς πόλεως κατέσυρε μέρος. Ταῦτα πυθόμενος ὁ βασιλεὺς, καὶ χαλεπήνας ὥσπερ εἰκὸς ἦν, τά τε τῆς πόλεως ἀφείλετο προνόμια, καὶ τῇ γειτονευούσῃ πόλει τὴν ἡγεμονίαν δέδωκε, ταύτῃ μάλιστα νομίζων ἀνιάσειν: ἐζηλοτύπει γὰρ ἡ Λαοδίκεια τὴν Ἀντιόχειαν ἄνωθεν. Μετὰ δὲ ταῦτα καὶ ἐμπρήσειν ἠπείλει, καὶ καταλύσειν, καὶ εἰς κώμην τὸ ἄστυ μετασκευάσειν, Οἱ δέ γε ἄρχοντες καὶ ἀνεῖλόν τινας, παῤ αὐτὸ συλλαβόντες τὸ τόλμημα, πρὶν γνῶναι τὸν βασιλέα τὴν τραγῳδίαν.

Ταῦτα δὲ πάντα ὁ βασιλεὺς προσέταττε μὲν, οὐκ ἐγένετο δὲ, τοῦ νόμου κωλύοντος ὅν Ἀμβρόσιος ὁ μέγας τεθῆναι παρῄνεσεν. Ἐπειδὴ δὲ ἀφίκοντο οἱ τὰς ἀπειλὰς ἐκείνου κομίζοντες, Ἐλεβῆχός τε στρατηγὸς τηνικαῦτα ὢν, καὶ Καισάριος τῶν βασιλείων ἡγούμενος, μάγιστρον δὲ οἱ ʽΡωμαῖοι καλοῦσι τὸν ταύτην ἔχοντα τὴν ἀρχήν: ἐν δέει μὲν ἦσαν ἄπαντες, τὰς ἀπειλὰς πεφρικότες. Οἱ δὲ τὴν ὑπώρειαν οἰκοῦντες τῆς ἀρετῆς ἀθληταὶ, πολλοὶ δὲ ἦσαν τηνικαῦτα καὶ ἄριστοι, πολλὰς καὶ παραινέσεις καὶ παρακλήσεις τοῖς ἀνδράσιν ἐκείνοις προσήνεγκαν Μακεδόνιος δὲ ὁ θειότατος, οὐδὲν μὲν τῶν κατὰ τὸν βίον ἐπιστάμενος, καὶ τῶν θείων δὲ λογίων πάμπαν ἄπειρος ὢν, ἐν δὲ ταῖς τῶν ὀρῶν κορυφαῖς διαιτώμενος, καὶ νύκτωρ καὶ μεθ̓ ἡμέραν τῷ Σωτῆρι τῶν ὅλων καθαρὰς προσφέρων εὐχὰς, οὐ τοῦ βασιλέως καταπλαγεὶς τὴν ὁρμὴν, οὔτε μὴν τῶν ἀποσταλέντων τὴν ἐξουσίαν εἰς νοῦν λαβὼν, ἐν μέσῳ τῷ ἄστει, τῆς χλανίδος θατέρου λαβόμενος, ἀμφοτέρους ἐκ τῶν ἵππων καταβῆναι κελεύει. Οἱ δὲ μικρὸν γερόντιον, εὐτελῆ ῥάκη περιβεβλημένον ἰδόντες, τὸ πρῶτον μὲν ἐχαλέπηναν: ἐπεὶ δέ τινες τῶν ἡγουμένων τὴν τοῦ ἀνδρὸς ἐδήλωσαν ἀρετὴν, κατεπήδησάν τε ἀπὸ τῶν ἵππων, καὶ τῶν ἐκείνου γονάτων ἐπιλαβόμενοι συγγνώμην ἐζήτουν. Ὁ δὲ τῆς θείας σοφίας ἐμφορηθεὶς, τοιοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις: Εἴπατε, ὦ φίλοι ἄνδρες, τῷ βασιλεῖ: Οὐ βασιλεὺς εἶ μόνον, ἀλλὰ καὶ ἄνθρωπος. Μὴ τοίνυν μόνην ὄρα

1241
τὴν βασιλείαν, ἀλλὰ καὶ τὴν φύσιν λογίζου. Ἄνθρωπος γὰρ ὢν, ὁμοφυῶν βασιλεύεις. Κατ̓ εἰκόνα δὲ θείαν καὶ ὁμοίωσιν ἡ τῶν ἀνθρώπων δεδημιούργηται φύσις. Μὴ τοίνυν ὠμῶς οὕτως καὶ ἀπηνῶς τοῦ Θεοῦ τὴν εἰκόνα κατασφαγῆναι κελεύσῃς. Παροξυνεῖς γὰρ τὸν Δημιουργὸν τὴν ἐκείνου κολάζων εἰκόνα. Σκόπησον γὰρ ὡς καὶ σὺ χαλκῆς ἕνεκα δυσχεραίνων εἰκόνος ταῦτα ποιεῖς. Ὅσον δὲ τῆς ἀψύχου διαφέρει ἡ ἔμψυχός τε καὶ ζῶσα καὶ λογικὴ, δῆλον ἅπασι τοῖς γε νοῦν ἔχουσι. Πρὸς δὲ τούτοις λογισάσθω κἀκεῖνα, ὡς ἡμῖν μὲν ῥᾴδιον ἀντὶ τῆς μιᾶς εἰκόνος πολλὰς δημιουργῆσαι χαλκᾶς: αὐτῷ δὲ πάμπαν ἀδύνατον μίαν γοῦν τῶν ἀναιρεθέντων δημιουργῆσαι τρίχα. Ταῦτα ἀκούσαντες οἱ θαυμαστοὶ ἄνδρες ἐκεῖνοι, διεπόρθμευσαν τὰ εἰρημένα τῷ βασιλεῖ, καὶ τὴν τοῦ θυμοῦ κατέσβεσαν φλόγα, καὶ ἀντὶ τῶν ἀπειλῶν ἐκείνων ἀπολογίαν ἔγραψε, καὶ τῆς ὀργῆς τὴν αἰτίαν ἐδήλωσεν. Οὐκ ἔδει γὰρ ἔφη, ἐμοῦ πλημμελήσαντος, γυναῖκα πάσης εὐφημίας ἀξιωτάτην τοσαύτην μετὰ τελευτὴν δέξασθαι παροινίαν: κατ̓ ἐμοῦ δὲ ἐχρῆν τὸν θυμὸν τοὺς ἀγανακτοῦντας ὁπλίσαι. Προστέθεικε δὲ ὡς ἀλύει καὶ ἀνιᾶται. τινὰς ὑπὸ τῶν ἀρχόντων ἀνῃρῆσθαι μαθών. Ἐγὼ δὲ ταῦτα διεξῆλθον, καὶ τοῦ πανευφήμου μονάζοντος τὴν παῤῥησίαν οὐχ ἡγησάμενος δίκαιον παραδοῦναι λήθῃ. καὶ τὸν νόμον ἐκεῖνον δεικνὺς ὀνησιφόρον, ὅν ὁ μέγας Ἀμβρόσιος γραφῆναι παρῄνεσεν.

Περὶ τῶν πανταχοῦ γῆς καταλυθέντων ναῶν.

Ὁ δὲ πιστότατος βασιλεὺς κατὰ τῆς Ἑλληνικῆς πλάνης μετέθηκε τὴν σπουδὴν, καὶ νόμους ἔγραψε τὰ τῶν εἰδώλων τεμένη καταλυθῆναι κελεύων.

Κωνσταντῖνος μὲν γὰρ ὁ μέγας, ὁ πάσης ἀξιώτατος εὐφημίας, πρῶτος εὐσεβείᾳ τὴν βασιλείαν κοσμήσας, καὶ τὴν οἰκουμένην ἔτι μεμηνυῖαν ὁρῶν, τὸ μὲν τοῖς δαίμοσι θύειν παντάπασιν ἀπηγόρευε: τοὺς δὲ τούτων ναοὺς οὐ κατέλυσεν, ἀλλ̓ ἀβάτους εἶναι προσέταξε.

Καὶ μέντοι καὶ οἱ τούτου παῖδες τοῖς πατρῴοις ἠκολούθησαν ἴχνεσιν. Ἰουλιανὸς δὲ ἀνενεώσατο τὴν ἀσέβειαν, καὶ τῆς παλαιᾶς ἐξαπάτης ἐξῆψε τὴν φλόγα.

Ἰοβιανὸς δὲ τὴν βασιλείαν παραλαβὼν, πάλιν τὴν τῶν εἰδώλων ἐκώλυσε θεραπείαν: καὶ Βαλεντινιανὸς δὲ ὁ μέγας τοιοῖσδε κεχρημένος νόμοις ἴθυνε τὴν Εὐρώπην. Ὁ δὲ Βάλης πᾶσι μὲν %5τοῖς ἄλλοις ἐπέτρεψε θρησκεύειν ᾗ βούλοιντο, καὶ τὰ θρησκευόμενα θεραπεύειν: μόνοις δὲ πολεμῶν διετέλει τοῖς τῶν ἀποστολικῶν ὑπερμαχοῦσι δογμάτων. Πάντα γοῦν τὸν τῆς ἐκείνου βασιλείας χρόνον, καὶ τὸ ἐπιβώμιον ἥπτετο πῦρ, καὶ σπονδὰς καὶ θυσίας τοῖς εἰδώλοις προσέφερον, καὶ τὰς δημοθοινίας κατὰ τὴν ἀγορὰν ἐπετέλουν, καὶ οἱ τοῦ Διονύσου τὰ ὄργια τετελεσμένοι, μετὰ τῶν αἰγίδων ἔτρεχον, τοὺς κύνας διασπῶντες, καὶ μεμηνότες, καὶ βακχεύοντες, καὶ τ̔??ʼλλα δρῶντες, ἃ τὴν τοῦ διδασκάλου πονηρίαν δηλοῖ. Ταῦτα πάντα Θεοδόσιος εὑρὼν ὁ πιστότατος βασιλεὺς, πρόῤῥιζά τε ἀνέσπασε, καὶ λήθῃ παρέδωκε.

1244

Περὶ τοῦ Μαρκέλλου ἐπισκόπου Ἀπαμείας καὶ τῶν καταλυθέντων εἰδωλικῶν ναῶν ὑπ̓ αὐτοῦ.

Πρῶτος μέντοι τῶν ἄλλων ἀρχιερέων Μάρκελλος ὁ πάντα ἄριστος, ὅπλῳ τῷ νόμῳ χρησάμενος, τῆς ἐγκεχειρισμένης πόλεως τὰ τεμένη κατέλυσε, τῇ πρὸς τὸν Θεὸν παῤῥησίᾳ μᾶλλον, ἣ τῇ πολυχειρίᾳ χρησάμενος.

Ἐγὼ δὲ καὶ τοῦτο διηγήσομαι μνήμης ὂν ἀξιώτατον. Ἐτετελευτήκει μὲν Ἰωάννης ὁ τῆς Ἀπαμέων ἐπίσκοπος, οὗ καὶ πρόσθεν ἐμνήσθην: ἐκεχειροτόνητο δὲ ἀντ̓ ἐκείνου Μάρκελλος ὁ θεῖος, ζέων τῷ πνεύματι κατὰ τὴν τοῦ Ἀποστόλου νομοθεσίαν.

Ἀφίκετο δὲ εἰς τὴν Ἀπάμειαν τῆς Ἑῴας ὁ ὕπαρχος, δύο χιλιάρχους σὺν τοῖς ὑπηκόοις λαβών.

Καὶ τὸ μὲν πλῆθος διὰ τὸ τῶν στρατιωτῶν ἡσύχασε δέος: τὸ δὲ τοῦ Διὸς τέμενος μέγιστόν τε ὃν, καὶ πολλῷ κόσμῳ πεποικιλμένον, καταλῦσαι μὲν ἐπειράθη: στεγανὴν δὲ ἄγαν καὶ στερέμνιον τὴν οἰκοδομίαν εὑρὼν, ἀδύνατον ἀνθρώποις ὑπέλαβε διαλῦσαι τῶν λίθων τὴν ἁρμονίαν. Μέγιστοί τε γὰρ ἦσαν, καὶ ἀλλήλοις ἅμα συνηρμοσμένοι, καὶ μέντοι καὶ σιδήρῳ καὶ μολίβδῳ προσδεδεμένοι. Ταύτην τοῦ ὑπάρχου τὴν δειλίαν ὁ θεῖος Μάρκελλος ἰδὼν, ἐκεῖνον μὲν εἰς τὰς ἄλλας προὔπεμψε πόλεις, αὐτὸς δὲ τὸν Θεὸν ἠντιβόλει πόρον δοῦναι τῇ λύσει. Ἧκεν οὗν τις αὐτόματος ἔωθεν, οὔτε οἰκοδόμος, οὔτε λιθοτόμος, οὔτ̓ ἄλλην τινὰ ἐπιστάμενος τέχνην, ἀλλὰ λίθους φέρειν ἐπὶ τῶν ὤμων καὶ ξύλα εἰθισμένος.

Οὗτος προσελθὼν ὑπέσχετο ῥᾷστα τὸν νεὼν καταλύσειν, δυοῖν δὲ τεχνιτῶν ἀπῄτει μισθόν. Ἐπειδὴ δὲ τοῦτον ὑπέσχετο δώσειν ὁ θεῖος ἀρχιερεὺς, τοιόνδε τι ὁ ἀνὴρ ἐκεῖνος ἐμηχανήσατο. Στοὰν ἐκ τῶν τεττάρων πλευρῶν ὁ νεὼς εἶχεν ἐφ̓ ὕψους κείμενος αὐτῷ συνηρμοσμένην. Οἱ δὲ κίονες μέγιστοί τε ἦσαν καὶ ἰσόμετροι τῷ νεῷ: ἑκάστου δὲ ὁ κύκλος ἑκκαίδεκα πήχεων ἦν. Ἡ δὲ τοῦ λίθου φύσις, στεῤῥοτάτη τις ἦν, καὶ οὐ ῥᾳδίως τοῖς τῶν λιθοτόμων ὀργάνοις ὑπείκουσα. Τούτων ἕκαστον ἐν κύκλῳ διορύττων ἐκεῖνος, καὶ ξύλοις ἐλαΐνοις ὑπερείδων τὰ ὑπερκείμενα, ἐφ̓ ἕτερον αὗθις μετέβαινεν. Οὕτω δὲ τρεῖς τῶν κιόνων ὀρύξας, τὴν φλόγα τοῖς ξύλοις προσήνεγκεν.

Ἀλλ̓ οὐκ εἴα κατὰ φύσιν ὑπὸ τοῦ πυρὸς τὰ ξύλα δαπανᾶσθαι δαίμων τις μέλας φαινόμενος, καὶ κωλύων τῆς φλογὸς τὴν ἐνέργειαν. Ἐπεὶ δὲ πολλάκις τοῦτο δράσαντες ἀνόνητον ἑώρων τὴν μηχανὴν, ἐμήνυσαν τοῦτο τῷ ποιμένι μετὰ μεσημβρίαν καθεύδοντι.

Ὁ δὲ παραυτίκα εἰς τὸν θεῖον δραμὼν νεὼν, καὶ εἰς ἄγγος ὕδωρ κομισθῆναι προστάξας, ἔθηκε μὲν τὸ ὕδωρ ὑπὸ τὸ θεῖον θυσιαστήριον: αὐτὸς δὲ εἰς τὸ ἔδαφος τὸ μέτωπον θεὶς, τὸν φιλάνθρωπον ἠντιβόλει Δεσπότην, μὴ ἐπὶ πλεῖστον ἐνδοῦναι τῇ

1245
τυραννίδι τοῦ δαίμονος, ἀλλὰ καὶ τὴν ἀσθένειαν τὴν ἐκείνου γυμνῶσαι, καὶ τὴν οἰκείαν δύναμιν ἐπιδεῖξαι, ἵνα μὴ πρόφασις ἐντεῦθεν τοῖς ἀπίστοις μείζονος γένηται βλάβης. Ταῦτα εἰπὼν, καὶ ὅσα τούτοις παρόμοια, καὶ ἐπιθεὶς τοῦ σταυροῦ τὸν τύπον τῷ ὕδατι, Ἐκύτιόν τινα διακονίας ἠξιωμένον, πίστει καὶ ζήλῳ πεφραγμένον, λαβεῖν τε τὸ ὕδωρ ἐκέλευσε, καὶ διὰ τάχους δραμεῖν, καὶ μετὰ πίστεως διαῤῥᾶναι, καὶ τὴν φλόγα προσενεγκεῖν. Οὕτω τούτου γενομένου, ἀπέδραμεν ὁ δαίμων οὐκ ἐνεγκὼν τὴν τοῦ ὕδατος προσβολήν: τὸ δὲ πῦρ ὡς ἐλαίῳ τῷ ἀντιπάλῳ χρησάμενον ὕδατι, ἐπελάβετό τε τῶν ξύλων. καὶ ταῦτα ἐν ἀκαρεῖ κατηνάλωσεν. Οἱ δὲ κίονες φρούδου τοῦ ἐρείδοντος γενομένου αὐτοί τε κατέπεσον, καὶ ἅλλους εἵλκυσαν δυοκαίδεκα. Καὶ τοῦ νεὼ δὲ τὸ τοῖς κίοσι συνημμένον κατηνέχθη πλευρὸν, ὑπὸ τῆς ἐκείνων βίας συνελκυσθέν. Ὁ δὲ κτύπος εἰς ἅπαν τὸ ἄστυ διαδραμὼν, πολὺς γὰρ ἦν, πάντας εἰς θέαν συνήγειρεν.

Ἐπεὶ δὲ καὶ τοῦ ἀντιπάλου δαίμονος ἔμαθον τὴν φυγὴν, εἰς ὑμνῳδίαν τοῦ Θεοῦ τῶν ὅλων τὴν γλῶτταν ἐκίνησαν. Οὕτω καὶ τἄλλα τεμένη κατέλυσεν ὁ θεῖος ἐκεῖνος ἀρχιερεύς. Πολλὰ δὲ καὶ ἅλλα περὶ τοῦδε τοῦ ἀνδρὸς καὶ λίαν ἀξιάγαστα διηγήματα ἔχων, καὶ γὰρ τοῖς νικηφόροις ἐπέστελλε μάρτυσι, καὶ ἀντιγράφων ἐτύγχανε, καὶ τέλος καὶ αὐτὸς τὸν τῶν μαρτύρων ἀνεδέξατο στέφανον, ἀναδύομαι ταῦτα νῦν ἱστορεῖν, ἵνα μὴ λίαν μηκύνων ἀποκνήσω τοὺς ἐντευξομένους τῇ συγγραφῇ. Ἐφ̓ ἑτέραν τοίνυν διήγησιν τρέψομαι.

Περὶ Θεοφίλου ἐπισκόπου Ἀλεξανδρείας, καὶ τῶν ἐν τῇ καθαιρέσει τῶν εἰδώλων αὐτόθι γεγενημένων.

Ἀθανάσιον ἐκεῖνον τὸν πολυθρύλλητον ὁ θαυμάσιος διεδέξατο Πέτρος, τὸν δὲ Πέτρον Τιμόθεος, Τιμόθεον δὲ Θεόφιλος, ἀνὴρ πυκνός τε τὰς φρένας, καὶ ἀνδρεῖος τὸ φρόνημα. Οὗτος τὴν Ἀλεξάνδρου πόλιν, τῆς εἰδωλικῆς ἠλευθέρωσε πλάνης. Οὐ γὰρ μόνον, ἐκ βάθρων ἀνέσπασε τὰ τῶν εἰδώλων τεμένη, ἀλλὰ καὶ τὰ τῶν ἐξαπατώντων ἱερέων τοῖς ἐξηπατημένοις ὑπέδειξε μηχανήματα. Τά τε γὰρ ἐκ χαλκοῦ καὶ τὰ ἐκ ξύλων κενὰ ἔνδοθεν κατασκευάζοντες ξόανα, καὶ τοῖς τοίχοις τὰ τούτων προσαρμόζοντες νῶτα, πόρους τινὰς ἀφανεῖς ἐν τοῖς τοίχοις ἠφίεσαν. Εἶτα διὰ τῶν ἀδύτων ἀνιόντες, καὶ εἴσω τῶν ξοάνων γινόμενοι, ἅπερ ἐβούλοντο διὰ τούτων ἐκέλευον. Φενακιζόμενοι δὲ οἱ ἐπαῒοντες ἔδρων τὸ κελευόμενον. Ταῦτα ὁ σοφώτατος καταλύων ἀρχιερεὺς τοῖς ἐξαπατηθεῖσιν ὑπέδειξε δήμοις. Εἰς δὲ τὸν τοῦ Σαράπιδος νεὼν ἀναβὰς, τῶν δὲ πανταχοῦ γῆς, καθά φασί τινες, μέγιστός τε οὗτος καὶ κάλλιστος, εἶδε τὸ ξόανον παμμέγεθες, καὶ τῷ μεγέθει τοὺς θεατὰς δεδιττόμενον: πρὸς δὲ τῷ μεγέθει καὶ λόγος κατεῖχεν ἀπατηλὸς, ὡς εἴ τις τούτῳ πελάσει, κλονηθήσεται μὲν ἡ γῆ, πανωλεθρία δὲ ἅπαντας καταλήψεται. Ἀλλὰ τούτους μὲν τοὺς λόγους γραϊδίων μεθυόντων νομίσας εἷναι ληρήματα, τοῦ δὲ μεγέθους ὡς ἀψύχου καταφρονήσας, ἐκέλευσέ

1248
τινι πέλεκυν ἔχοντι παῖσαι προθύμως τὸν Σάραπιν: Ἐκείνου δὲ παίσαντος, ἐβόησαν μὲν ἄπαντες τὸ θρυλούμενον δείσαντες: ὁ δὲ Σάραπις δεξάμενος τὴν πληγὴν, οὕτε ἤλγησε, ξύλινος γὰρ ἦν, οὔτε φὡ??ʼὴν ἀφῆκεν, ἄψυχος ὤν. Ἐπειδὴ δὲ τὴν κεφαλὴν ἀφῃρέθη, μῦες ἀγεληδὸν ἐξέδραμον ἔνδοθεν: μυῶν γὰρ οἰκητήριον ἦν ὁ ʽ??ʼἰγυπτίων θεός. Εἰς μικρά δὲ αὐτὸν διελόντες, τὰ μὲν παρέδοσαν τῷ πυρὶ, τὴν δὲ κεφαλὴν διὰ παντὸς τοῦ ἄστεος ἔσυρον, τῶν προσκυνούντων ὁρώντων. καὶ τοῦ παῤ αὐτῶν προσκυνηθέντος τὴν ἀσθένειαν κωμῳδούντων. Οὕτω δὴ πανταχοῦ γῆς καὶ θαλάττης τὰ τῶν εἰδώλων κατελύθη τεμένη.

Περὶ Φλαβιανοῦ τοῦ Ἀντιοχείας ἐπισκόπου, καὶ τῆς διὰ Παυλῖνον γεγενημένης τοῖς Δυτικοῖς στάσεως.

Ἐν Ἀντιοχείᾳ δὲ Μελετίου τοῦ μεγάλου τὴν προεδρίαν Φλαβιανὸς διεδέξατο, ὁ σὺν Διοδώρῳ τοὺς πολλοὺς ἐκείνους ὑπὲρ τῆς τῶν προβάτων σωτηρίας ὑπομείνας ἀγῶνας. Ἐβουλήθη μὲν γὰρ ὁ Παυλῖνος τὴν τῆς Ἐκκλησίας ἡγεμονίαν λαβεῖν: ὁ δὲ τῶν ἱερέων ἀντεῖπε χορὸς, οὐ χρῆναι λέγων τὸν Μελετίου τὰς συμβουλὰς μὴ δεξάμενον, μετὰ τὴν ἐκείνου τελευτὴν τὸν ἐκείνου θρόνον λαβεῖν: ἀλλὰ τὸν πολλοῖς λαμπρυνόμενον πόνοις, καὶ ἐπὶ πλεῖστον τῶν προβάτων προκινδυνεύσαντα, προσήκειν γενέσθαι ποιμένα.

Τοῦτο δὲ Ῥωμαίοις καὶ Αἰγυπτίοις δυσμένειαν πρὸς τὴν Ἑῴαν μακροτάτην εἰργάσατο Οὐδὲ γὰρ τῷ Παυλίνου θανάτῳ συγκατελύθη τὸ ἔχθος: ἀλλὰ καὶ μετ̓ ἐκεῖνον, Εὐαγρίου τὸν ἐκείνου παρειληφότος θρόνον, διέμειναν τῷ μεγάλῳ Φλαβιανῷ χαλεπαίνοντες, καὶ ταῦτα τοῦ Εὐαγρίου παρὰ τὸν ἐκκλησιαστικὸν προβεβλημένου θεσμόν. Μόνος γὰρ αὐτὸν ὁ Παυλῖνος προὐβάλετο, πολλοὺς κανόνας κατὰ ταυτὸν παραβάς.

Οὕτε γὰρ ἀνθ̓ ἑαυτοῦ τῷ τελευτῶντι χειροτονεῖν ἐπιτρέπουσι, καὶ πάντας συγκαλεῖσθαι τῆς ἐπαρχίας τοὺς ἐπισκόπους κελεύουσι: καὶ αὗ πάλιν δίχα τριῶν ἐπισκόπων ἐπισκόπῳ χειροτονίαν ἀπαγορεύουσι γίνεσθαι. Ἀλλ̓ ὅμως τούτων οὐδὲν εἰδέναι θελήσαντες, τὴν Εὐαγρίου μὲν κοινωνίαν ἠσπάζοντο, κατὰ Φλαβιανοῦ δὲ τὰς βασιλικὰς ἐκίνησαν ἀκοάς. Ἐνοχληθεὶς γὰρ πολλάκις, ἤγαγέ τε αὐτὸν εἰς τὴν Κωνσταντινούπολιν, καὶ καταλαβεῖν τὴν Ῥώμην ἐκέλευσεν. Ὁ δὲ Φλαβιανὸς, χειμῶνά τε εἶναι φήσας, καὶ ὑποσχόμενος τοῦ ἔαρος ὑπολάμποντος τὸ προστεταγμένον πληρώσειν, ἐπανῆκεν εἰς τὴν πατρίδα. Ἐπεὶ δὲ οἱ τῆς Ῥώμης ἐπίσκοποι, οὐ μόνον ὁ θαυμάσιος Δάμασος, ἀλλὰ καὶ ὁ μετ̓ ἐκεῖνον Σιρίκιος, καὶ Ἀναστάσιος ὁ Σιρικίου διάδοχος, σφοδρότερον τοῦ βασιλέως καθήψαντο, τοὺς μὲν οἰκείους αὐτὸν φήσαντες καταλύειν τυράννους, τοὺς δὲ

1249
κατὰ τῶν Χριστοῦ νόμων θρασυνομένους ἐπὶ τῆς τυραννίδος ἐᾷν, πάλιν αὐτὸν μεταπεμψάμενος ἀπαίρειν αὐτὸν εἰς τὴν Ῥώμην ἠνάγκαζε. Τότε Φλαβιανὸς ὁ σοφώτατος, τῇ ἀξιεπαίνῳ παῤῥησίᾳ χρησάμενος, ἔφη: Εἰ μὲν τῆς πίστεως, ὦ βασιλεῦ, τῆς ἐμῆς ὡς οὐκ ὀρθῆς κατηγοροῦσί τινες, ἢ τὸν βίον φασὶν ἱερωσύνης ἀνάξιον, καὶ αὐτοῖς χρήσομαι τοῖς κατηγόροις κριταῖς, καὶ τὴν παῤ ἐκείνων ἐκφερομένην ὑποίσω ψῆφον. Εἰ δὲ περὶ θρόνου καὶ προεδρίας ζυγομαχοῦσιν, οὔτε δικάσομαι, οὔτε τοῖς λαβεῖν βουλομένοις ἀντιμαχέσομαι, ἀλλ̓ ἐκστήσομαι, καὶ τῆς προεδρίας ἀφέξομαι. Τοιγάρτοι δὸς ᾧ βούλει τὸν Ἀντιοχέων θρόνον, ὦ βασιλεῦ. Ταύτην αὐτοῦ καὶ τὴν ἀνδρείαν καὶ τὴν σοφίαν θαυμάσας ὁ βασιλεὺς, τὴν ἐνεγκοῦσαν καταλαβεῖν, καὶ τὴν ἐγχειρισθεῖσαν ποιμαίνειν Ἐκκλησίαν ἐκέλευσε. Χρόνου δὲ συχνοῦ διελθόντος εἰς τὴν Ῥώμην ἀφικόμενος ὁ βασιλεὺς τὰς αὐτὰς πάλιν ὑπὸ τῶν ἐπισκόπων κατηγορίας ὑπέμενεν, ὡς τὴν Φλαβιανοῦ τυραννίδα μὴ καταλύων. Ὁ δὲ λέγειν αὐτοὺς ἐκέλευσε τῆς τυραννίδος τὸ εἶδος, αὐτὸς εἶναι Φλαβιανὸς λέγων, καὶ ἐκείνου σύνδικος γεγενῆσθαι. Ἐκείνων δὲ λεγόντων ὡς οὐ δύνανται δικάσασθαι βασιλεῖ, παρῄνεσε λοιπὸν ὁμονοίᾳ τὰς Ἐκκλησίας συνάψαι, καὶ διαλῦσαι τὴν ἔριν, καὶ τὴν ἀνόνητον σβέσαι φιλονεικίαν. Παυλῖνός τε γὰρ ἐτελεύτησε πάλαι, καὶ Εὐάγριος οὐκ ἐννόμως προβέβληται: καὶ τῆς Ἑῴας αἱ Ἐκκλησίαι τῆς Φλαβιανοῦ προεδρίας ἀντέχονται, πρὸς δὲ τῇ Ἑῴᾳ, καὶ τὴν Ἀσιανὴν ἅπασαν, καὶ τὴν Ποντικὴν, καὶ μέντοι καὶ τὴν Θρᾳκικὴν κοινωνούσας ἔχει καὶ συνημμένας, καὶ τὸ Ἰλλυρικὸν δὲ ἅπαν ἐκεῖνον οἶδε τῶν κατὰ τὴν Ἀνατολὴν ἐπισκόπων ἡγούμενον. Ταύταις εἴξαντες ταῖς παραινέσεσιν οἱ τῆς Ἑσπέρας ἐπίσκοποι, καταλύσειν ὑπέσχοντο τὴν δυσμένειαν, καὶ τοὺς πεμφθησομένους δέξασθαι πρεσβευτάς.

Τοῦτο μαθὼν ὁ θεῖος Φλαβιανὸς, ἀπέστειλεν εἰς τὴν Ῥώμην, καὶ τῶν ἀξιεπαίνων ἐπισκόπων τινὰς, καὶ τῶν Ἀντιοχείας πρεσβυτέρων καὶ διακόνων: ἡγεῖτο δὲ πάντων Ἀκάκιος, ὁ Βεροίας μὲν τῆς ἐν Συρίᾳ πόλεως ποιμαίνειν λαχὼν, πανταχοῦ δὲ γῆς καὶ θαλάττης ᾀδόμενος. Οὗτος σὺν τοῖς ἄλλοις ἀφικόμενος εἰς τὴν Ῥώμην, τὴν μακρὰν καταλύσας δυσμένειαν, δἰ ἑπτακαίδεκα ἐτῶν ταῖς Ἐκκλησίαις ἐπρυτάνευσε τὴν εἰρήνην. Τοῦτο δὲ γνόντες Αἰγύπτιοι, τὴν ἀπέχθειαν σβέσαντες ἠσπάσαντο τὴν ὁμόνοιαν. Ἡγεῖτο δὲ τηνικαῦτα τῆς μὲν Ῥωμαίων Ἐκκλησίας Ἰνοκέντιος διαδεξάμενος Ἀναστάσιον, ἀνὴρ ἀγχινοίᾳ καὶ συνέσει κοσμούμενος: τῆς δὲ Ἀλεξανδρέων Θεόφιλος, οὗ καὶ πρόσθεν ἐμνήσθην.

Περὶ τῆς Εὐγενίου τυραννίδος, καὶ τῆς Θεοδοσίου τοῦ βασιλέως διὰ πίστεως νίκης.

Τὴν μὲν οὖν τῶν Ἐκκλησιῶν εἰρήνην τοῦτον τὸν τρόπον ὁ πιστότατος ἐπρυτάνευσε βασιλεύς. Πρὸ δέ

1252
γε τῆς γεγενημένης εἰρήνης, τήν τε Βαλεντινιανοῦ τελευτὴν καὶ τὴν Εὐγενίου τυραννίδα μαθὼν, εἰς τὴν Εὐρώπην ἐστράτευσε. Κατ̓ ἐκεῖνον δὲ τὸν χρόνον ἦν τις Ἰωάννης ἐν Αἰγύπτῳ, τὴν ἀσκητικὴν ἀσπαζόμενος πολιτείαν. Οὗτος πνευματικῆς μεταλαχὼν χάριτος, πολλὰ τοῖς πυνθανομένοις προὔλεγε τῶν ἐσομένων.

Πρὸς τοῦτον ὁ φιλόχριστος ἀπέστειλε βασιλεὺς, εἰ πολεμητέον τοῖς τυράννοις μαθεῖν ἐφιέμενος.

Καὶ ἐπὶ μὲν τοῦ προτέρου πολέμου τὴν ἀναιμωτὶ προηγόρευσε νίκην: ἐπὶ δὲ τοῦ δευτέρου μετὰ πολὺν φόνον νικήσειν τὸν βασιλέα προείρηκε. Μετὰ τοιαύτης ἐλπίδος στρατεύσας ὁ βασιλεὺς, πολλοὺς μὲν τῶν ἐναντίων παραταττόμενος κατηκόντισε. πολλοὺς δὲ τῶν ἐπικουρούντων αὐτῷ βαρβάρων ἀπέβαλε. Τῶν δὲ στρατηγῶν ὀλίγους εἶναι τοὺς συμπαραταττομένους φησάντων. καὶ ἀνακωχήν τινα δοῦναι τῷ πολέμῳ συμβουλευσάντων, ὥστε τοῦ ἦρος ἀρχομένου στρατιὰν συναγεῖραι, καὶ τῷ πλήθει περιγενέσθαι τῶν δυσμενῶν, οὐκ ἐδέξατο τὴν εἰσήγησιν ὁ πιστότατος βασιλεύς. Οὐ γὰρ ἔφη χρῆναι τοσαύτην μὲν ἀσθένειαν τοῦ σωτηρίου κατηγορῆσαι σταυροῦ, τοσαύτην δὲ προσμαρτυρῆσαι δύναμιν τῇ τοῦ Ἡρακλέους εἰκόνι: ταύτης μὲν γὰρ ὁ σταυρὸς ἡγεῖται τῆς στρατιᾶς, τῆς δὲ τῶν ἀντιπάλων ἐκείνη. Τούτων οὕτως πιστῶς εἰρημένων, καὶ τῆς ὑπολειφθείσης στρατιᾶς ὀλίγης τε οὔσης, καὶ λίαν ἀθυμούσης, εὑρὼν οἰκίσκον εὐκτήριον ἐν τῇ τοῦ ὅρους ἀκρωνυχίᾳ, ἐν ᾧ τὸ στρατόπεδον ἦν, πάννυχος διετέλεσε τὸν τῶν ὅλων Δεσπότην ἀντιβολῶν. Περὶ δὲ ἀλεκτρυόνων ᾠδὰς, ἐνίκησε μὲν ὁ ὕπνος τὴν γνώμην: ἐπὶ δὲ τοῦ δαπέδου κείμενος, ὁρᾷν ἐδόκει δύο τινὰς λευχειμονοῦντας ἄνδρας ὲφ̓ ἵππων ὀχουμένους λευκῶν, οἳ θαῤῥεῖν τε ἐκέλευον καὶ τὸ δέος ἐξελάσαι. καὶ ὑπὸ τὴν ἕω καθοπλίσαι καὶ τάξαι τὴν στρατιὰν εἰς παράταξιν: ἐπίκουροι γὰρ ἔλεγον ἀπεστάλθαι καὶ πρόμαχοι: καὶ ὁ μὲν Ἰωάννην ἑαυτὸν ἔλεγεν εἶναι τὸν εὐαγγελιστὴν, ὁ δὲ Φίλιππον τὸν ἀπόστολον.

Ταύτην ἰδὼν τὴν ὄψιν ὁ βασιλεὺς, οὐκ ἔληξε τῆς ἱκετείας: ἀλλὰ μετὰ πλείονος ταύτην προθυμίας προσέφερε. Τοῦτο καὶ στρατιώτης τις θεασάμενος δεδήλωκε τῷ λοχαγῷ: ἐκεῖνος δὲ τοῦτον πρὸς τὸν χιλίαρχον ἤγαγεν: ὁ δὲ χιλίαρχος ἀπήγαγε τῷ στρατηγῷ. Ὁ δὲ στρατηγὸς καινόν τι μηνύειν ὑπολαβὼν, ἀπήγγειλε ταῦτα τῷ βασιλεῖ. Ὁ δέ: Οὐκ ἐμοῦ ἕνεκα, ἔφη, ταῦτα οὗτος τεθέαται: ἐγὼ γὰρ τοῖς τὴν νίκην ὑποσχομένοις πεπίστευκα: ἀλλὰ ἵνα μή τις ὑπολάβῃ με ὡς τῆς παρατάξεως ὀριγνώμενον πλάσαι τὴν ὄψιν, καὶ τούτῳ ταῦτα μεμήνυκεν ὁ τῆς ἐμῆς βασιλείας ἐπίκουρος, ἴνα μάρτυς ἀξιόχρεως γένηται τῆς ἐμῆς διηγήσεως: πρώτῳ γὰρ ἐμοὶ ταύτην ὁ κοινὸς Δεσπότης τὴν ὄψιν ὑπέδειξεν. Ἀποσκευασάμενοι δὴ οὗν τὸ δέος, τοῖς προμάχοις καὶ πολεμάρχοις ἑπώμεθα: καὶ μηδεὶς τῷ πλήθει τῶν πολεμούντων σταθμάσθω τὴν νίκην, ἀλλὰ τῶν ἡγουμένων λογιζέσθω ἕκαστος τὴν δύναμιν. Ταῦτα καὶ

1253
ταῖς στρατιώταις εἰπὼν, καὶ ταύτῃ ἅπαντας προθυμίας ἐμπλήσας, ἐκ τῆς τοῦ ὄρους κατήγαγε κορυφῆς. Ὁ δὲ τύραννος, πόῤῥωθεν ἰδὼν τοὺς στρατιώτας πολεμήσοντας, καθώπλισε τὴν στρατιὰν, καὶ εἰς παράταξιν ἔταξεν. Αὐτὸς δὲ ἐπί τινος γεωλόφου μείνας, θανατᾷν τε ἔφη τὸν βασιλέα, καὶ τῆς παρούσης ἀπαλλαξείοντα βιοτῆς παρατάττεσθαι. καὶ τοῖς στρατηγοῖς ἐκέλευσε ζῶντα τοῦτον καὶ πεπεδημένον προσαγαγεῖν. Ἐπειδὴ δὲ αἱ φάλαγγες ἔστησαν, πολλαπλάσιον μὲν ἦν τῶν πολεμίων τὸ πλῆθος, εὐαρίθμητον δὲ κομιδῇ τὸ τῷ βασιλεῖ συντεταγμένον.

Ἀρξαμένων δὲ καὶ τούτων κἀκείνων ἀφιέναι τὰ βέλη ἔδειξαν ἀληθεῖς τὰς ὑποσχέσεις οἱ πρόμαχοι. Πνεῦμα γὰρ βίαιον ἀντιπρόσωπον τῶν πολεμίων φερόμενον, τοὺς μὲν ἐκείνων ὀϊστοῦς ἀπέστρεφε καὶ τὰ πελτὰ, καὶ τὰ δόρατα, καὶ πᾶν βέλος αὐτοῖς ἄχρηστον ἦν. καὶ οὔτε ὁπλίτης, οὔτε τοξότης, οὔτε πελταστὴς πημαίνειν τὴν τοῦ βασιλέως ἠδύνατο στρατιάν. Καὶ μέντοι καὶ κόνις ὅτι μάλιστα πλείστη κατὰ τῶν προσώπων φερομένη, μύειν τὰ βλέφαρα, καὶ ταῖς κόραις ἐπαμύνειν πολεμουμέναις ἠνάγκαζεν. Οἱ δὲ τοῦ βασιλέως στρατιῶται λώβην οὐδὲ μίαν ἐκ τῆς καταιγῖδος ἐκείνης δεξάμενοι, θαῤῥαλέως τοὺς πολεμίους κατέκτεινον. Οἱ δὲ ταῦτα ὁρῶντες, καὶ τὴν θείαν ἐπιγνόντες ἐπικουρίαν, τὰ ὅπλα ῥίψαντες, φειδοῦς παρὰ τοῦ βασιλέως τυχεῖν ἠντιβόλησαν. Ὁ δὲ καὶ εἶξε, καὶ οἴκτου μετέδωκεν, ἀγαγεῖν δὲ αὐτοὺς τὸν τύραννον κατὰ τάχος ἐκέλευσεν.

Οἱ δὲ θέοντες ἀνέβησαν εἰς τὸν λόφον, οὗ καθήμενος ἐκεῖνος ἠγνόει τὰ δρώμενα. Ὁ δὲ πνευστιῶντας ἰδὼν, καὶ τῷ ἄσθματι μηνύοντας τὴν σπουδὴν, νίκης ἀγγέλους ὑπέλαβε, καὶ ἤρετο εἰ καὶ Θεοδόσιον πεπεδημένον, ὡς προσετάχθησαν, ἤγαγον. Οἱ δέ: Οὐκ ἐκεῖνον, ἔφησαν, σοὶ προσάγομεν, ἀλλὰ σὲ πρὸς ἐκεῖνον ἀπάγομεν. Τοῦτο γὰρ ὁ τοῦ παντὸς προσέταξε Πρύτανις. Ταῦτα λέγοντες, ἐξανέστησάν τε ἐκ τοῦ δίφρου, καὶ τὰ δεσμὰ ἐπιθέντες πεπεδημένον ἀπήγαγον, καὶ προσήγαγον δορυάλωτον τὸν πρὸ βραχέως μεγαλαυχούμενον. Ὁ δὲ βασιλεὺς τῶν τε εἰς Βαλεντινιανὸν πλημμεληθέντων ἀνέμνησε, καὶ τῆς παρανόμου τυραννίδος, καὶ τῶν κατὰ τῆς ἐννόμου βασιλείας πολέμων: ἐκωμῴδησέ τε καὶ τὴν Ἡρακλέους εἰκόνα, καὶ τὸ μάταιον δἰ ἐκείνην γενόμενον θάρσος. Καὶ τότε δικαίαν καὶ ἔννομον ἐξήνεγκε τῆς κατ̓ αὐτοῦ τιμωρίας τὴν ψῆφον. Τοιοῦτος ἦν ἐκεῖνος καὶ ἐν εἰρήνῃ, καὶ ἐν πολέμῳ, ἀεὶ μὲν τὴν θείαν ἐπικουρίαν αἰτῶν, ἀεὶ δὲ ταύτης τυγχάνων.

Περὶ τῆς Θεοδοσίου τοῦ βασιλέως τελευτῆς.

Μετὰ δὲ τήνδε τὴν νίκην ἀῤῥωστήσας, τοῖς υἱοῖς τὴν βασιλείαν διένειμε: καὶ τῷ μὲν πρεσβυτέρῳ τὴν οἰκείαν ἔδωκεν ἡγεμονίαν, τῷ νεωτέρῳ δὲ τῆς Εὐρώπης τὰ σκῆπτρα. Τὴν εὐσέβειαν δὲ τελείαν καὶ τοῦτον ἔχειν κἀκεῖνον παρῄνεσε. Διὰ ταύτης γὰρ, ἔφη, καὶ ἡ εἰρήνη φυλάττεται, καὶ πόλεμος καταλύεται,

1256
καὶ πολέμιοι τρέπονται, καὶ ἀνίστανται τρόπαια. καὶ νίκη βραβεύεται. Ἐκεῖνος μὲν ταῦτα τοῖς παισὶ παραινέσας ἐτελεύτησεν, ἀείμνηστον κλέος καταλιπών.

Οἱ δὲ τῆς βασιλείας διάδοχοι, καὶ τῆς εὐσεβείας ἐγένοντο κληρονόμοι.

Περὶ Ὁνωρίου τοῦ βασιλέως. καὶ Τηλεμάχου μονάζοντος.

Ὁνώριος μὲν γὰρ, ὁ τῆς Εὐρώπης τὴν βασιλείαν δεξάμενος, τὰς ἐν Ῥώμῃ πάλαι γινομένας μονομαχίας κατέλυσεν, ἀφορμὴν τοιάνδε λαβών. Τηλέμαχός τις τὸν ἀσκητικὸν ἀσπαζόμενος βίον.

Οὗτος ἀπὸ τῆς Ἑῴας ἀπάρας, καὶ τούτου χάριν τὴν Ῥώμην καταλαβὼν, τῆς μυσαρᾶς ἐκείνης ἐπιτελουμένης θέας, εἰσελήλυθε καὶ αὐτὸς εἰς τὸ στάδιον, καὶ καταβὰς παύειν ἐπειρᾶτο τοὺς κατ̓ ἀλλήλων κεχρημένους τοῖς ὅπλοις. Τῆς δὲ μιαιφονίας οἱ θεαταὶ χαλεπήναντες, καὶ τοῦ τοῖς αἵμασιν ἐκείνοις ἐπιτερπομένου δαίμονος εἰσδεξάμενοι τὴν βακχείαν. κατέλευσαν τῆς εἰρήνης τὸν πρύτανιν. Τοῦτο μαθὼν ὁ θαυμαστὸς βασιλεὺς, τὸν μὲν τοῖς νικηφόροις συνηρίθμησε μάρτυσι, τὴν δὲ πονηρὰν ἐκείνην ἔπαυσε θεωρίαν.