Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Περὶ τῶν ἐν Κωνσταντινουπόλει τολμηθέντων.

Ἐν δὲ Κωνσταντινουπόλει σκάφος εὐσεβῶν πρεσβυτέρων ἐμπλήσαντες οἱ τῆς Ἀρείου συμμορίας, ἀφῆκαν ἀνερμάτιστον εἰς τὸ πέλαγος: εἶτα τινὰς τῶν ὁμογνωμόνων εἰς πορθμεῖον ἕτερον ἐμβιβάσαντες, πῦρ ἐπαφεῖναι τῷ σκάφει τῶν πρεσβυτέρων ἐκέλευσαν.

Οὗ γενομένου, πυρὶ καὶ θαλάττῃ μαχόμενοι, τέλος τῷ βυθῷ παρεπέμφθησαν, καὶ τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσαντο. Ἐν Ἀντιοχείᾳ δὲ ὁ Βάλης χρόνον διατρίψας ὅτι μάλιστα πλεῖστον, ἅπασι μὲν ἄδειαν ἐδεδώκει, καὶ Ἕλλησι, καὶ Ἰουδαίοις, καὶ τοῖς ἄλλοις, ὅσοι τὸ Χριστιανὸν ὄνομα περικείμενοι, τἀναντία

1184
ταῖς εὐαγγελικαῖς διδασκαλίαις κηρύττουσι Καὶ γὰρ τὰς Ἑλληνικὰ; τελετὰς ἐπετέλουν οἱ τῇ πλάνῃ δεδουλωμένοι, καὶ τὴν μετὰ Ἰουλιανὸν ὑπὸ Ἰοβιανοῦ σβεσθεῖσαν ἐξαπάτην, ἀνθῆσαι πάλιν συνεχώρησεν οὗτος. Καὶ τὰ Διάσια, καὶ τὰ Διονύσια, καὶ τὰ τῆς Δημήτρας ὄργια, οὐκ ἐν παραβύστῳ ἐπλήρουν, ὡς ἐν εὐσεβεῖ βασιλείᾳ, ἀλλὰ διὰ μέσης τῆς ἀγορᾶς βακχεύοντες ἔτρεχον. Μόνοις δὲ πολέμιος ἦν τοῖς τὴν ἀποστολικὴν διδασκαλίαν πρεσβεύουσι. Πρῶτον μὲν γὰρ αὐτοὺς τῶν ἱερῶν ἐξήλασεν οἴκων: αὐτοῖς γὰρ Ἰοβιανὸς ὁ πανεύφημος ἐδεδώκει καὶ τὴν νεόδμητον ἐκκλησίαν. Ἐπειδὴ δὲ παρὰ τὴν τοῦ ὅρους συνιόντες κρηπῖδα, ὕμνοις τε τὸν Δεσπότην ἐγέραιρον, καὶ τῶν θείων λογίων ἀπήλαυον, τῶν ἐναντίων τοῦ ἀέρος ἀνεχόμενοι προσβολῶν, καὶ ποτὲ μὲν ὑετοῦ, καὶ νιφετοῦ, καὶ κρυμοῦ, ποτὲ δὲ σφοδροτάτου φλογμοῦ, οὐδὲ τῆς ἐπιπόνου ταύτης ὠφελείας μεταλαχεῖν αὐτοὺς συνεχώρησεν, ἀλλ̓ ἀποστείλας στρατιώτας ἐσκέδασε.

Ὅπως Φλαβιανὸς καὶ Διόδωρος τὴν ἐν Ἀντιοχείᾳ τῶν ὀρθοδόξων συνεκρότουν ἐκκλησίαν.

Φλαβιανὸς δὲ καὶ Διόδωρος, καθάπερ τινὲς πρόβολοι, τὰ προσβάλλοντα διέλυον κύματα. Μελετίου γὰρ τοῦ σφετέρου ποιμένος ἑκὰς διάγειν ἠναγκασμένου, οὗτοι τῆς ποίμνης ἐπεμελοῦντο, τοῖς μὲν λύκοις ἀντιτάττοντες τὴν οἰκείαν ἀνδρείαν τε καὶ σοφίαν, τοῖς δὲ προβάτοις προσφέροντες τὴν ἁρμόττουσαν θεραπείαν. Ἐκ δὴ οὖν τῆς ὑπωρείας ἐξελαθέντες, παρὰ τὰς ὄχθας τοῦ γείτονος ποταμοῦ τὰ πρόβατα ἔνεμον. Οὐ γὰρ ἠνέσχοντο, κατὰ τοὺς ἐν Βαβυλῶνι δορυαλώτους, ἐπὶ ταῖς ἰτέαις κρεμάσαι τὰ ὄργανα: ἀλλ̓ὕμνουν τὸν Ποιητήν τε καὶ Εὐεργέτην ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ἀλλ̓ οὐδὲ τὴν ἐν τῷδε τῷ χωρίῳ σύνοδον ἤνεγκε τῶν εὐσεβῶν νομέων τῶν τὸν Δεσπότην θεολογούντων ὁ πολέμιος.

Πάλιν δὴ οὖν τῶν θαυμασίων ἐκείνων ποιμένων ἡ ξυνωρὶς. εἰς τὸ πολεμικὸν γυμνάσιον τὰ θεῖα πρόβατα συναγείρουσα, τὴν πνευματικὴν ὑπεδείκνυ πόαν. Καὶ Διόδωρος μὲν ὁ σοφώτατός τε καὶ ἀνδρειότατος, οἷά τις ποταμὸς διειδής τε καὶ μέγας, τοῖς μὲν οἰκείοις τὴν ἀρδείαν προσέφερε, τὰς δὲ τῶν ἐναντίων βλασφημίας ἐπέκλυζε: καὶ τὴν μὲν τοῦ γένους οὐκ ἐλογίζετο περιφάνειαν, τὴν δὲ ὑπὲρ τῆς πίστεως ταλαιπωρίαν ἀσπασίως ὑπέμεινε. Φλαβιανὸς δὲ ὁ ἄριστος, ἐξ εὐπατριδῶν μὲν καὶ αὐτὸς ἐπεφύκει. εὐγένειαν δὲ τὴν εὐσέβειαν ὑπελάμβανε μόνην, καὶ οἶόν τις παιδοτρίβης τὸν μέγαν Διόδωρον καθάπερ τινὰ πένταθλον ἤλειφεν ἀθλητήν. Κατ̓ ἐκεῖνον γὰρ τὸν καιρὸν, ἐν μὲν τοῖς ἐκκλησιαστικοῖς οὐκ ἐδημηγόρει συλλόγοις, τοῖς δὲ τοῦτο δρῶσι πολλὴν παρεῖχεν ἀφθονίαν ἐνθυμημάτων τε καὶ Γραφικῶν νοημάτων. Καὶ οἱ μὲν ἔτεινον κατὰ τῆς Ἀρείου βλασφημίας τὰ τόξα: οὗτος δὲ καθάπερ ἔκ τινος βελοθήκης τῆς διανοίας τὰ βέλη

1185
προέφερεν. Οἴκοι μέντοι καὶ δημοσίᾳ διαλεγόμενος, τῶν αἰρετικῶν τὰς ἄρκυς ῥᾳδίως διέσπα, καὶ ἀραχνίας ἐδείκνυ τὰ ἐκείνων προβλήματα. Συνηγωνίζετο δὲ τούτοις καὶ Ἀφραάτης ἐκεῖνος, οὖ τὴν πολιτείαν ἐν τῇ Φιλοθέῳ συνεγράψαμεν ἱστορίᾳ. Τὴν γὰρ τῶν προβάτων σωτηρίαν προτιμήσας τῆς ἡσυχίας, τὴν ἀσκητικὴν καταλιπὼν καλύβην, τῶν ποιμενικῶν ἱδρώτων ἠνείχετο. Ὁπόσον μὲν οὗν οὗτος ἀρετῆς συνέλεξε πλοῦτον, περιττὸν ἡγοῦμαι νῦν λέγειν, ἐν ἑτέρᾳ πραγματείᾳ ταῦτα συγγεγραφώς. Ἔν δὲ μόνον τῶν ἐκείνου διηγήσομαι μάλα προσῆκον τῇδε τῇ ἱστορίᾳ.

Τὰ κατὰ τὸν ἄγιον Ἀφραάτην μονάζοντα.

Βόραθεν μὲν Ὀρόντης ὁ ποταμὸς παραῤῥεῖ τὰ βασίλεια: ἐκ δὲ μεσημβρίας στοὰ μεγίστη διώροφος τῷ τῆς πόλεως ἐπῳκοδόμηται περιβόλῳ, πύργους ὑψηλοὺς ἑκατέρωθεν ἔχουσα. Μεταξὺ δὲ τῶν τε βασιλείων καὶ τοῦ ποταμοῦ λεωφόρος ἐστὶν, ὑποδεχομένη τοὺς διὰ τῶν τῇδε πυλῶν ἐκ τοῦ ἄστεος ἐξιόντας, καὶ εἰς τοὺς προαστείους ἀγροὺς παραπέμπουσα. Διὰ ταύτης Ἀφραάτης παριὼν ὁ θεσπέσιος, εἰς τὸ πολεμικὸν ἀπῄει γυμνάσιον, τῶν θείων προβάτων τὴν προσήκουσαν ποιησόμενος θεραπείαν. Τοῦτον ἄνωθεν ἐκ τῆς βασιλείου στοᾶς διακύπτων ὁ βασιλεὺς εἶδε, σισύραν τε ἀναβεβλημένον, καὶ ἐν γήρᾳ βαθεῖ συντόνων βαδίζοντα. Καί τινος εἰρηκότος ὡς Ἀφραάτης οὗτος, οὔ τὸ τῆς πόλεως ἐξήρτηται πλῆθος, ἔφη πρὸς αὐτόν: Ποῖ σὺ βαδίζεις; εἰπέ. Ὁ δὲ σοφῶς ἅμα καὶ προσφόρως: Ὑπὲρ τῆς σῆς, ἔφη, προσευξόμενος βασιλείας. —Ἀλλ̓ οἴκοι σε μένειν χρὴ, ὁ βασιλεὺς ἔφη, καὶ ἔνδον κατὰ τὸν μοναδικὸν προσεύχεσθαι νόμον. Ὁ δὲ θεῖος ἐκεῖνος ἀνὴρ, Εὗ μάλα, ἔφη, λέγεις, ὦ βασιλεῦ, τοῦτό με δρᾷν ἔδει, καὶ τοῦτο δρῶν μέχρι καὶ νῦν διετέλεσα, ἕως εἰρήνης ἀπήλαυε τοῦ Σωτῆρος τὰ πρόβατα. Ἐπειδὴ δὲ πολὺν ὑπομεμένηκε θόρυβον, καὶ πολὺς ἐπικρέμαται κίνδυνος, μὴ θηριάλωτα γένηται, πάντα κινεῖν πόρον ἀνάγκη, καὶ διασώζειν τὰ θρέμματα. Εἰπὲ γάρ μοι, ἔφη, ὦ βασιλεῦ, εἰ κόρη τις ἐτύγχανον ἔνδον ἔν θαλάμῳ καθημένη, καὶ τῆς οἰκίας ἐπιμελομένη, εἶτ̓ ἐθεασάμην ἐμπιπραμένην, φλόγα, καὶ τὴν πατρῴαν οἰκίαν ἐμπιπραμένην, τί δρᾶσαι προσῆκεν, εἰπέ μοι; ἔνδον καθῆσθαι, καὶ τὴν οἰκίαν ἐμπιπραμένην περιορᾷν, καὶ τῆς φλογὸς προσμένειν τὴν ἐμβολήν ; ἢ τῷ θαλάμῳ χαίρειν εἰποῦσαν διαθέειν ἄνω καὶ κάτω, καὶ ὑδροφορεῖν, καὶ σβεννύναι τὴν φλόγα ; Δῆλον ὅτι τοῦτο ἐρεῖς: τοῦτο γὰρ κόρης ἀγχίνου τε καὶ φρενήρους. Τοῦτο δρῶ νῦν, ὧ βασιλεῦ.

Σοῦ γὰρ εἰς τὴν πατρῴαν ἡμῶν οἰκίαν ἐμβαλόντος τὴν φλόγα, περιθέομεν κατασβέσαι ταύτην πειρώμενοι, Ταῦτα ὁ μὲν εἶπεν. Ὁ δὲ ἀπειλήσας ἐσίγησεν.

1188
Εἷς δὲ τῶν περὶ τὸν βασιλικὸν κοιτῶνα, θρασύτερον ἀπειλήσας τῷ θείῳ ἀνδρὶ, τοιόνδε τι πέπονθε: Τοῦ βαλανείου πεπιστευμένος τὴν ἐπιμέλειαν, εὐθὺς μετὰ τούσδε τοὺς λόγους, κατῆλθε τοῦτο εὐτρεπίσων τῷ βασιλεῖ: εἴσω δὲ γενόμενος, καὶ τὰς φρένας πληγεὶς, εἰς τὸ θερμότατον ὕδωρ τὸ ἄκρατον κατελήλυθέ τε καὶ τετελεύτηκεν. Ἐκάθητο δὲ ὁ βασιλεὺς ἐκεῖνον προσμένων, ὥστε αὐτῷ μηνύσαι τὴν εἴσοδον. Ἐπειδὴ δὲ πολὺς ἀνηλώθη καιρὸς, ἀπέστειλεν ἑτέρους ὁ βασιλεὺς, τῆς μελλήσεως τὴν αἰτίαν μηνύσοντας. Οἱ δὲ εἴσω γενόμενοι, καὶ πάντα περισκοπήσαντες, εὗρον ἐκεῖνον ἐν τῷ ἀκράτῳ τεθνεῶτα καὶ διαλυθέντα θερμῷ. Καὶ δήλου τούτου γενομένου τῷ βασιλεῖ, ἔγνωσαν τῆς Ἀφραάτου προσευχῆς τὴν ἰσχύν, Τῶν δὲ δογμάτων τῶν δυσσεβῶν οὐκ ἐξέστησαν, ἀλλ̓ἐσκλήρυναν κατὰ τὸν Φαραὼ τὴν καρδίαν αὐτῶν, καὶ τὴν τοῦ ὁσίου θαυματουργίαν μαθὼν ὁ ἐμβρόντητος, μεμένηκε κατὰ τῆς εὐσεβείας λυττῶν.

Τὰ κατὰ τὸν ἄγιον Ἰουλιανὸν τὸν μοναχόν: Κατὰ τοῦτον δὲ τὸν καιρὸν. καὶ Ἰουλιανὸς ἐκεῖνος ὁ πολυύμνητος, οὗ καὶ πρόσθεν ἐμνήσθην. καταλιπεῖν μὲν τὴν ἔρημον, εἰς δὲ τὴν Ἀντιόχειαν εἰσελθεῖν ἠναγκάσθη. Ἐπειδὴ γὰρ οἱ τῷ ψεύδει συντεθραμμένοι, καὶ τὰς συκοφαντίας μάλα ῥᾳδίως ὑφαίνοντες, οἱ τὰ Ἀρείου λέγω φρονοῦντες, τὸν μέγαν ἁ̓́??ʼδρα ἐκεῖνον διισχυρίζοντο τῆς αὑτῶν εἶναι συμμορίας, ἀπέστειλαν οἱ τῆς ἀληθείας φωστῆρες, Φλαβιανὸς, καὶ Διόδωρος, καὶ Ἀφραάτης, ἅνδρα ἀρετῆς ἀθλητὴν, Ἀκάκιόν φημι, τὸν χρόνῳ ὕστερον μάλα σοφῶς τὴν Βεροιέων Ἐκκλησίαν ἰθύναντα, πρὸς τὸν πανεύφημον ἄνδρα ἐκεῖνον, ἀντιβολοῦντες πολλὰς ἀνθρώπων μυριάδας οἰκτεῖραι, καὶ τῶν μὲν ἐναντίων τὴν ψευδολογίαν ἐλέγξαι, τὰ δὲ τῆς ἀληθείας κηρύγματα βεβαιῶσαι. Καὶ ὅσα μὲν οὗτος καὶ ἐπανιών, καὶ ἰὼν , καὶ ἐν αὐτῇ δὲ τῇ μεγίστῃ πόλει τεθαυματούργηκεν, ἐν τῇ Φιλοθέῳ ἡμῖν συγγέγραπται ἱστορίᾳ, ᾗ ῥᾴδιον ἐντυχεῖν τοὺς ταῦτα βουλομένους μαθεῖν. Ὅτι δὲ ἅπαν τὸ τῆς πόλεως πλῆθος εἰς τὸν ἡμέτερον συνήθροισε σύλλογον, οὐδένα ἐνδοιάζειν οἶμαι τῶν τὴν ἀνθρωπείαν φύσιν ἐπεσκεμμένων. Πέφυκε γὰρ τὰ παράδοξα ἕλκειν ἅπαντας ὡς ἐπίπαν πρὸς ἑαυτά. Ὅτι δὲ καὶ μεγάλα εἰργάσατο θαύματα, μαρτυροῦσι καὶ οἱ τῆς ἀληθείας πολέμιοι. Τοῦτο δὲ καὶ ἐν Ἀλεξανδρείᾳ πρὸ τοῦδε τοῦ χρόνου πεποίηκεν ἐν τοῖς Κωνσταντίου καιροῖς Ἀντώνιος ὁ πάνυ.

Καταλιπὼν γὰρ τὴν ἔρημον, ἅπαν ἐκεῖνο περιῄει τὸ ἄστυ, διδάσκων ἅπαντας, ὡς τῆς ἀποστολικῆς διδασκαλίας κήρυξ ἐστὶν Ἀθανάσιος, καὶ ὡς ἀντίπαλοι τῆς ἀληθείας οἱ τῆς Ἀρείου συμμορίας. Οὕτως ᾔδεσαν οἱ θεῖοι ἄνδρες ἐκεῖνοι τὰ πρόσφορα ἑκάστῳ προσαρμόττειν καιρῷ, καὶ πηνίκα μὲν χρὴ τὴν ἡσυχίαν ἀσπάζεσθαι, πηνίκα δὲ προτιμᾷν τὰς πόλεις τῆς ἐρημίας.

1189

Τίνες ἅλλοι μοναχοὶ κατὰ τοῦτον διέπρεψαν τὸν καιρόν: Ἦσαν δὲ καὶ ἅλλοι κατ̓ ἐκεῖνον τὸν καιρὸν, τὰς τῆς μοναχικῆς φιλοσοφίας ἀφιέντες μαρμαρυγάς. Ἐν μὲν τῇ Χαλκιδέων ἐρήμῳ, Ἄβιτος, καὶ Μαρκιανὸς, καὶ Ἁβραάμης, καὶ ἕτεροι πρὸς τούτοις οὐκ εὐαρίθμητοι, ἐν παθητοῖς σώμασι τὴν ἀπαθῆ βιοτὴν μελετῶντες. Ἐν δὲ τῇ Ἀπαμέων χώρᾳ, Ἀγαπητὸς καὶ Συμεώνης, καὶ Παῦλος, καὶ ἅλλοι τὴν ἄκραν φιλοσοφίαν συλλέγοντες, Ἐν δὲ τῇ Ζευγματέων, Πούπλιος καὶ Παῦλος. Ἐν δὲ τῇ Κυρεστῶν, ὁ πανεύφημος Ἀκεψεμᾶς ὲν οἰκίσκῳ καθεῖρκτο, καὶ ἐξηκοντούτην χρόνον τοῦτον ἐβίου τὸν τρόπον, οὔτε ὁρώμενος, οὔτε φθεγγόμενος. Ζευμάτιος δὲ ὁ ἀξιάγαστος, καίτοι τὸ βλέπειν ἀφῃρημένος, περιῄει στηρίζων τὰ πρόβατα, καὶ τοῖς λύκοις μαχόμενος.

Οὖ δὴ χάριν αὐτοῦ τὴν ἀσκητικὴν καλύβην ἐνέπρησαν: ἀλλὰ Τραῖανὸς ὁ πιστότατος στρατηγὸς, ἑτέραν ἐδείματο, καὶ τῆς ἄλλης θεραπείας μετέδωκεν.

Ἐν δὲ τῇ Ἀντιοχέων, Μαριανὸς, καὶ Εὐσέβιος, καὶ Ἀμμιανὸς, Παλλάδιός τε καὶ Συμεώνης, καὶ Ἀβραάμης, καὶ ἄλλοι πρὸς τούτοις τὴν εἰκόνα τὴν θείαν ἀκήρατον διασώσαντες, Καὶ τούτων δὲ κἀκείνων τὸν βίον ἀνάγραπτον πεποιήκαμεν. Καὶ τὸ ὅρος δὲ, τὸ τῇ μεγίστῃ παρακείμενον πόλει, λειμῶνι παραπλησίως ὠράϊστο. Καὶ γὰρ ἐν τούτῳ Πέτρος ὁ Γαλάτης διέλαμπε, καὶ ὁ τούτου γε ὁμώνυμος ὁ Αἰγύπτιος, καὶ Ῥωμανὸς, καὶ Σευῆρος, καὶ Ζήνων, Μωσῆς τε καὶ Μάλχος, καὶ ἄλλοι πλεῖστοι, παρὰ μὲν τῶν πολλῶν ἀγνοούμενοι, παρὰ δὲ τῷ Θεῷ γινωσκόμενοι.

Περὶ Διδύμου Ἀλεξανδρέως, καὶ Ἐφραῒμ τοῦ Σύρου.

Κατὰ τοῦτον τὸν χρόνον, ἐν Ἐδέσῃ μὲν Ἐφραῒμ ὁ θαυμάσιος, ἐν Ἀλεξανδρείᾳ δὲ διέπρεπε Δίδυμος, κατὰ τῶν ἀντιπάλων τῆς ἀληθείας δογμάτων συγγράφοντες. Καὶ οὗτος μὲν τῇ Σύρων κεχρημένος φωνῇ, τῆς πνευματικῆς χάριτος τὰς ἀκτῖνας ἠφίει. Παιδείας γὰρ οὐ γεγευμένος Ἑλληνικῆς, τούς τε πολυσχεδεῖς τῶν Ἑλλήνων διήλεγξε πλάνους, καὶ πάσης αἱρετικῆς κακοτεχνίας ἐγύμνωσε τὴν ἀσθένειαν. Καὶ ἐπειδὴ Ἁρμόνιος, ὁ Βαρδησάνου, ᾠδάς τινας συντεθείκει πάλαι, καὶ τῇ τοῦ μέλους ἡδονῇ τὴν ἀσέβειαν κεράσας κατεκήλει τοὺς ἀκούοντας, καὶ πρὸς ὄλεθρον ἤγρευε, τὴν ἁρμονίαν τοῦ μέλους ἐκεῖθεν λαβὼν, ἀνέμιξε τὴν εὐσέβειαν, καὶ προσενήνοχε τοῖς ἀκούουσιν ἥδιστον ὁμοῦ καὶ ὀνησιφόρον φάρμακον. Ταῦτα καὶ νῦν τὰ ᾅσματα φαιδροτέρας τῶν νικηφόρων μαρτύρων τὰς πανηγύρεις ποιεῖ. Ὁ δὲ Δίδυμος, παιδόθεν τῆς ὀπτικῆς ἐστερημένος αἰσθήσεως, καὶ ποιητικῶν καὶ ῥητορικῶν μετέλαχε παιδευμάτων, ἀριθμητικῆς τε καὶ γεωμετρίας, καὶ ἀστρονομίας, καὶ τῶν Ἀριστοτέλους

1192
συλλογισμῶν, καὶ τῆς Πλάτωνος εὐεπείας, διὰ ʽ??ʼῶν ἀκοῶν εἰσεδέξατο τὰ μαθήματα, οὐχ ὡς ἀλήθειαν ἐκπαιδεύοντα, ἀλλ̓ ὡς ὅπλα τῆς ἀληθείας κατὰ τοῦ ψεύδους γιγνόμενα. Καὶ μέντοι καὶ τῆς θείας Γραφῆς μεμάθηκεν οὐ μόνον τὰ γράμματα, ἀλλὰ καὶ τὰ τούτων νοήματα. Ἐν μὲν οὖν ἀσκηταῖς, καὶ τῆς ἀρετῆς φροντισταῖς, οὗτοι κατ̓ ἐκεῖνον διέλαμπον τὸν καιρόν.

Τίνες ἐν τῇ Ἀσιανῇ καὶ Ποντικῇ διέπρεπον ἐπίσκοποι κατὰ τοῦτον τὸν καιρόν.

Ἐν ἐπισκόποις δὲ Γρηγόριος ἑκάτερος ὅ τε Ναζιανζοῦ καὶ ὁ Νύσσης, ὁ μὲν ἀδελφὸς, ὁ δὲ σύσκηνός τε καὶ συνεργὸς τοῦ μεγάλου Βασιλείου τυγχάνων.

Οὗτοι μὲν οὖν ὲν Καππαδοκίᾳ τῆς εὐσεβείας ὑπερμαχοῦντες ἠρίστευον: συνηρίστευε δὲ αὐτοῖς καὶ Πέτρος, γεννήτορας μὲν Βασιλείῳ καὶ Γρηγορίῳ τοὺς αὐτοὺς ἐσχηκὼς, τῆς δὲ θύραθεν παιδείας οὐ μετειληχὼς σὺν ἐκείνοις, τὰς δὲ τοῦ βίου μαρμαρυγὰς ἀφιείς. Ἐν Πισιδίᾳ δὲ Ὄπτιμος, καὶ Ἀμφιλόχιος ὲν Λυκαονίᾳ, γενναίως ὑπὲρ τῆς προγονικῆς παραταττόμενοι πίστεως, τὰς ἐναντίας ἀπεκρούοντο προσβολάς. Ἐν δέ γε τῇ ἑσπέρᾳ, Δάμασος μὲν τῆς Ῥώμης ἡγούμενος, Ἀμβρόσιος δὲ Μεδιόλανον ἰθύνειν πεπιστευμένος, τοὺς πόῤῥωθεν ἀκοντίζοντας ἔβαλλον: καὶ μετὰ τούτων, οἱ τὰς ἐσχατιὰς οἰκεῖν ἠναγκασμένοι, γράμμασι καὶ τοὺς οἰκείους ἐστήριζον, καὶ τοὺς πολεμίους κατέλυον.

Ἀντιῤῥόπους γὰρ τῷ μεγέθει τοῦ κλύδωνος ἔδωκε κυβερνήτας τῶν ὅλων ὁ Πρύτανις, καὶ τῇ τῶν πολεμίων σφοδρότητι τὴν τῶν στρατηγῶν ἀντέταξεν ἀρετὴν, καὶ πρόσφορα τῇ τοῦ καιροῦ δυσκολίᾳ τὰ ἀλεξίκακα ἔδωκε φάρμακα. Ὁ??ʼ μόνον δὲ ταύτης τῆς προμηθείας ταῖς Ἐκκλησίαις μετέδωκεν ὁ φιλάνθρωπος Κύριος, ἀλλὰ καὶ ἑτέρας αὐτὰς κηδεμονίας ἠξίωσε.

Περὶ τῶν παρὰ Βάλεντος τῷ μεγάλω Βαλεντινιανῷ περὶ τοῦ πολέμου γραφέντων, καὶ τῶν παῤ ἐκείνου πίστεως ἀντιγραφέντων.

Τὸ γὰρ τῶν Γότθων ἔθνος παρακινήσας εἰς πόλεμον, ἐπὶ τὸν Βόσπορον εἵλκυσε τὸν κατὰ μόνων τῶν εὐσεβῶν μεμαθηκότα στρατεύειν. Τότε δὴ τὴν οἰκείαν ἀσθένειαν ὁ μάταιος ἐγνωκὼς, ἀπέστειλε πρὸς τὸν ἀδελφὸν στρατιὰν ἐξαιτῶν. Ὁ δὲ ἐπέστειλεν, ὡς οὐχ ὅσιον ἐπαμύνειν ἀνδρὶ πολεμοῦντι Θεῷ, δίκαιον δὲ τὴν τούτου καταπαύειν θρασύτητα.

Ταῦτα τὸν δείλαιον ἐκεῖνον μείζονος ἀνίας ἐνέπλησεν: οὐ μὴν ἔληξε τῆς θρασύτητος, ἀλλ̓ ἐπέμενε κατὰ τῆς ἀληθείας παραταττόμενος.

Περὶ τῆς Τερεντίου κόμητος εὐσεβείας.

Ἐπανῆκε μὲν γὰρ ἁπὸ τῆς Ἀρμενίας Τερέντιος τρόπαια στήσας: ἦν δὲ στρατηγὸς ἄριστος, καὶ εὐσεβείᾳ κοσμούμενος. Τούτῳ δωρεὰν ὁ Βάλης αἰτῆσαι προσέταξεν: ὁ δὲ ἐπήγγειλεν ἥνπερ ἔδει τὸν εὐσεβείᾳ

1193
συντεθραμμένον. ᾜτησε γὰρ οὐ χρυσὸν, οὐδὲ ἄργυρον, οὐ χωρίον, οὐ δυναστείαν, οὐκ οἰκίαν, ἀλλ̓ ἐκκλησίαν παρασχεθῆναι μίαν τοῖς τῆς ἀποστολικῆς διδασκαλίας προκινδυνεύουσιν. Ὁ δὲ τὴν ἱκετείαν δεξάμενος, καὶ γνοὺς τὰ ἐγκείμενα, χαλεπήνας διἑῤῥηξε, καί οἱ ἄλλα τινὰ αἰτῆσαι προσέταξεν. Ὁ δὲ τῆς ἱκεσίας συλλέξας τὰ ῥήγματα: Ἐδεξάμην, ἔφη, ὦ βασιλεῦ, καὶ ἔχω τὸ δῶρον, καὶ ἕτερον οὐκ αἰτήσω. Σκοποῦ γὰρ κριτὴς ὁ τῶν ὅλων κριτής.

Περὶ τῆς Τραῖανοῦ, τοῦ στρατηγοῦ, παῤῥησίας.

Ἐπειδὴ δὲ τὸν Βόσπορον διαβὰς εἰς τὴν Θρᾴκην ἀφίκετο, πρῶτον μὲν ἐν Κωνσταντινουπόλει πλεῖστον διέτριψε χρόνον, δειμαίνων τὸν πόλεμον.

Τραϊανὸν δὲ σὺν τῇ στρατιᾷ τὸν στρατηγὸν κατὰ τῶν βαρβάρων ἀπέστειλεν. Ἐπειδὴ δὲ ἡττηθεὶς ἐπανῆλθεν ἐκεῖνος, ἐλοιδορεῖτο λίαν Οὐάλης, μαλακίαν αὐτῷ καὶ δειλίαν ἐγκαλῶν. Ὁ δὲ παῤῥησίᾳ χρησάμενος ἀνδρὶ γενναίῳ πρεπούσῃ: Οὐκ ἐγὼ, ἔφη, ὧ βασιλεῦ, ἥττημαι: ἀλλὰ σὺ πρόη τὴν νίκην, κατὰ τοῦ Θεοῦ παραταττόμενος, καὶ τὴν ἐκείνου ῥοπὴν προξενῶν τοῖς βαρβάροις. Παρὰ σοῦ γὰρ πολεμούμενος, ἐκείνοις συντάττεται: τῷ δὲ Θεῷ ἡ νίκη ἕπεται, καὶ τοῖς ὑπὸ τοῦ Θεοῦ στρατηγουμένοις προσγίνεται. Ἤ οὐκ οἶσθα, ἔφη, τίνας τῶν ἐκκλησιῶν ἐξελάσας, τίσι παραδέδωκας ταύτασς3 Ταῦτα δὲ καὶ Ἀρίνθεος, καὶ Βίκτωρ, στρατηγοὶ γὰρ ἦσαν καὶ αὐτοὶ, συνωμολόγησαν οὕτως ἔχειν, καὶ τῷ βασιλεῖ μὴ χαλεπαίνειν παρῄνεσαν τὴν ἐπ̓ ἐλέγχοις ἀλήθειαν συνεζευγμένην.

Περὶ Ἰσαακίου τοῦ ἐν Κωνσταντινουπόλει μονάζοντος, καὶ Βρετανίωνος τοῦ Σκυθίου ἐπισκόπου παῤῥησίας.

Φασὶ δὲ καὶ Ἰσαάκην, σκηνὴν αὐτόθι μοναχικὴν ἔχοντα, ἐπειδὴ εἶδεν αὐτὸν συνεξιόντα τῇ στρατιᾷ, βοῇ χρησάμενον φάναι: Ποῖ βαδίζεις, ὧ βασιλεῦ, κατὰ Θεοῦ στρατευσάμενος, καὶ τοῦτον οὐκ ἔχων ἐπίκουρον; Αὐτὸς γὰρ κατὰ σοῦ τοὺς βαρβάρους κεκίνηκεν, ἐπειδὴ καὶ σὺ κατ̓ αὐτοὺς πολλὰς γλώττας εἰς βλασφημίαν ἐκίνησας, καὶ τοὺς ἐκεῖνον ὑμνοῦντας τῶν θείων οἴκων ἐξήλασας. Παῦσαι δὴ οὗν πολεμῶν, καὶ παύσει τὸν πόλεμον: ἀπόδος ταῖς ποίμναις τοὺς ἀρίστους νομέας, καὶ λήψῃ τὴν νίκην ἀπονητί. Εἰ δὲ τούτων μηδὲν δεδρακὼς παρατάξαιο, μαθήσῃ τῇ πείρᾳ, ὅπως σκληρὸν τὸ πρὸς κέντρα λακτίζειν. Οὕτε γὰρ ἐπανήξεις, καὶ προσαπολέσεις

1196
τὴν στρατιάν. Ὀργισθεὶς δὲ ὁ βασιλεύς: Καὶ ἐπανήξω, ἔφη, καὶ κατακτενῶ σε, καὶ τῆς ψευδοῦς προαγορεύσεως εἰσπράξομαι δίκας. Ὁ δὲ ἥκιστα δείσας τὴν ἀπειλὴν, ἔφη βοῶν: Κτεῖνον, εἰ φωραθείη τῶν λόγων τὸ ψεῦδος. Καὶ Βρετανίων, παντοδαπῇ μὲν λαμπρυνόμενος ἀρετῇ, πάσης δὲ τῆς Σκυθίας τὰς πόλεις ἀρχιερατικῶς ἰθύνειν πεπιστευμένος, ἐπύρσευσέ τε τῷ ζήλῳ τὸ φρόνημα, καὶ τὴν τῶν δογμάτων διαφθορὰν, καὶ τὰς κατὰ τῶν ἁγίων παρανομίας τοῦ Βάλεντος ἤλεγξε, καὶ μετὰ τοῦ θειοτάτου Δαβὶδ ἐβόα: Ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην.

Περὶ τῆς κατὰ Γότθων Βάλεντος στρατείας, καὶ ὅπως ἔτισε τῆς ἀσεβείας δίκας.

Ὁ δὲ τῶν συμβούλων ἐκείνων τῶν ἀρίστων καταφρονήσας, τὴν μὲν στρατιὰν εἰς τὴν παράταξιν προὔπεμψεν: αὐτὸς δὲ ἔν τινι κώμῃ καθήμενος τὴν νίκην προσέμενεν. Οἱ δὲ στρατιῶται τῶν βαρβάρων οὐκ ἐνεγκόντες τὴν ῥύμην, ἐτράποντο, καὶ κατεκτείνοντο διωκόμενοι: οἱ μὲν φεύγοντες κατὰ τάχος, οἱ δὲ κατακράτος διώκοντες.

Καταλαβόντες δὲ τὴν κώμην ἐκείνην οἱ βάρβαροι, ἔνθα ὁ Βάλης τὴν ἧτταν μεμαθηκὼς ἐπειράθη λαθεῖν, πῦρ ἐμβαλόντες ἐνέπρησαν σὺν τῇ κώμῃ καὶ τὸν τῆς εὐσεβείας ἀντίπαλον. Οὕτω μὲν οὖν ἐκεῖνος κὰν τῷ παρόντι βίῳ ποινὴν ἔτισεν ὧν ἐπλημμέλησεν.

Πόθεν οἱ Γότθοι τῆς Ἀρειανικῆς μετέλαχον πλάνης.

Ἐγὼ δὲ πρὁ??ʼργον νομίζω διδάξαι τοὺς ἀγνοοῦντας, ὅπως οἱ βάρβαροι τὴν Ἀρειανικὴν εἰσεδέξαντο νόσον.

Ὅτε τὸν Ἴστρον διαβάντες πρὸς τὸν Βάλεντα τὴν εἰρήνην ἐσπείσαντο, τηνικαῦτα παρὼν Εὐδόξιος ὁ δυσώνυμος, ὑπέθετο τῷ βασιλεῖ πεῖσαι αὐτῷ κοινωνῆσαι τοὺς Γότθους. Πάλαι γὰρ τὰς τῆς θεογνωσίας ἀκτῖνας δεξάμενοι τοῖς ἀποστολικοῖς ἐνετρέφοντο δόγμασι. Βεβαιοτέραν γὰρ, ἔφη, τὸ κοινὸν τοῦ φρονήματος τὴν εἰρήνην ἐργάσεται. Ταύτην ἐπαινέσας τὴν γνώμην ὁ Βάλης προὔτεινε τοῖς ἐκείνων ἡγεμόσι τῶν δογμάτων τὴν συμφωνίαν. Οἱ δὲ οὐκ ἀνέξεσθαι ἔλεγον τὴν πατρῴαν καταλείψειν διδασκαλίαν. Κατ̓ ἐκεῖνον δὲ τὸν χρόνον Οὐλφίλας αὐτῶν ἐπίσκοπος ἦν, ᾧ μάλα ἐπείθοντο, καὶ τοὺς ἐκείνου λόγους ἀκινήτους ὑπελάμβανον νόμους. Τοῦτον καὶ λόγοις κατακηλήσας Εὐδόξιος, καὶ χρήμασι δελεάσας πεῖσαι παρεσκεύασε τοὺς βαρβάρους τὴν βασιλέως κοινωνίαν ἀσπάσασθαι. Ἔπεισε δὲ, φήσας ἐκ φιλοτιμίας γεγενῆσθαι τὴν ἔριν. δογμάτων

1197
δὲ μηδεμίαν εἶναι διαφοράν. Οὗ δὴ ἕνεκα, μέχρι καὶ τήμερον οἱ Γότθοι μείζονα μὲν τὸν Πατέρα λέγουσι τοῦ Υἱοῦ, κτίσμα δὲ τὸν Υἱὸν εἰπεῖν οὐκ ἀνέχονται, καίτοι κοινωνοῦντες τοῖς λέγουσιν. Ἀλλ̓ ὅμως οὐ παντάπασι τὴν πατρῴαν διδασκαλίαν κατέλιπον: καὶ γὰρ Οὐλφίλας Εὐδοξίῳ καὶ Βάλεντι κοινωνῆσαι πείθων αὐτοὺς, οὐκ εἶναι δογμάτων ἔφη διαφορὰν, ἀλλὰ ματαίαν ἔριν ἐργάσασθαι τὴν διάστασιν.