Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Περὶ τῆς Ἰοβιανοῦ βασιλείας και εὐσεβείας Μετὰ δὲ τὴν Ἰουλιανοῦ σφαγὴν συνελθόντες σὺν τοῖς ὑπάρχοις οἱ στρατηγοὶ ἐβουλεύοντο τίνα χρὴ τὴν βασιλείαν παραλαβεῖν, καὶ τήν τε στρατιὰν ἐν τῇ πολεμίᾳ διασῶσαι τά τε Ῥωμαίων ἀναρρῶσαι πράγματα ἐπὶ ξυροῦ ἀκμῆς ὄντα, τὸ δὴ λεγόμενον, διὰ τὴν τοῦ κατοιχομένου θρασύτητα. τούτων δὲ περὶ τούτων βουλευομένων, ἡ στρατιὰ συναθροισθεῖσα κατὰ ταὐτὸν Ἰοβιανὸν ἐξῄτησε βασιλέα, οὔτε στρατηγὸν ὄντα οὔτε τῶν μετ᾽ ἐκείνους, ἐπίσημον δὲ ἄνδρα καὶ περιφανῆ καὶ πολλῶν ἕνεκα γνώριμον: Σῶμά τε γὰρ μέγιστον εἶχε καὶ ψυχὴν μεγαλόφρονα, καὶ ἀριστεύειν ἐν τοῖς πολέμοις εἰώθει καὶ ἐν τοῖς ἀγῶσι τοῖς μείζοσι. παρρησίᾳ γὰρ κατὰ τῆς ἀσεβείας χρησάμενος τοῦ τυράννου τὴν δυναστείαν οὐκ ἔδεισεν, ἀλλὰ κατὰ τὴν προθυμίαν τοῖς τοῦ σωτῆρος ἡμῶν μάρτυσι συνετέτακτο. τότε δὴ οἱ στρατηγοί, τῆς στρατιᾶς τὴν συμφωνίαν θείαν ψῆφον ὑπολαβόντες, ἤγαγον εἰς

1124
μέσον τὸν πάντα ἄριστον ἅνδρα ἐκεῖνον, καὶ βῆμα σχεδιάσαντες ὑψηλὸν, ἔστησαν ἐπὶ τούτου. Εἶτα πάντων αὐτῷ τὰ βασιλικὰ προσενηνοχότων προσρήματα, καὶ Αὔγουστον προσαγορευσάντων καὶ Καίσαρα, τῇ συνήθει παῤῥησίᾳ χρησάμενος ὁ ἀξιάγαστος ἐκεῖνος ἀνὴρ, καὶ μήτε τοὺς ἄρχοντας δείσας. μήτε τῶν στρατιωτῶν τὴν ἐπὶ τὰ χείρω μεταβολήν: Οὐ δύναμαι, ἔφη, Χριστιανὸς ὢν, τῶν τοιούτων ἄρχειν, οὐδὲ τῆς Ἰουλιανοῦ στρατιᾶς βασιλεύειν, πονηρὰ παιδευθείσης μαθήματα. Οἱ γὰρ τοιοῦτοι, τῆς θείας προνοίας γεγυμνωμένοι, εὐάλωτοι καὶ ἐπίχαρτοι τοῖς πολεμίοις γενήσονται. Τούτων ἀκούσαντες τῶν λόγων οἱ στρατιῶται, κοινὴν ἀφῆκαν φωνήν: Μὴ ἐνδοιάσῃς, ὦ βασιλεῦ, μηδὲ τὴν ἡμετέραν ὡς πονηρὰν φύγῃς ἡγεμονίαν: Χριστιανῶν γὰρ βασιλεύσεις, καὶ μαθήμασιν εὐσεβέσι συντεθραμμένων.

Οἱ μὲν γὰρ ἐν ἡμῖν γεραίτεροι, καὶ τῆς Κωνσταντίνου διδασκαλίας ἀπήλαυσαν: οἱ δὲ μετ̓ ἐκείνους, τῶν Κωνσταντίου μετέλαχον παιδευμάτων. Τούτου δὲ τοῦ τεθνεῶτος ὀλίγος τῆς ἡγεμονίας ὁ χρόνος, καὶ οὐχ ἱκανὸς οὐδὲ τοῖς ἐξηπατημένοις ἐνιδρῦσαι τὴν λώβην.

Περὶ τῆς ἐπανόδου τοῦ ἁγίου Ἀθανασίου.

Ἐπὶ τούτοις ἡσθεὶς ὁ βασιλεὺς τοῖς λόγοις, ἐβουλεύετο λοιπὸν περὶ τῆς τῶν κοινῶν σωτηρίας, καὶ ὅπως ἐκ τῆς πολεμίας ἀπήμαντον ἀπαγάγοι τὴν στρατιάν. Οὐκ ἐδεήθη δὲ βουλευμάτων πολλῶν, ἀλλὰ τῶν τῆς εὐσεβείας σπερμάτων ἐτρύγησε τοὺς καρπούς.

Παραυτίκα γὰρ τὴν οἰκείαν ἔδειξε προμήθειαν ὁ τῶν ὅλων Θεὸς, καὶ τὴν φαινομένην ἔλυσεν ἀπορίαν.

Τὴν γὰρ τούτου βασιλείαν ὁ Περσῶν μεμαθηκὼς βασιλεὺς, πρέσβεις ἀπέστειλεν ὑπὲρ εἰρήνης πρεσβευομένους.

Εἶτα τροφὰς τοῖς στρατιώταις ἐξέπεμψε, καὶ ἀγορὰν αὐτοῖς ἐν τῇ ἐρήμῳ γενέσθαι προσέταξε. Τριακοντούτεις δὴ οὗν σπονδὰς ποιησάμενος, ἐῤῥωμένην τὴν στρατιὰν τῆς πολεμίας ἐξέβαλε. παραυτίκα δὲ τῆς ὑπ̓ αὐτοῦ βασιλευομένης γῆς ἐπιβὰς, πρῶτον ἔγραψε νόμον, καὶ τοὺς ἐπισκόπους ἐπανελθεῖν ἐκ τῆς ἐξορίας διαγορεύοντα, καὶ τὰς ἐκκλησίας ἀποδοθῆναι παρεγγυῶντα τοῖς τὴν ἐν Νικαίᾳ πίστιν διατετηρηκόσιν ἀκήρατον. Ἐπέστειλε δὲ καὶ πρὸς Ἀθανάσιον, ἐκεῖνον τόν τούτων πρόμαχον τῶν δογμάτων, γραφῆναι αὐτῷ παρακαλῶν τὴν ἀκριβῆ περὶ τῶν θείων διδασκαλίαν. Ὁ δὲ τοὺς ἐλλογιμωτέρους τῶν ἐπισκόπων ἀγείρας, ἀντέγραψε τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν φυλάττειν παρακαλῶν, ὡς τοῖς ἀποστολικοῖς συμβαίνουσαν δόγμασιν. Ἐνθήσω δὲ καὶ τὴν ἐπιστολήν, τῆς τῶν ἐντευξομένων προμηθούμενος ὠφελείας.

Ἐπιστολὴ συνοδικὴ πρὸς Ἰοβιανὸν ʽ??ʼ περὶ τῆς πίστεως.

Τῷ εὐλαβεστάτῳ καὶ φιλανθρωποτάτῳ, νικητῇ, Αὐγούστῳ Ἰοβιανῷ, Ἀθανάσιος, καὶ οἱ λοιποὶ ἐπίσκοποι,

1125
οἱ ἐλθόντες ἐκ προσώπου πάντων τῶν ἀπὸ τῆς Αἰγύπτου, καὶ Θηβἁ??ʼδος, καὶ Λιβύων ἐπισκόπων.

Πρέπουσα θεοφιλεῖ βασιλεῖ φιλομαθὴς προαίρεσις καὶ πόθος τῶν οὐρανίων. Οὕτω γὰρ ἀληθῶς καὶ τὴν καρδίαν ἔχοις ἐν χειρὶ Θεοῦ, καὶ τὴν βασιλείαν μετ̓ εἰρήνης πολλαῖς ἐτῶν περιόδοις ἐπιτελέσαις.

Θελησάσης τοίνυν τῆς σῆς εὐσεβείας μαθεῖν παῤ ἡμῶν τὴν τῆς καθολικῆς Ἐκκλησίας πίστιν, εὐχαριστήσαντες ἐπὶ τούτῳ τῷ Κυρίῳ, ἐβουλευσάμεθα πάντων μᾶλλον, τὴν παρὰ τῶν Πατέρων ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπομνῆσαι τὴν σὴν θεοσέβειαν.

Ταύτην γὰρ ἀθετήσαντές τινες, ἡμῖν μὲν ποικίλως ἐπεβούλευσαν, ὅτι μὴ ἐπειθόμεθα τῇ Ἀρειανῇ αἱρέσει: ἁ??ʼτιοι δὲ γεγόνασιν αἱρέσεως καὶ σχισμάτων τῇ καθολικῇ Ἐκκλησίᾳ. Ἡ μὲν ἀληθὴς καὶ εὐσεβὴς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστις, φανερὰ καθέστηκε πᾶσι, καὶ ἐκ τῶν θείων Γραφῶν γινωσκομένη τε καὶ ἀναγινωσκομένη.

Ἐν ταύτῃ γὰρ καὶ οἱ ἅγιοι τελειωθέντες ἐμαρτυρήθησαν, καὶ νῦν ἀναλύσαντές εἰσιν ἐν Κυρίῳ.

Ἔμεινεν δὲ ἀεὶ ἡ πίστις διαπαντὸς ἀβλαβὴς, εἰ μὴ πονηρία τινῶν αἱρετικῶν παραποιῆσαι ταύτην ἐτόλμησεν. Ἄρειος γάρ τις, καὶ οἱ σὺν αὐτῷ, διαφθεῖραι ταύτην καὶ ἀσέβειαν κατ̓ αὐτῆς ἐπεισαγαγεῖν ἐπεχείρησαν, φάσκοντες ἐξ οὐκ ὄντων, καὶ κτίσμα, καὶ ποίημα, καὶ τρεπτὸν εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ. Πολλούς τε ἐν τούτοις ἡ πάτησαν, ὥστε καὶ τοὺς δοκοῦντας εἶναί τι συναπαχθῆναι αὐτῶν τῇ δυσφημίᾳ.

Καὶ φθάσαντες μὲν οἱ ἅγιοι Πατέρες ἡμῶν, συνελθόντες, ὡς προείπομεν, ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, τὴν μὲν Ἀρειανὴν αἵρεσιν ἀνεθεμάτισαν, τὴν δὲ τῆς καθολικῆς Ἐκκλησίας πίστιν ὡμολόγησαν ἐγγράφως, ὥστε ταύτης πανταχοῦ κηρυττομένης, ἀποσβεσθῆναι τὴν ἀναφθεῖσαν αἵρεσιν παρὰ τῶν αἱρετικῶν. Ἦν μὲν οὖν αὕτη κατὰ πᾶσαν ἐκκλησίαν γινωσκομένη τε καὶ κηρυττομένη.

Ἀλλ̓ ἐπειδὴ τὴν Ἀρειανὴν αἵρεσιν ἀνανεῶσαι βουλόμενοι, τινὲς μὲν αὐτὴν τὴν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθεῖσαν πίστιν τετολμήκασιν ἀθετῆσαι, τινὲς δὲ σχηματίζονται ὁμολογεῖν αὐτὴν, ταῖς δὲ ἀληθείαις ἀρνοῦνται, παρερμηνεύοντες τὸ ὁμοούσιον, καὶ οὗτοι βλασφημοῦντες τὸ Πνεῦμα τὸ ἄγιον, ἐν τῷ φάσκειν αὐτοὺς κτίσμα εἷναι καὶ ποίημα διὰ τοῦ Υἱοῦ γεγονὸς, ἀναγκαίως θεωρήσαντες τὴν ἐκ τῆς τοιαύτης βλασφημίας βλάβην γιγνομένην κατὰ τῶν λαῶν, ἐπιδοῦναι τῇ σῇ εὐσεβείᾳ τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν ἐσπουδάσαμεν, ἵνα γνῷ σου ἡ θεοσέβεια μεθ̓ ὅσης ἀκριβείας γέγραπται, καὶ ὅσον πλανῶνται οἱ παῤ αὐτὴν διδάσκοντες. Γίνωσκε, θεοφιλέστατε Αὔγουστε, ὅτι αὕτη μὲν ἡ ἐξ αἰῶνος κηρυττομένη. Ταύτην δὲ ὡμολόγησαν οἱ

1128
ἐν Νικαίᾳ συνελθόντες Πατέρες, καὶ ταύτῃ σύμψηφοι τυγχάνουσι πᾶσαι αἱ κατὰ τόπον Ἐκκλησίαι, αἵ τε κατὰ Σπανίαν, καὶ Βρεττανίαν, καὶ Γαλλίας, καὶ αἱ τῆς Ἰταλίας πάσησ̔??ʼ καὶ Καμπανίας, Δαλματίας τε καὶ Μυσίας, Μακεδονίας, καὶ πάσης Ἑλλάδος, καὶ αἱ κατὰ τὴν Ἀφρικὴν πᾶσαι, καὶ Σαρδινίαν, καὶ Κύπρον, καὶ Κρήτην, Παμφυλίαν τε καὶ Ἰσαυρίαν, καὶ Λυκίαν, καὶ αἱ κατὰ πᾶσαν Αἴγυπτον, καὶ Λιβύην, καὶ Πόντον, καὶ Καππαδοκίαν, καὶ τὰ πλησίον μέρη, καὶ αἱ κατὰ ἀνατολὰς Ἐκκλησίαι, πάρεξ ὀλίγων τῶν τὰ Ἀρείου φρονούντων.

Πάντων γὰρ τῶν προειρημένων τῇ πείρᾳ ἐγνώκαμεν τὴν γνώμην, καὶ γράμματα ἔχομεν, καὶ οἴδαμεν, θεοφιλέστατε Αὔγουστε, ὅτι κἂν ὀλίγοι τινὲς ἀντιλέγωσι ταύτῃ τῇ πίστει, οὐ δύνανται πρόκριμα ποιεῖν πάσῃ τῇ οἰκουμένῃ. Πολλῷ γὰρ χρόνῳ βλαβέντες ἀπὸ τῆς Ἀρειανῆς αἱρέσεως, φιλονεικότερον νῦν ἀνθίστανται τῇ εὐσεβείᾳ. Καὶ ὑπὲρ τοῦ γινώσκειν τὴν σὴν εὐσέβειαν, καίτοι γινώσκουσαν, ὅμως ἐσπουδάσαμεν τὴν ἐν Νικαίᾳ πίστιν ὁμολογηθεῖσαν ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων ὑποτάξαι. Ἔστι δὲ αὕτη: Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἔνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός: Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ: γεννηθέντα, οὐ ποιηθέντα: ὁμοούσιον τῷ Πατρὶ, δἰ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ, καὶ τὰ ἐπὶ τῆς γῆς. Τὸν δἰ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας, Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ, Πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἷναι, ἢ κτιστὸν, ἢ τρεπτὸν, ʽ??ʼ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία Ταύτῃ τῇ πίστει, θεοφιλέστατε Αὔγουστε, ἐπιμένειν ἀναγκαῖον, ὡς θείᾳ καὶ ἀποστολικῇ, καὶ μηδένα μετακινεῖν αὐτὴν πιθανολογίαις καὶ λογομαχίαις: ὅπερ ἐποίησαν ἐξ ἀρχῆς οἱ Ἀρειομανῖται, ἐξ οὐκ ὄντων τὸν Υἱὸν τοῦ Θεοῦ λέγοντες, καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ κτιστὸς, καὶ ποιητὸς, καὶ τρεπτός ἐστι. Διὰ τοῦτο γὰρ, καθὰ προείπομεν, καὶ ἡ ὲν Νικαίᾳ σύνοδος ἀνεθεμάτισε τὴν τοιαύτην αἵρεσιν, τὴν δὲ τῆς ἀληθείας πίστιν ὡμολόγησεν. Οὐ γὰρ ἁπλῶς ὅμοιον εἰρήκασι τὸν Υἱὸν τῷ Πατρὶ, ἴνα μὴ ἁπλῶς ὅμοιος ᾖ Θεοῦ, ἀλλ̓ ἐκ τοῦ Θεοῦ Θεὸς ἀληθινὸς πιστεύηται: ἀλλὰ καὶ ὁμοούσιον ἔγραψαν, ὅπερ ἴδιόν ἐστι γνησίου καὶ ἀληθινοῦ υἱοῦ ἐξ ἀληθινοῦ καὶ φύσει πατρός. Ἀλλ̓ οὐδὲ ἀπηλλοτρίωσαν τὸ Πνεῦμα τὸ ἄγιον ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ: ἀλλὰ μᾶλλον συνεδόξασαν αὐτὸ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ἐν τῇ μιᾷ τῆς ἀγίας Τριάδος πίστει, διὰ τὸ καὶ μίαν εἶναι τὴν ἐν τῇ ἀγίᾳ Τριάδι θεότητα.

1129

Περὶ τῶν ἀποδοθέντων σιτηρεσίων ταῖς ἐκκλησίαις καὶ περὶ τῆς τοῦ βασιλέως τελευτῆς.

Τούτοις ὁ βασιλεὺς τοῖς γράμμασιν ἐντυχὼν, ἐβεβαίωσεν ἢν εἶχε περὶ τῶν θείων γνῶσίν τε καὶ διάθεσιν, καὶ νόμον ἕτερον ἔγραψε, τοῦ σίτου τὴν σύνταξιν ἀποδοθῆναι ταῖς ἐκκλησίαις κελεύσας, ἣν ὁ μέγας Κωνσταντῖνος ἀπένειμεν. Ἰουλιανὸς γὰρ καὶ ταύτην ἐκεκωλύκει τὴν χορηγίαν, ἅτε δὴ τὸν κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀναδεξάμενος πόλεμον.

Ἐπειδὴ δὲ ὁ ἐκ τῆς ἐκείνου δυσσεβείας ἐπισκήψας λιμὸς ἐπεῖχεν εἰσπράττειν τὰς εἰσφορὰς τῆς Κωνσταντίνου συντάξεως, τὸ τριτημόριον Ἰωβιανὸς τηνικαῦτα παρασχεθῆναι προσέταξεν, ὑποσχόμενος τοῦ λιμοῦ παυσαμένου τέλειον παρασχεῖν τὸ σιτηρέσιον.

Τοιούτοις νόμοις τὰ τῆς βασιλείας κατακοσμήσας προοίμια ἀπὸ τῆς Ἀντιοχέων ἐπὶ Βόσπορον ὥρμησεν: ἐν Δαδαστάνῃ δὲ ʽκώμη δὲ αὕτη Βιθυνῶν καὶ Γαλατῶν ἐν μεθορίῳ κειμένἠ, τοῦδε τοῦ βίου τὸ τέλος ἐδέξατο: αὐτὸς μὲν μετὰ μεγίστων καὶ καλλίστων ἐφοδίων ἀπάρας, τοὺς δὲ τῆς βασιλικῆς ἐκείνης ἡμερότητος γεγευμένους ἐν ὀδύνῃ καταλιπών.

Οἶμαι δὲ τῶν ὅλων τὸν πρύτανιν, τὴν ἡμετέραν διελέγχοντα πονηρίαν, καὶ δεικνύναι ἡμῖν τὰ ἀγαθὰ, καὶ τούτων ἡμᾶς πάλιν γυμνοῦν: καὶ δἰ ἐκείνου μὲν διδάσκειν, ὡς μάλα εὐπετῶς παρέχει ἃ βούλεται: διὰ δὲ τούτου διελέγχειν ὡς οὐκ ἀξίους τῶν ἀγαθῶν, καὶ ἐπὶ τὸν ἀμείνω βίον προτρέπειν.

Περὶ τῆς Βαλεντινιανοῦ βασιλείας, καὶ ὅπως Βάλεντα τὸν ἀδελφὸν κοινωνὸν ἐποιήσατο.

Τότε μέντοι τὴν ἀθρόαν τελευτὴν τοῦ βασιλέως οἱ στρατιῶται μεμαθηκότες, ἐθρήνησαν μὲν ὡς πατέρα τὶν ἀπελθόντα, Βαλεντινιανὸν δὲ ἐκεῖνον, τὸν τῇ χειρὶ τὸν νεωκόρον πατάξαντα, καὶ εἰς τὸ φρούριον ἐκπεμφθέντα, βασιλέα προὐβάλοντο, οὐκ ἀνδρείᾳ μόνον, ἀλλὰ καὶ φρονήσει, καὶ σωφροσύνῃ, καὶ δικαιοσύνῃ, καὶ μεγέθει σώματος διαπρέποντα. Οὕτω δὲ ἦν βασιλικός τε καὶ μεγαλόφρων, ὡς τῆς στρατιᾶς πειραθείσης κοινωνὸν αὐτῷ προβαλέσθαι τῆς βασιλείας, ἐκεῖνο φάναι τὸ παρὰ πάντων ᾀδόμενον: Ὑμέτερον ἦν, ὦ στρατιῶται, βασιλέως οὐκ ὄντος, ἐμοὶ δοῦναι τῆς βασιλείας τὰς ἡνίας: ἐπειδὴ δὲ ταύτην ἐδεξάμην ἐγὼ, ἐμὸν λοιπὸν, οὐχ ὑμέτερον, τὸ περὶ τῶν κοινῶν διασκοπεῖσθαι πραγμάτων. Τούσδε τοὺς λόγους καὶ θαυμάσαντες καὶ στέρξαντες οἱ στρατιῶται, εἴποντο τοῖς ἐκείνου νεύμασιν ἰθυνόμενοι.

Ὁ δὲ τὸν ἀδελφὸν ἐκ Πανονίας μεταπεμψάμενος, ὡς οὐκ ʽ??ʼφελε, κοινωνὸν ποιεῖται τῆς βασιλείας, οὐδέπω τὴν τῶν δογμάτων διαφορὰν εἰσδεξάμενον: καὶ τῆς Ἀσίας αὐτῷ παραδοὺς τὰ σκῆπτρα, καὶ μέντοι

1132
καὶ τῆς Αἰγύπτου, ἑαυτῷ τὴν Εὐρώπην ἀπένειμε.

Καὶ τὴν Ἑσπέραν καταλαβὼν, πᾶσαν αὐτὴν ἐξεπαίδευσεν εὐνομίαν, ἀπὸ τῶν τῆς εὐσεβείας κηρυγμάτων ἀρξάμενος. Αὐξεντίου γὰρ, ὃς τὴν Ἀρείου μὲν εἰσεδέξατο λώβην, Μεδιολάνου δὲ τὴν Ἐκκλησίαν πεπιστευμένος, ἐν πλείσταις ἀπεκηρύχθη συνόδοις, τὸν βίον ὑπεξελθόντος, μεταπεμψάμενος τοὺς ἐπισκόπους ὁ βασιλεὺς, τοιοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις: Ἴστε σαφῶς, ἄτε δὴ τοῖς θείοις λόγοις ἐντεθραμμένοι, ὁποῖον εἶναι προσήκει τὸν ἀρχιερωσύνης ἠξιωμένον, καὶ ὡς οὐ χρὴ λόγῳ μόνῳ, ἀλλὰ καὶ βίῳ τοὺς ἀρχομένους ῥυθμίζειν, καὶ πάσης ἀρετῆς ἑαυτὸν ἀρχέτυπον προτιθέναι, καὶ μάρτυρα ἔχειν τῆς διδασκαλίας τὴν πολιτείαν. Τοιοῦτον δὴ οὖν καὶ νῦν τοῖς ἀρχιερατικοῖς ἐγκαθιδρύσατε θώκοις, ὅπως καὶ ἡμεῖς οἱ τὴν βασιλείαν ἰθύνοντες, εἰλικρινῶς αὐτῷ τὰς ἡμετέρας ὑποκλίνοιμεν κεφαλὰς, καὶ τοὺς παῤ ἐκείνου γενομένους ἐλέγχους ʽἀνθρώπους γὰρ ὄντας καὶ προσπταίειν ἀνάγκἠ, ὡς ἰατρικὴν ἀσπαζοίμεθα θεραπείαν.

Περὶ τῆς Ἀμβροσίου τοῦ ἐπισκόπου Μεδιολάνων χειροτονίας.

Ταῦτα τοῦ βασιλέως εἰρηκότος, αὐτὸν ἡ σύνοδος ἠξίου ψηφίσασθαι, σοφόν τε ὄντα καὶ εὐσεβεία κοσμούμενον. Ὁ δὲ ἔφη: Μεῖζον ἢ καθ̓ ἡμᾶς τὸ ἐγχείρημα.

Ὑμεῖς γὰρ τῆς θείας ἠξιωμένοι χάριτος, καὶ τὴν αἴγλην ἐκείνην εἰσδεξάμενοι, ἄμεινον ψηφιεῖσθε. Οὗτοι μὲν οὗν ἐξελθόντες καθ̓ ἑαυτοὺς ἐβουλεύοντο. Οἱ δὲ τὴν πόλιν ἐκείνην οἰκοῦντες ἐστασίαζον, οἱ μὲν τοῦτον, οἱ δὲ ἐκεῖνον προβληθῆναι φιλονεικοῦντες. Οἱ μὲν γὰρ τῆς Αὐξεντίου νόσου μετειληχότες, τοὺς ὁμόφρονας ἐψηφίζοντο: οἱ δὲ τῆς ὐγιαινουσης μοίρας ὁμογνώμονα πάλιν ἐζήτουν ἔχειν ἡγούμενον. Ταύτην Ἀμβρόσιος, ὁ τοῦ ἔθνους τὴν πολιτικὴν ἡγεμονίαν πεπιστευμένος, τὴν στάσιν μαθὼν, καὶ δείσας μή τι νεώτερον γένηται, τὴν ἐκκλησίαν σὺν τάχει κατέλαβεν. Οἱ δὲ τῆς διαμάχης ἐκείνης παυσάμενοι, κοινὴν ἀφῆκαν φωνὴν, Ἀμβρόσιον σφίσιν ἐξαιτοῦντες προβληθῆναι ποιμένα: ἔτι δὲ οὗτος ἀμύητος ἦν.

Ταῦτα μαθὼν ὁ βασιλεὺς, προσέταξε παραυτίκα καὶ μυηθῆναι καὶ χειροτονηθῆναι τὸν ἀξιέπαινον ἄνδρα. Ἤδει γὰρ αὐτοῦ πάσης μὲν στάθμης εὐθυτέραν οὖσαν τὴν γνώμην, παντὸς δὲ κανόνος ἀκριβεστέρας τὰς ψήφους. Ὑπέλαβε δὲ καὶ θείαν εἷναι τὴν ψῆφον, ἐκ τῆς τῶν τἀναντία φρονούντων τεκμαιρόμενος συμφωνίας. Ἐπειδὴ δὲ καὶ τῆς θείας τοῦ παναγίου βαπτίσματος ἀπήλαυσε δωρεᾶς, καὶ τὴν ἀρχιερατικὴν ἐδέξατο χάριν, τοῦτον ὁ πάντα ἄριστος βασιλεὺς προσενηνοχέναι λέγεται τῷ Σωτῆρι καὶ Δεσπότῃ τὸν ὕμνον: καὶ γὰρ τοῖς γεγενημένοις παρῆν: Χάρις σοι, Δέσποτα παντοκράτορ, καὶ Σῶτερ ἡμέτερε, ὅτι τῷδε τῷ ἀνδρὶ ἐγὼ μὲν ἐνεχείρησα σώματα, σὺ δὲ ψυχὰς, καὶ τὰς ἐμὰς ψήφους δικαίας ἀπέφηνας. Ἐπειδὴ δὲ, ὀλίγων διελθουσῶν ἡμερῶν, ὁ θεῖς Ἀμβρόσιος, σὺν παῤῥησίᾳ πλείστῃ τῷ βασιλεῖ διαλεγόμενος ἐπεμέμψατό τισιν ὡς οὐκ εὖ

1133
παρὰ τῶν ἀρχόντων γεγενημένοις: Ταύτην σου, ἔφη ὁ βασιλεὺς, καὶ πάλαι ᾔδειν τὴν παῤῥησίαν, καὶ σαφῶς ἐπιστάμενος, οὐ μόνον οὐκ ἀντεῖπον, ἀλλὰ καὶ σύμψηφος τῆς χειροτονίας γεγένημαι. Ἰάτρευε οὖν, ὡς ὁ θεῖος ὑπαγορεύει νόμος, τὰ τῶν ἡμετέρων ψυχῶν πλημμελήματα. Ταῦτα μὲν οὖν ἐν Μεδιολάνῳ καὶ εἶπεν, καὶ δέδρακε.

Ἐπιστολὴ τοῦ βασιλέως Βαλεντινιανοῦ, καὶ Βάλεντος, περὶ τοῦ ὁμοουσίου γραφεῖσα πρὸς τὴν Ἀσιανὴν διοίκησιν.

Μαθὼν δέ τινας ἐν τῇ Ἀσίᾳ καὶ ἐν τῇ Φρυγίᾳ περὶ τῶν θείων ἀμφισβητοῦντας δογμάτων, ἐν μὲν τῷ Ἰλλυρικῷ σύνοδον γενέσθαι προσέταξε, τὰ δὲ παῤ ἐκείνων καὶ ψηφισθέντα καὶ κυρωθέντα τοῖς ἀμφισβητοῦσιν ἐξέπεμψε. Ἐψηφίσαντο δὲ οἱ συνελθόντες, τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν κρατεῖν: ἐπέστειλε δὲ καὶ αὐτὸς, κοινωνὸν τῶν γραμμάτων τὸν ἀδελφὸν ποιησάμενος, ἐμμένειν τοῖς δεδογμένοις παρεγγυῶν. Ἀναγνώσομαι δὲ καὶ τὸν νόμον, σαφῶς αὐτοῦ κηρύττοντα τὴν εὐσέβειαν, ὡσαύτως δὲ καὶ τὴν τηνικαῦτα τοῦ Οὐάλεντος περὶ τὰ θεῖα δόγματα ὑγείαν δηλοῦντα.

Αὐτοκράτορες μέγιστοι, ἀεισέβαστοι, νικηταὶ, αὔγουστοι, Βαλεντινιανὸς, καὶ Βάλης, καὶ Γρατιανὸς, ἐπισκόποις διοικήσεως Ἀσιανῆς, Φρυγίας, Καροφρυγίας, Πακατιανῆς, ὲν Κυρίῳ χαίρειν.

Συνόδου τηλικαύτης κροτηθείσης ἐν τῷ Ἰλλυρικῷ, καὶ ζητήσεως πολλῆς γενομένης περὶ τοῦ σωτηρίου Λόγου, ἀπέδειξαν οἱ τρισμακαριώτατοι ἐπίσκοποι τὴν Τριάδα ὁμοούσιον, Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἤν οὐδὲ ὅλως ἐκκλίνοντες λειτουργίας τὰς κατὰ δίκαιον ἐπιβαλούσας αὐτοῖς, θρησκεύουσι, τὴν θρησκείαν τοῦ μεγάλου βασιλέως.

Κηρύττειν δὲ ταύτην προσέταξε τὸ ἡμέτερον κράτος: οὕτως μέντοι, ἵνα μὴ λέγωσί τινες, ὅτι Ἀνήκαμεν θρησκείᾳ βασιλέως τοῦ διέποντος τὴν γῆν ταύτην, μὴ ἀνεχόμενοι τοῦ ἐντειλαμένου ἡμῖν τὰ περὶ τῆς σωτηρίας. Ὡς γάρ φησι τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἡμῶν, ὅπερ ἐπίκρισιν ταύτην ἔχει, ἀποδίδοσθαι τὰ τοῦ Καίσαρος τῷ Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.

Τί λέγετε ὑμεῖς οἱ ἐπίσκοποι, καὶ προεστῶτες τοῦ σωτηρίου Λόγου; Εἰ οὕτως ἔχει τὰ τῆς ἀποδείξεως ὑμῶν, οὕτω μέντοι ἀγαπῶντες ἀλλήλους, παύσασθε ἀποχρᾶσθαι ἀξιώματι βασιλέως: καὶ μὴ διώκετε τοὺς ἀκριβῶς τῷ Θεῷ λειτουργοῦντας, ὧν ταῖς εὐχαῖς, καὶ πόλεμοι καταπαύονται ἐπὶ τῆς γῆς, καὶ ἀγγέλων ἀποστατῶν ἐπιβάσεις ἀποστρέφονται:

1136
καὶ πάντας δαίμονας φθοριμαίους ἀποστρέφειν διὰ δεήσεως σπουδάζοντες, καὶ τὰ δημόσια κατὰ νόμους εἰσκομίζειν ἴσασι, καὶ οὐκ ἀντιλέγουσι τῇ τοῦ κρατοῦντος ἐξουσίᾳ: ἀλλ̓ εἰλικρινῶς καὶ τὴν τοῦ ἄνωθεν Βασιλέως ἐντολὴν φυλάττουσι, καὶ τοῖς ἡμετέροις νόμοις ὑποτάσσονταί. Ὑμεῖς δὲ ἀπειθεῖς ἐδείχθητε εἷναι. Ἡμεῖς μὲν ἐχρησάμεθα τῷ ἄλφα ἕως τοῦ ω: ὑμεῖς δὲ ἑαυτοὺς ἀπεδώκατε. Ἡμεῖς μέντοι καθαροὺς ἑαυτοὺς ἀφ̓ ὑμῶν εἶναι θέλοντες, ὡς καὶ Πιλάτος ἐπὶ τῆς ἐξετάσεως τοῦ ἐν ἡμῖν πολιτευομένου Χριστοῦ. μὴ θέλων αὐτὸν ἀνελεῖν, καὶ ὑπὲρ τοῦ παθεῖν αὐτὸν παρακληθεὶς, ἐπιστραφεὶς ἐπὶ τὰ τῆς ἀνατολῆς μέρη, καὶ αἰτήσας ὕδωρ ἐπὶ χειρῶν, ἐνίψατο αὐτοῦ τὰς χεῖρας λέγων: Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου. Οὕτω καὶ τὸ ἡμέτερον κράτος διὰ παντὸς ἐνετείλατο, μὴ διώκειν, μήτε ἐπικλύζειν, μήτε ζηλοῦν τοὓ??ʼ ἐργαζομένους τὸ χωρίον τοῦ Χριστοῦ, μήτε τοὺς διοικητὰς ἀπελαύνειν τοῦ μεγάλου Βασιλέως: ἴνα μὴ σήμερον μὲν, ἐπὶ τοῦ ἡμετέρου κράτους αὔξειν δόξητε, καὶ μεταξὺ τοῦ παρακεκλημένου, παθεῖν τὰ τῆς διαθήκης αὐτοῦ, ὡς ἐπὶ Ζαχαρίου τοῦ αἵματος. Ἁλλ̓ οἱ μετ̓ αὐτοῦ μεταξὺ τῆς ἀφίξεως ὑπὸ τοῦ ἄνωθεν βασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ ἐῤῥάγησαν, παραδοθέντες εἰς κρίσιν θανάτου, μετὰ τοῦ συνδραμόντος αὐτοῖς φθοριμαίου δαίμονος.

Τοῦτο προσετάξαμεν ἐπ̓ Ἀμεγετίου, καὶ Κηρωνίου, καὶ Δαμάσου, καὶ Λάμπωνος, καὶ Βρεντισίου, ἀκροατῶν γενομένων. Ἅπερ καὶ αὐτὰ τὰ πραχθέντα ἐξαπεστάλκαμεν πρὸς ὑμᾶς, ἴνα γνῶναι ἔχητε τὰ πραχθέντα ἐν τῇ ἐναρέτῳ συνόδῳ τούτοις συνεζεύξαμεν τοῖς γράμμασι καὶ τῆς συνόδου τὰ δόγματα ἐν κεφαλαίῳ ταῦτα δηλοῦντα.

Ὁμολογοῦμεν, ἀκολούθως τῇ μεγάλῃ καὶ ὀρθοδόξῳ συνόδῳ, ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱόν. Καὶ οὐχ οὕτω νοοῦμεν τὸ ὁμοούσιον, ὡς καὶ πάλαι τινὲς ἐξηγήσαντο, μὴ ἀληθινῶς ὑπογράψαντες, καὶ νῦν ἕτεροι

1137
Πατέρας ἐκείνους καλοῦντες, τὴν δύναμιν τῆς λέξεως ἀθετήσαντες, καὶ ἑπόμενοι τοῖς γράψασι, τὸ ὅμοιον δηλοῦσθαι διὰ τοῦ ὁμοουσίου, καθ̓ ὅ οὐδενὶ τῶν λοιπῶν κτισμάτων δἰ αὐτοῦ γενομένων ἐμφερὴς ὁ Υἱὸς, ἀλλ̓ ἢ μόνῳ τῷ Πατρὶ ἀφωμοίωται. Οἱ γὰρ ταῦτα ἐξηγούμενοι, κτίσμα ἐξαίρετον ἀσεβῶς τὸν Υἱὸν τοῦ Θεοῦ δογματίζουσιν. Ἡμεῖς δὲ φρονοῦμεν, ὡς καὶ αἱ σύνοδοι νῦν, ἥ τε κατὰ Ῥώμην, καὶ ἡ κατὰ Γαλλίαν, μίαν εἶναι καὶ τὴν αὐτὴν οὐσίαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἐν τρισὶ προσώποις, τοῦτ̓ ἔστιν, ἐν τρισὶ τελείαις ὑποστάσεσιν.

Ὁμολογοῦμεν δὲ, κατὰ τὴν ἔκθεσιν τὴν ἐν Νικαίᾳ, καὶ σεσαρκῶσθαι τὸν Υἱὸν τοῦ Θεοῦ τὸν ὁμοούσιον ἐκ τῆς ἁγίας παρθένου Μαρίας, καὶ ἐν ἀνθρώποις ἐσκηνωκέναι, καὶ πεπληρωκέναι πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν, ἐν γενέσει, καὶ πάθει, καὶ ἀναστάσει, καὶ τῇ εἰς οὐρανοὺς ἀναβάσει: καὶ πάλιν ἥξειν ἀποδιδόντα ἡμῖν κατὰ τὴν ἑκάστου βιοτὴν ὲν τῇ ἡμέρᾳ τῆς κρίσεως, σαρκὶ ὁρώμενον, καὶ τὴν ἑαυτοῦ θείαν δύναμιν ἐπιδεικνύντα, Θεὸν ὄντα σαρκοφόρον, καὶ οὐκ ἄνθρωπον θεοφόρον. Καὶ τοὺς τἀναντία φρονοῦντας ἀναθεματίζομεν, καὶ τοὺς μὴ γνησίως ἀναθεματίζοντας τὸν εἰπόντα, ὅτι πρὶν γεννηθῆναι οὐκ ἦν ὁ Υἱός: ἀλλὰ γράψαντας, ὅτι καὶ πρὶν ἐνεργείᾳ γεννηθῆναι, δυνάμει ἦν ὲν τῷ Πατρί. Τοῦτο γὰρ καὶ ἐπὶ πάντων τῶν κτισμάτων ἐστὶ τῶν μὴ ἀεὶ ὄντων μετὰ Θεοῦ, καθὸ ὁ Υἱὸς ἀεὶ μετὰ τοῦ Πατρός ἐστιν, ἀϊδίῳ γεννήσει γεγεννημένος. Ταῦτα μὲν οὖν ὁ βασιλεὺς ἐν κεφαλαίῳ δεδήλωκεν. Ἐγὼ δὲ καὶ αὐτὰ τῆς συνόδου τὰ γράμματα ἐνθήσω τῇ συγγραφῇ.

Ἐπιστολὴ συνοδικὴ τῆς έν τῷ Ἰλλυρικῷ συνόδου περὶ πίστεως.

Οἱ ἐπίσκοποι τοῦ Ἰλλυρικοῦ ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ καὶ ἐπισκόποις διοικήσεως Ἀσιανῆς, Φρυγίας, Καροφρυγίας, Πακατιανῆς, ἐν Κυρίῳ χαίρειν.

Συνελθόντων ἡμῶν ἐπὶ τὸ αὐτὸ, καὶ ζητήσεως πολλῆς γενομένης περὶ τοῦ σωτηρίου Λόγου, ἀπεδείξαμεν ὁμοούσιον εἶναι τὴν Τριάδα Πατρὸς, Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Καὶ ἦν δίκαιον γράμματα ἀποχαράξαι πρὸς ὑμᾶς, οὐ σοφίσμασι τὰ τῆς θρησκείας τῆς Τριάδος γράφοντας, ἀλλ̓ ὲν ταπεινοφροσύνῃ καταξιωθέντας. Τουτὶ ἡμῶν τὸ γράμμα ἀπεστάλκαμεν διὰ τοῦ ἀγαπητοῦ ἀδελφοῦ ἡμῶν καὶ συλλειτουργοῦ Ἐλπιδίου τοῦ πρεσβυτέρου. Οὐ γὰρ ἐν τοῖς τῶν ἡμετέρων χειρῶν γράμμασιν, ἀλλ̓ ἐν ταῖς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ βίβλοις γέγραπται: Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ. Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν; ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Καὶ ταῦτα μὲν ἤρκει τῇ ἡμετέρᾳ ταπεινώσει,

1140
μήτε τὸ καθόλου γράμματα ἀποχαράξαι πρὸς ὑμᾶς, διὰ τὸν τηλικοῦτον φόβον, ὅν αὐτόθι κηρύσσετε πάσῃ τῇ ὑφ̓ ὑμᾶς ἐπαρχίᾳ, ἀποχωρίζοντες τὸ ἅγιον Πνεῦμα ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ.

Ἀνάγκην οὖν ἔσχομεν, πέμψαι πρὸς ὑμᾶς τὸν κύριον ἡμῶν καὶ συλλειτουργὸν Ἐλπίδιον, ἀπὸ τῆς βασιλευσύσης Ῥωμαίων ἀρχῆς τοῦτο τὸ γράμμα ἔχοντα, καταμαθόντα εἴ γε ἅρα οὕτως ἔχει τὸ κήρυγμα ὑμῶν. Οἱ γὰρ μὴ ὁμοούσιον τὴν Τριάδα δοξάζοντες, ἀνάθεμα ἔστωσαν. Καὶ εἴ τις τούτοις φωραθείη κοινωνῶν, ἀνάθεμα ἔστω. Τοῖς δὲ κηρύττουσιν ὁμοούσιον τὴν Τριάδα ἡ βασιλεία τῶν οὐρανῶν ἡτοίμασται. Παρακαλοῦμεν οὖν ὁμᾶς, ἀδελφοὶ, μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ ἑτεροκενοδοξεῖν, ἀλλ̓ ὁμοούσιον ἀεὶ καὶ διὰ παντὸς κηρύττοντες τὴν Τριάδα, δυνηθῆτε κληρονομῆσαι τὴν τῶν οὐρανῶν βασιλείαν.

Περὶ τούτου γράφοντες, καὶ ὑπόμνησιν ἔχοντες, ἐχαράξαμεν τουτὶ ἡμῶν τὸ γράμμα καὶ περὶ τῶν καθισταμένων ἐπισκόπων, ἢ κατασταθέντων συλλειτουργῶν, ἐὰν μὲν εἶεν, ἐκ τῶν ὲν τέλει χρησαμένων ἐπισκόπων ὑγιεῖς: εἰ δὲ μὴ, ἐξ αὐτοῦ τοῦ πρεσβυτερίου.

Ὁμοίως καὶ πρεσβυτέρους καὶ διακόνους ἐξ αὐτοῦ τοῦ ἱερατικοῦ τάγματος, ἴνα ὦσιν ἀνεπίληπτοι πανταχόθεν, καὶ μὴ ἀπὸ τοῦ βουλευτηρίου καὶ στρατιωτικῆς ἀρχῆς. Εἰς τοῦτο οὗν οὐκ ἠβουλήθημεν διὰ πολλῶν ἀποχαράξαι, διὰ τὸ ἀποσταλῆναι ἕνα ἐκ πάντων, τὸν κύριον ἡμῶν καὶ συλλειτουργὸν Ἐλπίδιον. ἐπισπούδως καταμαθόντα τὸ κήρυγμα ὑμῶν, εἴ γε οὕτως ἔχει ὥσπερ ἀκηκόαμεν παρὰ τοῦ κυρίου ἡμῶν τοῦ συλλειτουργοῦ Εὐσταθίου. Λοιπόν εἰ καί ποτε ἐν πλάνῃ γεγενημένοι ἦτε, ἀποθέμενοι τὸν παλαιὸν ἅνθρωπον, ἐνδύσασθε τὸν καινόν. Καὶ γὰρ καὶ ὁ αὐτὸς ἀδελφὸς καὶ συλλειτουργὸς Ἐλπίδιος διδάξει ʽ??ʼμᾶς κηρῦξαι τὴν ἀληθῆ πίστιν: ὅτι ἡ ἁγία Τριὰς, ἢ ὁμοούσιος τῷ Θεῷ καὶ Πατρὶ, σὺν Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, ἡγίασται, δεδόξασται, πεφανέρωται, Πατὴρ ἐν Υἱῷ, Υἱὸς ἐν Πατρὶ, σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Φανερωθέντος γὰρ τούτου, φανερῶς δυνησόμεθα τὴν ἁγίαν Τριάδα ὁμολογεῖν ὁμοούσιον, κατὰ τὴν πάλαι ἐκτεθεῖσαν πίστιν τὴν ἐν Νικαίᾳ, ἣν καὶ οἱ Πατέρες ἐβεβαίωσαν. Κηρυττομένης οὗν τῆς πίστεως ταύτης, δυνησόμεθα τοῦ ἀλιτηρίου δαίμονος ἐκφυγεῖν τὰ θήρατρα. Σβεσθέντος δὲ τούτου, δυνησόμεθα εἰρηνικοῖς γράμμασιν ἑαυτοὺς προσκυνεῖν, ὲν εἰρήνῃ διάγοντες. Ἐγράψαμεν οὖν

1141
ὑμῖν, ἵνα εἰδέναι ἔχητε τοὺς καθαιρεθέντας Ἀρειομανίτας, τοὺς μὴ ὁμολογοῦντας ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν, μήτε τὸ ἅγιον Πνεῦμα: ὧν τὰ ὁ̓??ʼματα ὑπετάξαμεν: Πολυχρόνιος, Τηλέμαχος, Φαῦστος, Ἀσκληπιάδης, Ἀμάντιος, Κλεόπατρος.

Καὶ ταῦτα μὲν οὕτως εἰς δόξαν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἀγίου Πνεύματος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν. Ἐῤῥῶσθαι ὑμᾶς εὐχόμεθα τῷ Πατρὶ, καὶ τῷ Υἱῷ τῷ Σωτῆρι ἡμῶν Χριστῷ, σὺν ἁγίῳ Πνεύματι, πολλαῖς ἐτῶν περιόδοις.

Περὶ τῆς Αὐδιανῶν αἱρέσεως.

Ὁ μὲν δὴ πανεύφημος βασιλεὺς τοσαύτην τῶν ἀποστολικῶν δογμάτων ἐποιεῖτο φροντίδα. Αὐδαῖος δέ τις Σύρος καὶ τὸ γένος καὶ τὴν φωνὴν, καινῶν εὑρετὴς δογμάτων, κατ̓ ἐκεῖνον ἐγένετο τὸν καιρὸν, πάλαι μὲν τῶν πονηρῶν ὠδίνων ἀρξάμενος, τότε δὲ δῆλος γενόμενος. Πρῶτον μὲν γὰρ ἀνοήτως νενόηκε τὸ, Ποιήσωμεν ἄνθρωπον κατ̓ εἰκόνα ἡμετέραν καὶ καθ̓ ὁμοίωσιν. Ἀνθρωπείαν γὰρ ἔχειν μορφὴν τὸ θεῖον ὑπέλαβε, καὶ τὰ τοῦ σώματος περικεῖσθαι ἐτόπασε μόρια, τῆς θείας Γραφῆς οὐ κατιδὼν τὴν διάνοιαν. Πολλάκις γὰρ ταῖς θείαις ἐνεργείαις, τὰ τῶν ἀνθρωπείων μορίων ὀνόματα περιτίθησιν: ἐπειδὴ ῥᾷον οἱ τῶν λεπτοτέρων ἐπαΐειν οὐ δυνάμενοι διὰ τούτων τὴν τοῦ Θεοῦ προμήθειαν μανθάνουσι.

Προστέθεικε δὲ τῇδε τῇ δυσσεβείᾳ καὶ ἕτερα παραπλήσια, Ἐκ γὰρ τῆς τοῦ Μάνεντος πλάνης ἐρανισάμενος, οὔτε τοῦ πυρὸς, οὔτε τοῦ σκότους ἔφη εἶναι δημιουργὸν τὸν τῶν ὅλων Θεόν. Ἀλλὰ ταῦτα μὲν, καὶ ὅσα τοιαῦτα, κατακρύπτουσιν οἱ τῆς ἐκείνου συμμορίας. Φάσκουσι δὲ τῶν ἐκκλησιαστικῶν ἀπεσχοινίσθαι συλλόγων. Ἐπειδὴ δὲ τινὲς μὲν τὸν ἐπάρατον εἰσπράττουσι τόκον, τινὲς δὲ γυναιξὶν οὐ νόμῳ γάμου συνοικοῦντες παρανόμως βιοῦσιν, οἱ δὲ τούτων ἀπηλλαγμένοι τούτοις ἀδεῶς κοινωνοῦσι, διὰ ταῦτά φασιν ἐκεῖνοι καθ̓ ἑαυτοὺς βιοτεύειν, τὴν τῶν δογμάτων ἀποκρύπτοντες βλασφημίαν. Ἔστι μέντοι καὶ ἡ σκῆψις ἀλαζονείας μεστὴ, καὶ τῆς Φαρισαῖκῆς διδασκαλίας ἀπόγονος. Καὶ γὰρ ἐκεῖνοι κατηγόρουν τοῦ τῶν ψυχῶν καὶ σωμάτων Ἰατροῦ, τοῖς ἱεροῖς λέγοντες ἀποστόλοις: Ἱνατί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Καὶ διὰ τοῦ προφήτου δέ φησιν ὁ Θεὸς περὶ τῶν τοιούτων: Οἱ λέγοντες: Καθαρός εἰμι, μή μου ἅπτου: οὗτος καπνὸς τοῦ θυμοῦ μου. Ἀλλὰ τὴν τούτων διελέγχειν ἄνοιαν οὐ τοῦ παρόντος καιροῦ. Οὗ δὴ εἵνεκα ἐπὶ τὰ λοιπὰ βαδιοῦμαι τῆς διηγήσεως.

Περὶ τῆς Μεσσαλιανῶν αἱρέσεως.

Κατὰ τοῦτον τὸν χρόνον καὶ ἠ τῶν Μεσσαλιανῶν

1144
ἐβλάστησεν αἵρεσις. Εὐχίτας, δὲ τούτους προσαγορεύουσιν οἱ εἰς τὴν Ἑλλάδα φωνὴν τοὔνομα μεταβάλλοντες.

Ἔχουσι δὲ καὶ ἑτέραν προσηγορίαν ἐκ τοῦ πράγματος γενομένην. Ἐνθουσιασταὶ γὰρ καλοῦνται, δαίμονός τινος ἐνέργειαν εἰσδεχόμενοι, καὶ Πνεύματος ἁγίου παρουσίαν ταύτην ὁπολαμβάνοντες.

Οἱ δὲ τελείαν τὴν νόσον εἰσδεδεγμένοι, ἀποστρέφονται μὲν τὴν τῶν χειρῶν ἐργασίαν ὡς πονηράν: ὕπνῳ δὲ σφᾶς αὐτοὺς ἐκδιδόντες, τὰς τῶν ὀνείρων φαντασίας προφητείας ἀποκαλοῦσι. Ταύτης ἐγένοντο τῆς αἱρέσεως ἀρχηγοὶ, Δαδόης τε καὶ Σάββας, καὶ Ἀδέλφιος, καὶ Ἑρμᾶς, καὶ Συμεώνης, καὶ ἄλλοι πρὸς τούτοις, οἱ τῆς μὲν ἐκκλησιαστικῆς οὐκ ἀπέστησαν κοινωνίας, οὐδὲν οὔτε ὀνίνασθαι, οὔτε λωβᾶσθαι φάσκοντες τὴν θείαν τροφὴν, περὶ ἧς ὁ Δεσπότης ἔφη Χριστός: Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ζήσεται εἰς τὸν αἰῶνα. Κρύπτειν δὲ τὴν νόσον πειρώμενοι, καὶ μετὰ ἐλέγχους ἀναιδῶς ἐξαρνοῦνται, καὶ ἀποκηρύττουσι τοὺς ταῦτα φρονοῦντας, ἅπερ ὲν τῇ ψυχῇ περιφέρουσι. Λητόῖος μὲν οὖν, ὁ Μελιτινῶν Ἐκκλησίαν ἰθύνας, ἀνὴρ ζήλῳ θείῳ κοσμούμενος, πολλὰ τῆς νόσου ταύτης σπάσαντα θεασάμενος μοναστήρια, μᾶλλον δὲ σπήλαια λῃστρικὰ, ἐνέπρησε ταῦτα, καὶ τοὺς λύκους ἐκ τῆς ποίμνης ἐξήλασεν.

Ὡσαύτως δὲ καὶ Ἀμφιλόχιος ὁ πανεύφημος, τὴν Λυκαόνων μητρόπολιν νέμειν πεπιστευμένος, καὶ ἅπαν ἰθύνων τὸ ἔθνος, ἐπισκήψασαν αὐτόσε τὴν λύμην ταύτην μαθὼν, ἐξανέστησε πάλιν, καὶ τὰ ὑπ̓ αὐτοῦ νεμόμενα τῆς λώβης ἐκείνης ἠλευθέρωσε ποίμνια. Φλαβιανὸς δὲ, ὁ πολυθρύλλητος τῆς Ἀντιοχέων ἀρχιερεὺς, ὲν Ἐδέσῃ τούτους διάγειν μαθὼν, τὸν οἰκεῖον τοῖς πελάζουσιν ἐγχριπτομένους τὸν, συμμορίαν μοναχῶν ἀποστείλας, ἤγαγέ τε εἰς τὴν Ἀντιόχειαν, καὶ τὴν νόσον ἐξαρνουμένους τόνδε τὸν τρόπον διήλεγξε. Τοὺς μὲν γὰρ κατηγόρους ἔφη συκοφαντεῖν, καὶ τοὺς μάρτυρας ψεύδεσθαι: τὸν δὲ Ἀδέλφιον ἄγαν ὄντα πρεσβύτην ἠπίως καλέσας, καὶ πλησίον καθεσθῆναι κελεύσας, Ἡμεῖς, ἕφη, ὦ πρεσβύτα, τὸν πλείω βεβιωκότες βίον, ἀκριβέστερον καὶ τὴν ἀνθρωπείαν ἐμάθομεν φύσιν, καὶ τὰ τῶν ἀντιπάλων δαιμόνων ἔγνωμεν μηχανήματα, πείρᾳ δὲ καὶ τὴν τῆς χάριτος ἐδιδάχθημεν χορηγίαν. Οὗτοι δὲ νέοι ὄντες, καὶ τούτων οὐδὲν ἀκριβῶς ἐπιστάμενοι, πνευματικωτέρων ἐπακοῦσαι λόγων οὐ φέρουσι. Τοιγάρτοι εἰπέ μοι, ὅπως

1145
φατὲ, καὶ τὸ πνεῦμα τὸ ἐναντίον ὑποχωρεῖν, καὶ τοῦ παναγίου Πνεύματος τὴν χάριν ἐπιφοιτᾷν. Τούτοις ὁ πρεσβύτης ἐκεῖνος τοῖς λόγοις καταθελχθεὶς, ἐξήμεσεν ἅπαντα τὸν κεκρυμμένον ἰόν: καὶ ἔφη, μηδεμίαν μὲν ἐκ τοῦ θείου βαπτίσματος ὠφέλειαν τοῖς ἀξιουμένοις γίνεσθαι, μόνην δὲ τὴν σπουδαίαν εὐχὴν τὸν δαίμονα τὸν ἔνοικον ἐξελαύνειν. Ἕλκειν γὰρ ἕκαστον τῶν τικτομένων ἔλεγεν ἐκ τοῦ προπάτορος, ὥσπερ τὴν φύσιν, οὕτω δὴ καὶ τὴν τῶν δαιμόνων δουλείαν. Τούτων δὲ ὑπὸ τῆς σπουδαίας ἐλαυνομένων εὐχῆς, ἐπιφοιτᾷ λοιπὸν τὸ πανάγιον Πνεῦμα, αἰσθητῶς καὶ ὁρατῶς τὴν οἰκείαν παρουσίαν σημαῖνον, τό τε σῶμα τῆς τῶν παθῶν κινήσεως ἐλευθεροῦν, καὶ τὴν ψυχὴν τῆς ἐπὶ τὰ χείρω ῥοπῆς παντελῶς ἀπαλλάττον: ὡς μηκέτι δεῖσθαι λοιπὸν μήτε νηστείας πιεζούσης τὸ σῶμα, μήτε διδασκαλίας χαλινούσης, καὶ βαίνειν εὔτακτα παιδευούσης. Οὐ μόνον δὲ ὁ τούτου τετυχηκὼς τῶν τοῦ σώματος ἀπαλλάττεται σκιρτημάτων, ἀλλὰ καὶ σαφῶς τὰ μέλλοντα προορᾷ, καὶ τὴν Τριάδα τὴν θείαν τοῖς ὀφθαλμοῖς θεωρεῖ. Οὕτως ὁ θεῖος Φλαβιανὸς τὴν δυσώδη διορύξας πηγὴν, καὶ γυμνῶσαι παρασκευάσας τὰ νάματα, πρὸς τὸν δύστηνον ἔφη πρεσβύτην: Πεπαλαιωμένε ἡμερῶν κακῶν, ἐλέγξαι σε τὸ σὸν στόμα, καὶ οὐκ ἐγώ: τὰ δὲ χείλη σου καταμαρτυρήσαι σου. Δήλης δὲ ταύτης τῆς νόσου γεγενημένης, τῆς μὲν Συρίας ἐξηλάθησαν, εἰς δὲ τὴν Παμφυλίαν ἐχώρησαν, καὶ ταύτην τῆς λώβης ἐνέπλησαν.

Τίνα τρόπον ὁ Βάλης ἐξέκλινεν εἰς τὴν αἵρεσιν.

Ἐγὼ δὲ τῆς ἱστορίας τὰ λοιπὰ διηγήσομαι, καὶ τῆς καταιγῖδος, ἢ τὰς πολλὰς κατὰ τῶν Ἐκκλησιῶν τρικυμίας ἐκίνησε, τὴν ἀρχὴν ἐπιδείξω.

Ὁ γὰρ Βάλης τὴν βασιλείαν παραλαβὼν, τοῖς ἀποστολικοῖς τὰ πρῶτα δόγμασιν ἐκοσμεῖτο. Τῶν δὲ Γότθων τὸν Ἴστρον διαβάντων, καὶ τὴν Θρᾴκην ληῖζομένων, στρατιάν τε συναθροῖσαι, καὶ στρατεῦσαι κατ̓ αὐτῶν ἐβουλεύσατο. Ἔδοξεν οὖν αὐτῷ, μὴ γυμνὸν τῆς θείας παρατάξασθαι χάριτος, ἀλλὰ τῇ τοῦ παναγίου βαπτίσματος πανοπλίᾳ φραξάμενον. Καὶ τοῦτο μὲν εὖγε ἔδοξε, καὶ μάλα σοφῶς: τὸ δὲ μετὰ τοῦτο, πολλὴν τῆς ψυχῆς μαλακίαν, καὶ τῆς ἀληθείας προδοσίαν δηλοῖ. Τὸ γὰρ ὅμοιον πέπονθεν ὁ ταλαίπωρος πάθος Ἀδὰμ τῷ προπάτορι. Τοῖς γὰρ τῆς ὁμοζύγου λόγοις καὶ οὗτος καταθελχθεὶς, ἐξηνδραποδίσθη, καὶ γέγονεν οὐ δορυάλωτος μόνον, ἀλλὰ καὶ ἀπατηλῶν γυναικείων ῥημάτων ὑπήκοος. Τῆς γάρ τοι Ἀρειανικῆς ἐξαπάτης ἐκείνη πρότερον θήραμα γενομένη, συνεθήρευσε καὶ τοῦτον, καὶ σὺν αὐτῇ πεσεῖν εἰς τὸ τῆς βλασφημίας ἀνέπεισε βάραθρον.

1148
Ἡγεῖτο δὲ ξεναγῶν καὶ μυσταγωγῶν ὁ Εὐδόξιος: αὐτὸς γὰρ ἔτι τῆς Κωνσταντινουπόλεως κατεῖχε τοὺς οἴακας, οὐκ εὐθύνων, ἀλλὰ βαπτίζων τὸ σκάφος.

Ὅπως τοὺς ἀρετῇ λάμποντας ἐπισκόπους ἐξώρισε.

Τότε δὴ οὖν παῤ αὐτὸν τῆς μυήσεως τὸν καιρὸν, ʽ??ʼρκοις δεσμεῖ τὸν τρισάθλιον, ὥστε καὶ τῇ τοῦ δόγματος δυσσεβείᾳ προσμεῖναι, καὶ τοὺς τἀναντία φρονοῦντας πάντοθεν ἐξελάσαι. Οὕτω τὴν ἀποστολικὴν ἐκεῖνος διδασκαλίαν καταλιπὼν, τῆς ἐναντίας μερίδος ἐγένετο: καὶ βραχέος διεληλυθότος χρόνου, τὰ λειπόμενα τῶν ὀμωμοσμένων ἐπλήρωσεν.

Ἐξήλασε μὲν γὰρ ἐκ τῆς Ἀντιόχου τὸν μέγαν Μελέτιον: ἐκ δὲ Σαμοσάτων, τὸν θεῖον Εὐσέβιον.

Λαοδίκειαν δὲ Πελαγίου τοῦ θαυμασίου ποιμένος ἐστέρησεν. Ὅς ἐδέξατο μὲν νέος ὥς τὸν τοῦ γάμου ζυγόν: ὲν αὐτῇ δὲ τῇ παστάδι, τῇ πρώτῃ τῶν γάμων ἡμέρᾳ, τὴν ἁγνείαν ἔπεισε τῆς κοινωνίας προτιμῆσαι τὴν νύμφην, καὶ φιλοστοργίαν ἀδελφικὴν ἀντὶ γαμικῆς συναφείας ἔχειν αὐτὴν ἐξεπαίδευσεν. Οὕτω μὲν δὴ τὴν σωφροσύνην κατώρθωσεν: εἶχε δὲ καὶ τὰς ταύτης ἀδελφὰς ἀρετὰς ὲν αὑτῷ, σὺν αὐτῇ χορευούσας: οὗ δὴ εἵνεκα ψήφῳ κοινῇ τὴν προεδρίαν ἐδέξατο. Ἀλλ̓ ὅμως οὐδὲ αἱ τῆς πολιτείας ἀκτῖνες κατῄδεσαν τὸν τῆς ἀληθείας πολέμιον.

Ἀλλὰ τοῦτον μὲν εἰς τὴν Ἀραβίαν ἐξέπεμψεν: εἰς δὲ τὴν Ἀρμενίαν τὸν θεῖον Μελέτιον, εἰς δέ γε τὴν Θρᾴκην Εὐσέβιον, τὸν ἀποστολικοῖς ἱδρῶσι περιῤῥεόμενον. Οὗτος γὰρ πολλὰς τῶν Ἐκκλησιῶν ἐρήμους εἶναι ποιμένων μαθὼν, στρατιωτικὸν ἀμπεχόμενος σχῆμα, καὶ τιάρᾳ καλύπτων τὴν κεφαλὴν. τὴν Συρίαν περιῄει, καὶ τὴν Φοινίκην, καὶ τὴν Παλαιστίνην, πρεσβυτέρους δὲ χειροτονῶν, καὶ διακόνους, καὶ τἄλλα τῆς Ἐκκλησίας τάγματα ἀνεπλήρου εἰ δέ ποτε καὶ ἐπισκόπων ὁμογνωμόνων ἐπέτυχε, καὶ προέδρους ταῖς δεομέναις ἐκκλησίαις προὐβάλλετο.

Περὶ Εὐσεβίου ἐπισκόπου Σαμοσάτων, καὶ λοιπῶν.

Ὁπόσην δὲ ἀνδρείαν καὶ σοφίαν ἐπεδείξατο, βασιλικὸν δεξάμενος νόμον, ὃς ἐκέλευσεν αὐτὸν τὴν Θρᾴκην καταλαβεῖν, ἀναγκαῖον οἶμαι τοὺς ἀγνοοῦντας μαθεῖν.

Ἀφίκετο μὲν γὰρ ὁ τοῦτον κομίζων τὸν νόμον περὶ δείλην ὀψίαν: ὁ δὲ αὐτῷ σιγῆσαι παρηγγύησε, καὶ κρυψαι τῆς ἀφίξεως τὴν αἰτίαν. Εἰ γὰρ μάθοι, ἔφη, τὸ πλῆθος ζήλῳ θείῳ συντεθραμμένον, σὲ μὲν καταποντιοῦσιν, ἐγὼ δὲ τὰς ὑπὲρ τῆς σῆς τελευτῆς εἰσπραχθήσομαι δίκας. Ταῦτα εἰπὼν, καὶ

1149
τὴν ἑσπερινὴν λειτουργίαν συνήθως ἐπιτελέσας, περὶ αὐτὰς τοῦ ὕπνου τὰς εἰσβολὰς, ἐνὶ θαῤῥήσας τῶν οἰκετῶν, μόνος ἐξελήλυθεν ὁ πρεσβύτης βαδίζων, εἵπετο δὲ ὁ θεράπων, προσκεφάλαιον μόνον καὶ βιβλίον κομίζων. Καταλαβὼν δὲ τοῦ ποταμοῦ τὴν ʽ??ʼχθην ʽπαῤ αὐτοὺς γὰρ τοῦ ἄστεως τοὺς περιβόλους ὁ Εὐφράτης ἔχει τὸν πόρον̓, ἐπέβη τε πορθμείου καὶ τοῖς ἐρέταις ἐλαύνειν ἐπὶ τὸ Ζεῦγμα παρηγγύησε.

Ἡμέρας δὲ γενομένης, ὁ μὲν τὸ Ζεῦγμα κατέλαβεν, τὰ δὲ Σαμόσατα ὀδυρμῶν ἦν καὶ θρήνων μεστά. Τοῦ γὰρ οἰκέτου ἐκείνου τοῖς γνωρίμοις τὰ προστεταγμένα μηνύσαντος, καὶ τίνας μὲν αὐτῷ συνεκδημῆσαι προσήκει, ποίας δὲ βίβλους κομίσαι, ὠλοφύροντο μὲν ἅπαντες τοῦ ποιμένος τὴν στέρησιν, πλήρης δὲ ὁ τοῦ ποταμοῦ πόρος τῶν πλεόντων ἐγένετο. Ἐπειδὴ δὲ ἀφίκοντο, καὶ τὸν ποθούμενον εἶδον ποιμένα, ὀδυρόμενοι μὲν καὶ στένοντες, καὶ πηγὰς δακρύων προχέοντες, πείθειν ἐπειρῶντο μένειν, καὶ μὴ προέσθαι τοῖς λύκοις τὰ πρόβατα. Ἐπειδὴ δὲ οὐκ ἔπεισαν, ἤκουσαν δὲ αὐτοῦ τὸν ἀποστολικὸν ἀναγινώσκοντος νόμον, ὅς διαγορεύει σαφῶς, ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, οἱ μὲν αὐτῷ χρυσίον προσήνεγκαν, οἱ δὲ ἄργυρον, οἱ δὲ ἐσθῆτα. ἕτεροι δὲ οἰκέτας, ὡς εἰς ξένην καὶ πόῤῥω κειμένην ἀπαίροντι γῆν. Ὁ δὲ σμικρά τινα παρὰ τῶν γνωριμωτέρων λαβὼν, καὶ διδασκαλίαις ἅπαντας καὶ προσευχαῖς καθοπλίσας, καὶ τῶν ἀποστολικῶν ὑπερμαχεῖν δογμάτων παρεγγυήσας, ἐπὶ τὸν Ἴστρον ἀπῆρεν: οἱ δὲ τὸ σφέτερον ἄστυ καταλαβόντες, ἀλλήλους παραθήξαντες, προσέμενον τῶν λύκων τὰς προσβολάς.

Διηγήσομαι δὲ καὶ τῆς τούτων πίστεως τὸ θερμόν τε καὶ ἀκραιφνὲς, ἀδικεῖν νομίζων εἰ μὴ διὰ τῆς ονγγραφῆς ἀείμνηστος γένοιτο. Ἐπειδὴ γὰρ οἱ τῆς Ἀρείου συμμορίας, τοῦ πάντα ἀρίστου ποιμένος τὴν ποίμνην γυμνώσαντες, ἕτερον ἀντ̓ ἐκείνου προὐβάλοντο πρόεδρον, οὐδεὶς τῶν τὴν πόλιν οἰκούντων, οὐ πενίᾳ συζῶν, οὐ πλούτῳ λάμπων, οὐκ οἰκέτης, οὐ χειροτέχνης, οὐ γηπόνος, οὐ φυτοκόμος, οὐκ ἀνὴρ, οὐ γυνὴ, οὐ νέος, οὐ πρεσβύτης, εἰς ἐκκλησιαστικὸν συνήθως ἀφίκετο σύλλογον: μόνος δὲ διῆγεν ἐκεῖνος, οὐδενὸς αὐτὸν οὔτε ʽ??ʼρῶντος, οὕτε λόγου μεταδιδόντος. Καίτοι φασὶν αὐτὸν ἐπιεικείᾳ σονεζηκέναι πολλῇ. Ἐρῶ δὲ καὶ τούτου τεκμήριον. Ἐπειδὴ γὰρ λούσασθαι βουληθέντος, οἱ οἰκέται τοῦ βαλανείου τὰς θύρας ἔκλεισαν. τοὺς εἰσελθεῖν βουλομένους κωλύοντες, πλῆθος πρὸ τῶν θυρῶν θεασάμενος, ἀναπέτασθαι ταύτας ἐκέλευσε, καὶ ἀδεῶς τοῦ λουτροῦ κοινωνεῖν προσέταξε.

Ταυτὸ δὲ τοῦτο καὶ ἔνδον ἐν τοῖς θόλοις πεποίηκε. Λουομένῳ γὰρ αὐτῷ παρεστηκότας ἰδὼν, συμμετασχεῖν τῶν θερμῶν ὑδάτων ἐπέτρεψεν:

1152
οἱ δὲ σιγῶντες εἱστήκεισαν. Ὁ δὲ τιμὴν τὴν στάσιν ὑπολαβὼν, θᾶττον ἀναστὰς ἐξελήλυθεν.

Οἱ δὲ, τοῦ τῆς αἱρέσεως ἄγους καὶ τὸ ὕδωρ μετεσχηκέναι νομίσαντες, ἐκεῖνο μὲν τοῖς ὑπονόμοις παρέπεμψαν, ἕτερον δὲ αὐτοῖς κερασθῆναι προσέταξαν. Τοῦτο μαθὼν ἐκεῖνος ᾤχετο τὴν πόλιν καταλιπὼν, πόλιν οἰκεῖν ἀπεχθανομένην, καὶ κοινὴν δυσμένειαν ἔχουσαν, ἀβέλτερον εἶναι νομίσας καὶ λίαν ἀνόητον.

Τοῦ δὲ Εὐνομίου τὰ Σαμόσατα καταλιπόντος ʽοὕτω γὰρ ὠνομάζετὀ, Λούκιον αὐτοῖς ἀντ̓ ἐκείνου προὐβάλοντο, προφανῆ λύκον, καὶ τῶν προβάτων ἐπίβουλον. Ἀλλὰ καὶ ποιμένος ἔρημα ʽ??ʼντα τὰ πρόβατα, τὰ ποιμένων εἰργάζοντο: διετέλεσαν γὰρ τὴν ἀποστολικὴν διδασκαλίαν φυλάττοντες ἄσυλον.

Ὅπως δὲ καὶ τοῦτον ἅπαντες ἐμυσάττοντο, ἕτερον διδάξει διήγημα. Μειράκια γὰρ δὴ κατὰ τὴν ἀγορὰν σφαῖραν ἀλλήλοις ἀντέπεμπον, τερπόμενα τῇ παιδιᾷ. Τούτου δὲ παριόντος, συνέβη τὴν σφαῖραν ἐκπεσοῦσαν διὰ τῶν τοῦ ὄνου διαβῆναι ποδῶν. Οἱ δὲ ἀνωλόλυξαν, ἀναπλησθῆναι μύσους τὴν σφαῖραν ὑπειληφότες. Ὁ δὲ συνεὶς ἐκέλευσεν ἑνὶ τῶν ἑπομένων προσμεῖναι, καὶ γνῶναι τὸ δρώμενον. Οἱ δὲ παῖδες πῦρ ἀνάψαντες, καὶ τὴν σφαῖραν διὰ τῆς φλογὸς ἀκοντίσαντες, οὕτω καθαίρειν ὑπέλαβον.

Καὶ οἶδα μὲν, ὡς μειρακιῶδες τοῦτο, καὶ τῆς παλαιᾶς λείψανον συνηθείας: ἱκανὸν δὲ ὅμως τεκμηριῶσαι τὸ μῖσος ὁπόσον εἶχεν ἡ πόλις ἐκείνη περὶ τὴν Ἀρείου συμμορίαν. Ὁ μέντοι Λούκιος, οὐκ ἐζήλωσε τὴν Εὐνομίου πραότητα: ἀλλὰ πολλοὺς μὲν καὶ ἅλλους τῶν ἱερωμένων ἐξοστρακίσαι τοὺς ἄρχοντας ἔπεισε: τοὺς δέ γε διαφερόντως τῶν θείων ὑπερμαχοῦντας δογμάτων, εἰς αὐτὰ ἐξέπεμψε τῆς Ῥωμαίων ἡγεμονίας τὰ τέρματα: Εὐόλκιον μὲν διακονίας ἠξιωμένον εἰς Ὄασιν, εἰς τὸ ἔρημον πολύδριον: Ἀντίοχον δὲ, καὶ τῆς Εὐσεβίου τοῦ μεγάλου συγγενείας κοσμούμενον ʽἀδελφιδοῦς γὰρ αὐτοῦ ἐτύγχανεν ʽ??ʼν̓, καὶ πολλοῖς οἰκείοις κατορθώμασι λαμπρυνόμενον, καὶ μὲν δὴ καὶ ἱερωσύνης ἠξιωμένον, εῖς τινα τῆς Ἀρμενίας ἐσχατιάν. Ὅπως δὲ οὗτος τῶν θείων ὑπερήθλει δογμάτων, τὰ μετὰ ταῦτα δηλώσει. Ἐπειδὴ γὰρ ὁ θεῖος Εὐσέβιος, μετὰ τοὺς πολλοὺς ἀγῶνας, καὶ τὰς ἰσαρίθμους νίκας, καὶ τὸ τῶν μαρτύρων ἐδέξατο τέλος, συνῆλθε μὲν συνήθως τοῦ ἔθνους ἡ σύνοδος, ἀφίκετο δὲ καὶ Ἰοβῖνος τῆς Πέῤῥης τηνικαῦτα ἐπίσκοπος ὥν: ὀλίγον δέ τινα χρόνον οὗτος τῆς τῶν Ἀρειανιζόντων ἠνέσχετο κοινωνίας. Πάντων δὴ οὖν τὸν Ἀντίοχον

1153
ψηφισαμένων τοῦ θείου διάδοχον, καὶ παρὰ τὴν ἱερὰν τράπεζαν ἀγαγόντων τε καὶ κλῖναι βιασαμένων τὰ γόνατα, ἐπειδὴ στραφεὶς εἶδε τὸν Ἰοβῖνον τὴν δεξιὰν ἐπιθέντα τῇ κεφαλῇ. ἀπεσείσατό τε τὴν χεῖρα, καὶ τῶν χειροτονούντων ἀποκριθῆναι προσέταξε, λέγων μὴ ἀνέχεσθαι δεξιᾶς δεξαμένης διὰ βλασφημίας τελεσθέντα μυστήρια. Ἀλλὰ ταῦτα μὲν οὐ μετὰ πολὺν τὸν χρόνον ἐγένετο. Τότε δὲ εἰς τὴν Ἀρμενίαν τὴν ἐνδοτέραν ἀπήχθη. Ὁ δὲ θεῖος Εὐσέβιος παρὰ τὸν Ἴστρον διῆγε, τῶν Γότθων τὴν Θρᾴκην ληῖζομένων, καὶ τὰς πόλεις πολιορκούντων, ὡς τὰ παῤ ἐκείνου γραφέντα δηλοῖ.

Περὶ τοῦ ἁγίου Βάρσου: καὶ περὶ τῆς ἐξορίας τοῦ ἐπισκόπου Ἐδέσης, καὶ τῶν σὺν αὐτῷ.

Βάρσην δὲ, οὖ καὶ νῦν πολὺ τὸ κλέος, οὐκ ἐν Ἐδέσῃ μόνον ἢν ἴθυνε, καὶ ταῖς ταύτης πλησιοχώροις πόλεσιν, ἀλλὰ καὶ ἐν Φοινίκῃ, καὶ ἐν Αἰγύπτῳ, καὶ Θηβαῒδι ʽταῦτα γὰρ πάντα διελήλυθε τὰ ἔθνη διὰ τὴν τῆς ἀρετῆς περιφερόμενος λαμπηδόνἀ, πρῶτον μὲν αὐτὸν ὁ Βάλης Ἄραδον οἰκεῖν τὴν νῆσον προσέταξεν. Ἐπειδὴ δὲ ἔγνω μυρία πάντοθεν πρὸς αὐτὸν συῤῥέοντα πλήθη ʽἀποστολικῆς γὰρ χάριτος ἀνάπλεως ὢν, λόγῳ τὰς νόσους ἐξήλαυνεν̓, εἰς Ὀξύρυγχον αὐτὸν τὴν Αἰγυπτίαν ἐξέπεμψε πόλιν. Ὡς δὲ κἀκεῖ τὸ τούτου κλέος συνήγειρεν ἅπαντας, εἰς φρούριον ἔσχατον, τοῖς ἐκεῖ βαρβάροις γειτονεῦον ʽΦηνὼ δὲ τούτῳ ὄνομἀ, ὁ τῶν οὐρανῶν ἄξιος ἀπήχθη πρεσβύτης. Ἐν δὲ τῇ Ἀράδῳ φασὶ, τὴν ἐκείνου μέχρι καὶ τήμερον μεμενηκέναι κλίνην, πλείστης ἠξιωμένην τιμῆς. Πολλοὶ γὰρ τῶν ἀῤῥωστούντων ἐπ̓ ἐκείνης κατακλινόμενοι, τὴν ὑγείαν διὰ τῆς πίστεως δρέπονται.

Περὶ τοῦ ἐν Ἐδέσῃ γενομένου διωγμοῦ. καὶ περὶ Εὐλογίου καὶ Πρωτογένους Ἐδεσηνῶν κρεσβυτέρων.

Πάλιν τοίνυν ὁ Βάλης, τὴν ποίμνην τοῦ ποιμένος γυμνώσας, λύκον ἀντὶ ποιμένος ἐπέστησεν. Ἐπειδὴ δὲ ἅπαντες, τὴν πόλιν καταλιπόντες, πρὸ τοῦ ἄστεος συνηθροίζοντο, ἀφίκετο μὲν αὐτὸς εἰς τὴν Ἔδεσαν: τῷ δὲ ὑπάρχῳ προσέταξε, ʽΜόδεστος δὲ τηνικαῦτα ἦν̓, τούς τε ὑπ̓ αὐτὸν στρατιώτας ἀθροῖσαι, οἳ τὰς εἰσφορὰς πράττειν εἰώθασι, καὶ τῆς ὁπλιτικῆς δυνάμεως τοὺς παρόντας παραλαβεῖν, καὶ τὸ συναθροιζόμενον σκεδάσαι πλῆθος, καὶ ῥάβδοις παίοντας, καὶ ῥοπάλοις, καὶ τοῖς ἄλλοις πολεμικοῖς ὀργάνοις, εἰ δεήσοι, χρωμένους.

Ὑπὸ τὴν ἕω τοίνυν ὁ ὕπαρχος τὸ κελευόμενον ἕδρα: διιὼν δὲ τὴν ἀγορὰν, εἶδε γύναιον βρέφος

1156
ταῖν χεροῖν φέρον, καὶ μάλα γε ἐπειγόμενον. Καὶ γὰρ τὴν τῶν ἡγουμένων διέκοψε τάξιν, πάντων ἐκείνων καταφρονήσασα. Ψυχὴ γὰρ ὑπὸ θείου ζήλου πυρπολουμένη οὐδὲν ʽ??ʼνθρώπτνον εἰσδέχεται δέος, ἀλλὰ τὰ τοιαῦτα δείματα γέλωτα νομίζει καὶ παίγνιον.

Τότε δὴ ταύτην ὁ ὕπαρχος θεασάμενος, καὶ συνεὶς τὸ γινόμενον, ἤγαγέ τε, καὶ ἤρετο ποῖ βαδίζει. Ἡ δὲ, Μεμάθηκα, ἔφη, τὰς κατὰ τῶν θείων θεραπόντων τυρευθείσας ἐπιβουλὰς, καὶ θέλω τοὺς ὁμοπίστους καταλαβεῖν, ἱμειρομένη ἵνα σὺν ἐκείνοις δέξωμαι τὰς ὑφ̓ ὑμῶν ἐπιφερομένας σφαγάς.— Τὸ δὲ βρέφος, ἔφη ὁ ὕπαρχος, τί δή ποτε φέρεις; Ἡ δὲ ἔφη: ʽ?ʽ?ʼνα τοῦτό μοι τῆς ἀξιεράστου τελευτῆς κοινωνήσῃ. Ταῦτα ὁ ὕπαρχος παρὰ τῆς ἀνθρώπου μαθὼν, καὶ διὰ ταύτης τὴν ἁπάντων ἐγνωκὼς προθυμίαν, ἀπήγγειλέ τε τῷ βασιλεῖ, καὶ τὸν ἐσόμενον μάτην ἐδήλωσε φόνον. Δύσκλειαν γὰρ, ἔφη, μόνον ἐκ τοῦ δρωμένου δρεψόμεθα, ἐκείνων δὲ τὴν προθυμίαν οὐ σβέσομεν. Ἀλλὰ ταῦτα εἰπὼν, τὸ μὲν πλῆθος πεῖραν τῶν προσδοκηθέντων οὐκ εἴασε λυπηρῶν λαβεῖν: τοὺς δὲ τούτων ἡγουμένους, πρεσβυτέρους φημὶ καὶ διακόνους, ἀγεγἑ??ʼν τε προσετάχθη, καὶ δυοῖν θάτερον, ἢ πείσαι κοινωνῆσαι τῷ λύκῳ, ἢ τοῦ ἄστεος ἐξελάσαι, καὶ ἑ??ʼς τινας ἐσχατιὰς παραπέμψαι. Ἐπειδὴ δὲ συνήθροισεν ἅπαντας, ἠπίοις χρώμενος λόγοις πείθειν ἐπειρᾶτο ταῖς βασιλέως νομοθεσίαις ἀκολουθεῖν. Παραπληξίας γὰρ ἔλεγεν εἶναι μεστὸν, τῷ βασιλεῖ τηλικούτων καὶ τοσούτων ἡγουμένῳ εὐαριθμήτους ἀντιτείνειν ἀνθρώπους.

Ἐπειδὴ δὲ σιγῶντες εἰστήκεισαν ἅπαντες, πρὸς τὸν τούτων ἡγούμενον ʽΕὐλόγιος δὲ ἦν, ἀνὴρ ἀξιάγαστοσ̓, εἶπεν ὁ ὕπαρχος: Τί δή ποτε οὐκ ἀποκρίνῃ πρὸς τὰ παῤ ἡμῶν εἰρημένα; Ὁ δὲ, Οὐκ ᾠήθην, ἔφη, χρῆναι μηδὲν ἐρωτηθεὶς ἀποκρίνασθαι. — Καὶ μὴν, ὁ ὕπαρχος ἔφη, πολλοὺς διεξελήλυθα λόγους παραινῶν ὑμῖν τὰ συνοίσοντα. Ὁ δὲ Εὐλόγιος ἔφη πρὸς ἅπαντας ἐκεῖνα εἰρῆσθαι, καὶ ἄτοπον ὑπειληφέναι τοὺς ἅλλους παρωσάμενον ἀποκρίνασθαι. Εἰ δὲ ἐμὲ μόνον ἔροιο, τὴν γνώμην τὴν ἐμαυτοῦ δηλώσω. — Τοιγάρτοι, ἔφη ὁ ὕπαρχος, κοινώνησον τῷ βασιλεῖ. Ὁ δὲ εἰρωνικῶς καὶ μάλα χαριέντως προσφέρει: Μὴ γὰρ, ἔφη, καὶ μετὰ τῆς βασιλείας καὶ τῆς ἱερωσύνης μετέλαχεν; Ὁ δὲ ὕπαρχος τῆς εἰρωνείας αἰσθόμενος ἐχαλέπηνε, καὶ λοιδορίαις κατὰ τοῦ πρεσβύτου χρησάμενος, καὶ ταῦτα προστέθεικεν: Οὐ τοῦτο εἶπον, ἐμβρόντητε, ἀλλ̓ οἷς κοινωνεῖ βασιλεὺς, τούτων κοινωνῆσαι ὑμῖν παρῄνεσα. Ἐπειδή δὲ εἶπεν ὁ πρεσβύτης καὶ ποιμένα ἔχειν, καὶ τοῖς ἐκείνου νεύμασιν ἕπεσθαι, ὀγδοήκοντα κατὰ ταυτὸν συλλαβὼν, εἰς τὴν Θρᾴκην ἐξέπεμψεν. Ἀπαγόμενοι δὲ θεραπείας

1157
ἀπήλαυον ὅτι μάλιστα πλείστης: καὶ πόλεις γὰρ ὑπήντων καὶ κῶμαι, γεραίρουσαι τοὺς νικηφόρους ἀγωνιστάς. Ἀλλ̓ ὁ φθόνος τοὺς ἀντιπάλους ὁπλίσας, φάναι τῷ βασιλεῖ παρεσκεύασεν, ὡς τιμὴν παμπόλλην τοῖς ἀνδράσιν ἐκείνοις ἡ νομισθεῖσα προὐξένησεν ἀτιμία. Ταῦτα μαθὼν ὁ Βάλης, ἀνὰ δύο διαιρεθῆναι προσέταξε, καὶ τοὺς μὲν εἰς τὴν Θρᾴκην, τοὺς δὲ εἰς τὰς τῆς Ἀραβίας ἐσχατιὰς, ἅλλους δὲ εἰς τὰς τῆς Θηβαΐδος διασπαρῆναι πολίχνας. Φασὶ δὲ, καὶ ὁ??ʼς ἡ φύσις συνέζευξε, διαζεῦξαι τοὺς ὠμοτάτους, καὶ ἀδελφοὺς ὄντας ἀπ̓ ἀλλήλων χωρίσαι. Εὐλόγιον δὲ, τὸν τῶν ἄλλων ἡγούμενον, καὶ Πρωτογένην τὸν μετ̓ ἐκεῖνον, εἰς Ἀντινὼ τὴν Θηβαίων ἐξέπεμψεν.

Ἐγὼ δὲ οὐδὲ τὴν τούτων ἀρετὴν παραδώσω τῇ λήθῃ.

Ἐπειδὴ γὰρ ὀμογνώμονα τὸν τῆς πόλεως εὑρόντες ἐπίσκοπον, τῶν ἐκκλησιαστικῶν ἐκοινώνουν συλλόγων, μάλα δὲ ὀλίγους εἶδον ἀθροιζομένους, καὶ πυθόμενοι ἔγνωσαν Ἕλληνας εἶναι τοὺς τὴν πόλιν οἰκοῦντας, ἤλγησαν μὲν, ὡς εἰκὸς, καὶ τὴν ἀπιστίαν ἐθρήνησαν. Οὐ μὴν ἀποχρῆναι ἐνόμισαν τὸ θρηνεῖν, ἀλλ̓ εἰς δύναμιν τῆς τούτων ἰατρείας ἐπεμελήθησαν.

Ὁ μὲν γὰρ θεῖος Εὐλόγιος, ἐν οἰκίσκῳ καθειργμένος, πανημέριον καὶ παννύχιον τὸν τῶν ὅλων ἠντ̔??ʼβόλει Θεόν. Πρωτογένης δὲ ὁ ἀξιάγαστος, τὰ ἐκ νόμου γράμματα πεπαιδευμένος, καὶ γράφειν εἰς τάχος ἠσκημένος, τόπον εὑρὼν ἐπιτήδειον, καὶ τοῦτον διδασκαλεῖον καὶ παιδευτήριον ἀποφήνας, μειρακίων κατέστη διδάσκαλος, καὶ κατὰ ταυτὸν γράφειν τε εἰς τάχος ἐδίδασκε, καὶ τὰ θεῖα ἐξεπαίδευε λόγια. Δαυῖτικάς τε γὰρ αὐτοῖς ὑπηγόρευσε μελῳδίας, καὶ τῆς ἀποστολικῆς διδασκαλίας ἐκμανθάνειν τὰ πρόσφορα παρεσκεύαζεν. Ἑνὸς δὲ τῶν μειρακίων νόσῳ περιπεσόντος, ἀφίκετό τε εἰς τὴν οἰκίαν, καὶ τῆς δεξιᾶς τοῦ νοσοῦντος ἁψάμενος, προσευχῇ τὴν νόσον ἐξήλασε. Τοῦτο μεμαθηκότες οἱ τῶν ἄλλων παιδίων πατέρες, ἦγόν τε αὐτὸν εἰς τὰς οἰκείας, καὶ τοῖς ἀῤῥωστοῦσιν ἐπικουρεῖν ἠντιβόλουν. Ὁ δὲ οὐ πρότερον ἔφη τὸν Θεὸν ἱκετεῦσαι ἵνα ἀπελάσῃ τὴν νόσον, πρὶν ἀξιωθῆναι τὸν ἄῤῥωστον τῆς τοῦ βαπτίσματος δωρεᾶς. Οἱ δὲ προθύμως ὑπήκουον: κατήπειγε γὰρ ὁ τῆς ὑγείας πόθος, καὶ κατὰ ταυτὸν ψυχῆς τε καὶ σώματος τὴν ὑγείαν ἐδρέποντο. Εἰ δὲ ποτέ τινα τῶν ἐῤῥωμένων ἔπεισε τῆς θείας μεταλαχεῖν χάριτος, ἀπῆγε τοῦτον πρὸς τὸν Εὐλόγιον, καὶ πατάσσων τὴν θύραν ἀνοῖξαι παρεκάλει, καὶ τὴν Δεσποτικὴν ἐπιθεῖναι τῷ θηρευθέντι σφραγῖδα. Ἐκείνου δὲ δυσχεραίνοντος, ὡς διακοπτομένης τῆς προσευχῆς, οὗτος

1160
ἔλεγεν ἀναγκαιοτέραν εἶναι τῶν πλανωμένων τὴν σωτηρίαν. Ἐθαύμαζον δὲ ἄπαντες τὸν Πρωτογένην θεώμεναι, τοιαῦτα μὲν θαυματουργοῦντα, τοσούτοις δὲ τοῦ τῆς θεογνωσίας μεταδιδόντα φωτὸς, καὶ τῷ Εὐλογίῳ τῶν πρωτείων παραχωροῦντα, καὶ τοὺς ἀγρευομένους ἐκείνῳ προσάγοντα. Ἐτόπαζον δὴ οὖν εἰκότως, πολλῷ πλείονα εἶναι τὴν ἐκείνου καὶ ὑπερτέραν ἀρετήν. Ἐπειδὴ δὲ τοῦ κλύδωνος παυσαμένου, καὶ καθαρᾶς γενομένης γαλήνης, ἐπανελθεῖν προσετάχθησαν, προὔπεμψαν αὐτοὺς ἅπαντες ὀλοφυρόμενοι καὶ δακρύοντες, οὐχ ἥκιστα δὲ ὁ τῆς Ἐκκλησίας ἡγούμενος, τῆς ἐκείνων γεωργίας ἐστερημένος.

Ἐπειδὴ δὲ τὴν ἐνεγκοῦσαν κατέλαβον. ὁ μὲν θεῖος Εὐλόγιος, Βάρσου τοῦ μεγάλου μεταστάντος εἰς τὸν ἄλυπον βίον, τῆς ὐπ̓ ἐκείνου κυβερνωμένης Ἐκκλησίας ἐπιστεύθη τοὺς οἴακας: ὁ δὲ ἀξιάγαστος Πρωτογένης γεωργεῖν προσετάχθη τὰς Κάρας, πόλιν κεχερσωμένην, καὶ ἀκανθῶν Ἑλληνικῶν πεπληρωμένην, καὶ πολλῆς δεομένην φιλοπονίας. Ταῦτα μὲν οὖν μετὰ τὴν τῶν Ἐκκλησιῶν εἰρήνην ἐγένοντο

Περὶ τοῦ ἁγίου Βασιλείου τοῦ Καισαρείας ἐπισκόπου, καὶ τῶν κατ̓ αὐτοῦ γεγενημένων ὑπὸ Οὐάλεντος καὶ Μοδέστου ὑπάρχου.

Ὁ δὲ Βάλης πᾶσαν, ὡς ἔπος εἰπεῖν, Ἐκκλησίαν τοῦ ποιμένος ἐστέρησε, καὶ εἰς τὴν Καισάρειαν ὥρμησεν, ἦς οἰκήτορες Καππαδόκαι: ἡγεῖτο δὲ ταύτης τηνικαῦτα Βασίλειος ὁ μέγας, ὁ τῆς οἰκουμένης φωστήρ. Προὔπεμψε δὲ τὸν ὕπαρχον, ἐντειλάμενος ἢ πεῖσαι τὸν Βασίλειον τὴν πρὸς Εὐδόξιον ἀσπάσασθαι κοινωνίαν, ἢ μὴ πειθόμενον ἐξελάσαι. Τοῦ γὰρ ἀνδρὸς τὸ κλέος προπεπυσμένος, πρώτῳ προσβαλεῖν οὐκ ἠθέλησεν: ἵνα μὴ γενναίως τὴν προσβολὴν δεξάμενος, καὶ ταύτην ἀποκρουσάμενος, ἀνδρείας τοῖς ἄλλοις ἀρχέτυπον γένηται. Ἀλλὰ ἀράχνης ἱστῷ τὸ ʽ??ʼηχάνημα παραπλήσιον ὤφθη. Ἤρκεσε γὰρ τοῖς ἄλλοις ἀρχιερεῦσιν εἰς ὠφέλειαν τὰ παλαιὰ διηγήματα, καὶ οἷόν τινες πύργοι τὸν τῆς πίστεως περίβολον ἀκλινῆ διετήρησαν. Ὁ μέντοι ὕπαρχος, εἰς τὴν Καισάρειαν ἀφικόμενος, καὶ Βασίλειον τὸν μέγαν μεταπεμψάμενος, τιμῆς τε ἠξίωσε, καὶ λόγοις πρὸς αὐτὸν ἠπίοις ἐχρήσατο, εἶξαί τε τῷ καιρῷ παραινῶν. καὶ μὴ προέσθαι τοσαύτας ἐκκλησίας δἰ ὀλίγην δογμάτων ἀκρίβειαν. Ὑπισχνεῖτο δὲ καὶ τὴν βασιλέως φιλίαν, καὶ τὰς ἐκ ταύτης δἰ αὐτοῦ πολλοῖς ἐσομένας εὐεργεσίας, Ὁ δὲ θεῖος ἐκεῖνος ἀνὴρ μειρακίοις ἔφη τούτους ἁρμόττειν τοὺς λόγους. Ἐκεῖνοί τε γὰρ, καὶ οἱ ἐκείνοις προσόμοιοι, περὶ τὰ τοιαῦτα κεχήνασιν. Οἱ δὲ τοῖς θείοις λόγοις ἐντεθραμμένοι, προέσθαι μὲν τῶν θείων δογμάτων οὐδεμίαν ἀνέχονται συλλαβὴν, ὑπὲρ δὲ τούτων καὶ πάσας, εἰ δέοι, τοῦ θανάτου τὰς ἰδέας ἀσπάζονται. Τὴν δὲ βασιλέως φιλίαν μέγα μὲν ἡγοῦμαι μετ̓ εὐσεβείας, δίχα δὲ ταύτης. ὀλεθρίαν ἀποκαλῶ. Τοῦ δὲ ὑπάρχου χαλεπήναντος. καὶ ἀνοηταίνειν φήσαντος, ὁ θεῖος ἔφη Βασίλειος: Ταύτην ἔχειν εἰς ἀεὶ τὴν ἄνοιαν εὔχομαι.

1161
Ἐπειδὴ δὲ ἐξελθεῖν προσετάχθη, καὶ τὸ πρακτέον βουλεύσασθαι, καὶ τῇ ὑστεραίᾳ δηλῶσαι τὴν γνώμην, συνῆπτο δὲ τοῖς λόγοις καὶ ἀπειλή: φάναι λέγεται ὁ πανεύφημος ἐκεῖνος ἀνήρ: Ἐγὼ μὲν ὁ αὐτός σοι καὶ αὕριον ἤξω, σὺ δὲ μὴ μεταβάλῃς τὴν γνώμην, ἀλλὰ χρῆσαι ταῖς ἀπειλαῖς. Μετὰ τούσδε τοὺς λόγους, ὁ ὕπαρχος ὑπαντήσας τῷ βασιλεῖ, ἀπήγγειλέ τε τὰ εἰρημένα, καὶ τὴν τοῦ ἀνδρὸς ἐδίδαξεν ἀρετὴν, καὶ τὸ τῆς ψυχῆς ἀνδρεῖον καὶ θαῤῥαλέον ἐμήνυσε. Καὶ τότε μὲν σιγήσας ὁ βασιλεὺς εἰσελήλυθεν. Ἐπειδὴ δὲ κατὰ τῆς οἰκίας εἶδε θεηλάτους καταπεμφθείσας πληγὰς ʽὅ τε γὰρ υἱὸς ἀῤῥωστήσας παῤ αὐτὰς ἦν τοῦ θανάτου τὰς πύλας, καὶ τὴν γαμετὴν δὲ διάφορα ἐπολιόρκει παθήματἀ, καὶ τὴν αἰτίαν ἐπέγνω τῶν σκυθρωπῶν: τὸν θεῖον ἄνθρωπον, ὅν κολάσειν ἠπείλησε, ἐλθεῖν εἰς τὴν οἰκίαν ἠντιβόλησεν. Οἱ δὲ στρατηγοὶ τοῖς βασιλικοῖς διηκόνουν προστάγμασι. Τότε μὲν ὁ μέγας Βασίλειος καταλαβὼν τὰ βασίλεια, καὶ τὸν τοῦ βασιλέως υἱὸν παῤ αὐτὴν ὄντα τὴν τελευτὴν θεασάμενος, πρὸς τὴν ζωὴν τοῦτον ὑποστρέψειν ὑπέσχετο, εἰ τοῦ παναγίου διὰ τῶν εὐσεβούντων ἀξιωθείη βαπτίσματος: καὶ ταῦτα εἰπὼν ἐξελήλυθεν. Ὁ δὲ τῶν ὅρκων κατὰ τὸν ἀνόητον μεμνημένος Ἡρώδην, τοῖς συμπαροῦσιν αὐτῷ ἐκ τῆς Ἀρείου συμμορίας βαπτίσαι τὸ παιδίον προσέταξε, τὸ δὲ παραυτίκα τοῦ βίου τὸ τέλος ἐδέξατο. Μεταμεληθεὶς δὲ ὁ Βάλης, καὶ τὴν ἐπιβλαβῆ τῶν ὅρκων ἀλήθειαν λογισάμενος, εἴς τε τὸν θεῖον νεὼν εἰσελήλυθε, καὶ τῆς τοῦ μεγάλου Βασιλείου διδασκαλίας ἀπήλαυσε, καὶ τῷ θυσιαστηρίῳ τὰ εἰωθότα προσενήνοχε δῶρα.

Καὶ εἴσω δὲ αὐτὸν τῶν θείων παραπετασμάτων ἔνθα καθῆστο κελεύσας γενέσθαι, πολλοὺς πρὸς αὐτὸν περὶ τῶν θείων δογμάτων ἐποιήσατο λόγους, καὶ δὴ λέγοντος ἤκουε. Παρῆν δέ τις Δημοσθένης καλούμενος, τῶν βασιλικῶν προμηθούμενος ὄψων, ὅς τῷ διδασκάλῳ τῆς οἰκουμένης ἐπιμεμψάμενος ἐβαρβάρισεν.

Ὁ δὲ θεῖος Βασίλειος μειδιάσας, Ἐθεασάμεθα, ἔφη, καὶ Δημοσθένην ἀγράμματον. Ἐπειδὴ δὲ πλέον ἐκεῖνος δυσχεράνας ἠπείλησε: Σόν ἐστιν, ἔφη ὁ μέγας Βασίλειος, τῆς τῶν ζωμῶν καρυκείας φροντίζειν: δογμάτων γὰρ θείων ἐπαΐειν οὐ δύνασαι, βεβυσμένας ἔχων τὰς ἀκοάς. Ταῦτα μὲν οὖν πρὸς τοῦτον ἔφη. Ὁ δὲ βασιλεὺς οὕτως ἠγάσθη τὸν ἄνδρα, ὡς καὶ χωρία κάλλιστα ὧν εἶχεν αὐτόθι τοῖς ὑπ̓ αὐτοῦ φροντιζομένοις δωρήσασθαι πένησιν, οἴ τὸ σῶμα ἅπαν λελωβημένοι, πλείονος ὅτι μάλιστα θεραπείας προσδέονται. Τὴν μὲν οὗν πρώτην τοῦ Βάλεντος προσβολὴν οὕτως διέφυγεν ὁ μέγας Βασίλειος.

Ἐπειδὴ δὲ πάλιν ἧκεν αὐτὸς, καὶ τῶν προτέρων

1164
ἐπιλελησμένος ʽὑπὸ γὰρ τῶν ἐξαπατώντων ἐπολιορκεῖτο τὴν γνώμην̓, τῆς τῶν ἐναντίων αὐτὸν αὖθις γενέσθαι μοίρας προσέταξεν: εἶτα μὴ πείσας, τὸν περὶ τῆς ἐξορίας γραφῆναι νόμον ἐκέλευσε.

Τοῦτον δὲ τῇ χειρὶ πειραθεὶς βεβαιῶσαι, οὐδὲ μίαν στοιχείου κεραίαν ἐξέτεινεν: ὁ γὰρ κάλαμος συνετρίβη.

Ἐπειδὴ δὲ καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος κάλαμος ταυτὸ πάθος ὑπέμεινε καὶ βεβαιῶσαι τὸν δυσσεβῆ νόμον ἐκεῖνον ἐφιλονείκει: ἐσείσθη μὲν ἡ δεξιὰ, καὶ τρόμον ἐδέξατο: δείματος δὲ πλήρης ἡ ψυχὴ γενομένη, ἀμφοῖν ταῖν χεροῖν τὸν χάρτην διέῤῥηξε, καὶ πέπεικε τῶν ὅλων ὁ Πρύτανις, ὡς καὶ τοὺς ἄλλους αὐτὸς ἐνδέδωκεν ἐκεῖνα παθεῖν, καὶ τοῦτον τῶν ἐπιβουλῶν ἀπέφηνε κρείττονα: διὰ μὲν τῶν περὶ τοῦτον γεγενημένων, τὴν δύναμιν τὴν οἰκείαν δεικνύς: διὰ δὲ τῆς ἑτέρας οἰκονομίας, τῶν ἀρίστων ἀνδρῶν τὴν ἀνδρείαν κηρύττων.

Ἐνταῦθα μὲν οὗν ὁ Βάλης προσβαλὼν τῆς ἐλπίδος ἐψεύσθη.

Περὶ τῆς τοῦ μεγάλου Ἀθανασίου τελευτῆς, καὶ Πέτρου χειροτονίας.

Ἐν Ἀλεξανδρείᾳ δὲ, Ἀθανασίου τοῦ νικηφόρου, μετὰ τοὺς πολλοὺς ἀγῶνας, καὶ τοὺς ἰσαρίθμους στεφάνους, λύσιν τῶν πόνων εἰληφότος, καὶ εἰς τὴν πόνων ἐλευθέραν βιοτὴν μεταστάντος, Πέτρος ἀνὴρ ἄριστος τὴν προεδρίαν ἐδέξατο: πρώτης μὲν τῆς μακαρίας ἐκείνης ψηφισαμένης αὐτὸν κεφαλῆς: πάντων δὲ συμψήφων γεγενημένων, καὶ τῶν ἱερωμένων, καὶ τῶν ἐν τέλει καὶ ἀξιώμασι. Καὶ ὁ λαὸς δὲ ἅπας ταῖς εὐφημίαις ἐδήλου τὴν ἡδονήν. Τῶν γὰρ Ἀθανασίου συμμετέσχεν ἱδρώτων, καὶ ἐνδημοῦντί τε καὶ ἀποδημοῦντι συνῆν, καὶ τοὺς παντοδαποὺς σὺν ἐκείνῳ κινδύνους ὑπέμεινε. Διά τοι τοῦτο καὶ τῶν ἀρχιερέων συνέδραμον οἱ πελάζοντες, καὶ τὰς ἀσκητικὰς καταλιπόντες παλαίστρας οἱ ἐν ἐκείναις διάγοντες, τὸν Ἀθανασίου θρόνον κληρονομῆσαι τὸν Πέτρον ἠξίουν.

Περὶ τῆς ἐκβολῆς Πέτρου, καὶ εἰσαγωγῆς Λουκίου τοῦ Ἀρειανοῦ.

Ἐπειδὴ δὲ τοῖς ἀρχιερατικοῖς αὐτὸν ἐνίδρυσαν θώκοις, εὐθὺς ὁ τοῦ ἔθνους ἡγούμενος, τὸν Ἑλληνικὸν καὶ Ἰουδαῖκὸν ὅμιλον συναθροίσας, τοὺς τῆς Ἐκκλησίας ἐκύκλωσε περιβόλους, ἐξιέναι τῷ Πέτρῳ παρεγγυῶν: καὶ γὰρ ἄκοντα ἐξελάσειν ἠπείλει.

Ἐποίει δὲ ταῦτα, τῷ βασιλεῖ μὲν δῆθεν τὰ θυμήρη πραγματευόμενος, καὶ τοὺς τἀναντία φρονοῦντας ἀναπιμπλὰς συμφορῶν: τῇ δέ γε ἀληθείᾳ, τῆς δυσσεβοῦς ὀργῆς ἐμφορούμενος. Τῆς γὰρ τῶν εἰδώλων θεραπείας ἐξήρτητο, καὶ λαμπροτάτην ὑπελάμβανεν ἑορτὴν τὴν τῆς Ἐκκλησίας ζάλην. Πέτρος μεν οὖν ὁ θαυμάσιος, τὸν ἀδόκητον θεασάμενος πόλεμον, λαθὼν ἐξελήλυθε, καὶ σκάφους ἐπιβὰς, εἰς τὴν Ῥώμην ἀπῆρεν. Ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, Εὐζώῖος ἀπὸ Ἀντιοχείας Λούκιον ἄγων ἀφίκετο. καὶ τὰς ἐκκλησίας

1165
ἐκείνῳ παρέδωκεν. Οὖ τῆς δυσσεβείας καὶ παρανομίας καὶ τὰ Σαμόσατα πεῖραν ἔλαβεν. Τὸ δὲ πλῆθος, ταῖς Ἀθανασίου διδασκαλίαις ἐντεθραμμένον, εἶτα ἐναντίαν τροφὴν θεασάμενον, τῶν ἐκκλησιαστικῶν ἀπέστη συλλόγων.

Ὁ δὲ Λούκιος, δορυφόροις κεχρημένος τοῖς τῶν εἰδώλων θεραπευταῖς, τοὺς μὲν ᾔκιζε, τοὺς δὲ καθεῖργε, τοὺς δὲ δραπετεύειν ἠνάγκαζεν, ἅλλων δὲ βαρβάρων δίκην ἐπόρθει τὰς οἰκίας. Ἀλλὰ ταῦτα ἄμεινον ὁ ἀξιάγαστος Πέτρος ἐν ἐπιστολῇ διηγήσατο.

Ἐγὼ δὲ μίαν ἀνοσιουργίαν τοῦ Λουκίου διηγησάμενος, ἐκείνην ἐνθήσω τῇ συγγραφῇ τὴν ἐπιστολήν: Ἄνδρες ἐν Αἰγύπτῳ, τὴν τῶν ἀγγέλων πολιτείαν ζηλώσαντες, τοὺς μὲν πολιτικοὺς θορύβους ἀπέδρασαν, τὴν ἐν ἐρήμῳ δὲ προείλοντο βιοτὴν, καὶ τὴν ψαμμώδη καὶ ἄκαρπον καρποφόρον ἀπέφηναν, καρπὸν τῷ Θεῷ ἥδιστόν τε καὶ κάλλιστον φέροντες ἥν ἐνομοθέτησαν ἀρετήν. Ταύτης πολλοὶ μὲν ἦρξαν καὶ ἄλλοι τῆς πολιτείας: παιδοτρίβης δὲ ἄριστος τῶν ἀσκητικῶν ἐγένετο συνταγμάτων Ἀντώνιος ἐκεῖνος ὁ πολυύμνητος, ἀρετῆς παλαίστραν τοῖς ἀσκηταῖς ἀποφήνας τὴν ἔρημον. Τοὺς οὖν ἐκείνου θιασώτας ʽαὐτὸς γὰρ μετὰ τῶν μεγίστων καὶ καλλίστων φορτίων εἰς τοὺς ἀπηνέμους λιμένας καθώρμιστὀ ὁ δύστηνος ἐκεῖνος καὶ τρισάθλιος ἐδίωξε. Τοὺς δὲ τῶν θείων ἐκείνων ἡγουμένους χορῶν, Μακάριόν τε τὸν ἀοίδιμον, καὶ τὸν ἐκείνου ὁμώνυμον, καὶ Ἰσίδωρον, καὶ τοὺς ἄλλους ἐκ τῶν σπηλαίων ἐξαγαγὼν, εἵς τινα νῆσον ἐξέπεμψεν, ὑπὸ δυσσεβῶν οἰκουμένην ἀνθρώπων, καὶ μηδένα πώποτε δεξαμένην εὐσεβείας διδάσκαλον. Τοῦ δὲ πορθμείου τῇ γῇ τῆς νήσου πελάσαντος, ὁ δαίμων ὁ παῤ ἐκείνοις τιμώμενος, τὸ ἱδρυμένον καταλιπὼν εἴδωλον, ὅπερ εἶχε παλαιὸν οἰκητήριον, τὴν τοῦ ἱερέως ἐξέμηνε θυγατέρα, καὶ βακχευομένην πρὸς τὴν ἀκτὴν ἐξήγαγεν, εἰς ἤν τὸ πορθμεῖον οἱ ἐρέται προσώρμισαν. Ὀργάνῳ δὲ τῇ γλώσσῃ χρησάμενος τῆς κόρης, ἐβόα διὰ ταύτης, ἅπερ ἐν Φιλίπποις ἡ τὸ πνεῦμα τοῦ Πύθωνος ἔχουσα: ἤκουον δὲ ἅπαντες, καὶ ἄνδρες καὶ γυναῖκες, ἐκείνου τοῦ δαίμονος λέγοντος: ʽ?ʽ?ʼ τῆς ὑμετέρας δυναστείας, ὧ θεράποντες τοῦ Χριστοῦ %5 πανταχόθεν παῤ ὑμῶν ἐληλάμεθα, ἀπὸ πόλεων καὶ κωμῶν, ἀπὸ ὀρῶν καὶ βουνῶν, ἀπὸ τῆς οἰκητόρων ἐστερημένης ἐρήμου: ἠλπίσαμεν ἐν τῷδε τῷ νησυδρίῳ διάγοντες τῶν ὑμετέρων ἀπηλλάχθαι βελῶν. καὶ τῆς ἐλπίδος ἐψεύσθημεν: ἐνταῦθα γὰρ ὑμᾶς ἐξέπεμψαν οἱ διώκοντες, οὐχ ἵνα ὑμᾶς ἀνιάσωσιν, ἀλλ̓ ἵνα ἡμᾶς δἰ ὑμῶν ἐξελάσωσιν.

Ἀφιστάμεθα καὶ τῆς νησῖδος: ταῖς γὰρ τῆς ἀρετῆς ὑμῶν ἀκτῖσι βαλλόμεθα. Ταῦτα λέγοντες, καὶ τὰ τούτοις προσόμοια, εἰς μὲν τὸ ἔδαφος τὴν κόρην κατέβαλον, αὐτοὶ δὲ φροῦδοι πάμπαν ἐγένοντο.

Ὁ δὲ θεῖος ἐκεῖνος χορὸς προσευξάμενος τὴν κόρην ἀνέστησε, καὶ τῷ γεγεννηκότι σωφρονοῦσάν τε καὶ

1168
ἐῤῥωμένην ἀπέδωκεν. Οἱ δὲ τοῦ θαύματος θεαταὶ, πρὸ τῶν ἁγίων ἐκείνων ποδῶν καλινδούμενοι, τῶν τῆς σωτηρίας ἐφοδίων μεταλαχεῖν ἠντιβόλησαν. Καὶ τὸ μὲν τῶν εἰδώλων κατέλυσαν τέμενος: ταῖς δὲ τῆς διδασκαλίας ἀκτῖσι καταυγασθέντες, τῆς τοῦ παναγίου βαπτίσματος ἠξιώθησαν χάριτος. Τούτων ἐν τῷ ἄστει δήλων γεγενημένων, πανδημεὶ συνῆλθον ἅπαντες τῷ Λουκίῳ λοιδορούμενοι, καὶ θεήλατον σφᾶς αὐτοὺς ὀργὴν καταλήψεσθαι λέγοντες, εἰ μὴ τῶν ἁγίων ἐκείνων ὁ θεῖος ἀφεθείη χορός. Οὕτω δείσας ʽ??ʼ Λούκιος τὸν τῆς πόλεως θόρυβον, ἐπανελθεῖν τοῖς θεσπεσίοις ἀνδράσιν ἐπέτρεψεν εἰς τὰ σπήλαια.

Ἱκανὰ μὲν δὴ καὶ ταῦτα δεῖξαι τὴν ἐκείνου βδελυρίαν τε καὶ ἀσέβειαν. Σαφέστερον δὲ τὰς τολμηθείσας διδάξει παρανομίας τοῦ θαυμασίου Πέτρου τὰ γράμματα: Ἐγὼ δὲ τὸ μῆκος φεύγων, τὰ ἐν μέσῳ κείμενα τῆς ἐπιστολῆς ἐνθήσω τῇ συγγραφῇ.

Ἐξ ἐπιστολῆς Πέτρου ἐπισκόπου Ἀλεξανδρείας, διήγησις περὶ τῶν ἐν Ἀλεξανδρεία συμβεβηκότων ἐπὶ Λουκίου τοῦ Ἀρειανοῦ.

Ὁ τοῦ ἔθνους ἡγεμονεύων Παλλάδιος, ἐθνικὸς ὢν τὴν αἵρεσιν, καὶ τῶν εἰδώλων ἀεὶ προκυλινδούμενος, κατὰ Χριστοῦ στρατεύεσθαι πολλάκις μελετήσας, τὰ προειρημένα συναθροίσας πλήθη, ὁρμᾷ κατὰ τῆς Ἐκκλησίας, ὡς βαρβάρους ὑποτάξαι ἐπειγόμενος.

Τότε δὴ, τότε χείριστα γέγονεν. Ἀλλὰ καὶ μόνον ὑπαγορεῦσαι θέλων, τῆς μνήμης ὀδύνην μοι παρεχούσης, ἐπαφῆκα δακρύων ἀμέτρων φοράν: καὶ ἐπὶ πολὺ ἔμεινα ἂν τοῦτο πάσχων, εἰ μὴ θείῳ λογισμῷ λωφῆσαι παρεσκεύασα. Ἐν γὰρ τῇ καλουμένῃ Ἐκκλησίᾳ Θεωνᾶ, ἐπεισελθόντα τὰ πλήθη, ἀντὶ ῥημάτων σεμνῶν, εἰδώλων εὐφημίας ἐπήφιον, ἀντὶ θείων Γραφῶν ἀναγνώσεως, κρότους χειρῶν ἀσέμνους, καὶ κεκλασμένας μετ̓ αἰσχρότητος φωνὰς, κατὰ τῶν τοῦ Χριστοῦ παρθένων ὕβρεις, ἃς ἡ γλῶττα προφέρειν οὐκ ἀνέχεται: αἰσχρὸν γάρ ἐστι καὶ λέγειν. Καὶ γὰρ μόνον τις τῶν εὗ φρονούντων ταύτας ἀκούσας ἔβυσε τὰς ἀκοάς: καὶ μᾶλλον ηὔξατο ἂν γενέσθαι κωφὸς, ἡ αὐτήκοος γενέσθαι τῆς αἰσχρολογίας αὐτῶν. Ἀλλ̓ εἴθε λόγοις ἀρκούμενοι μόνον ἐξημάρτανον, καὶ μὴ πράξει τὴν τῶν λόγων ἐνίκων ἀσέλγειαν. Εὐΰποιστος γὰρ ἡ λοιδορία, κἂν οἱαδηποτοῦν τυγχάνῃ, παῤ οἷς οἰκεῖ Χριστοῦ φρόνησις, καὶ θεῖα διδάγματα.

Αὐτοὶ τοίνυν οὗτοι, ὀργῆς σκεύη τυγχάνοντες κατηρτισμένα εἰς ἀπώλειαν, τὴν ῥῖνα σιμώσαντες, ψόφον ἀσελγῆ διὰ τῶν μυκτήρων μακρὸν, καὶ ἵν̓ οὕτως εἴπω, ὡς ἀπὸ κρουνοῦ προχέοντες, τὴν μὲν ἐσθῆτα διἐῤῥησσον τῶν ἀγίων Χριστοῦ παρθένων, ὧν ἡ ἄσκησις τύπον ἁγίων ἐχαρακτήριζεν: ὡς δ̓ ἡ φύσις ἔχει, γυμνὰς πᾶσαν τὴν πόλιν ἐθριάμβευον, διαπαίζοντες μετὰ ἀσελγείας ὃν τρόπον ἐβούλοντο.

Καὶ ὅλως ὠμὰ καὶ ξένα τὰ γενόμενα. Εἰ γοῦν τις

1169
συμπαθῶς ἐπὶ τούτοις ἐκώλυσε, παραινέσεως χρώμενος λόγοις, τραυματίας ἀπελύετο. Ἀλλὰ φεῦ τῶν συμφορῶν %5 πολλαὶ βιαίως φθορὰν ὑπέστησαν σώματος, πολλαὶ τῶν παρθένων ῥοπάλοις κατὰ κεφαλῆς τυπτόμεναι ἔμενον ἀχανεῖς, οὐκ ἐπιτρεπομένων τῶν σωμάτων οὐδὲ τῇ ὁσίᾳ παραδίδοσθαι. Πολλὰ οὖν μέχρι σήμερον τῶν γονέων ὀδυρομένων οὐχ εὑρίσκεται σώματα. Ἀλλὰ τί τὰ μικρὰ πρὸς τὰ μεγάλα διεξέρχομαι; τί δὲ τούτοις ἐμβραδύνω, καὶ μὴ σφοδρῶς ἐπὶ τὰ κατεπείγοντα βαίων; ἐφ̓ οἷς εὖ οἶδ̓ ὅτι θαυμάσετε, καὶ μενεῖτε ἐπὶ πολὺ σὺν ἡμῖν ἀχανεῖς, ἐξιστάμενοι τῆς φιλανθρωπίας τὸν Κύριον, ὅτι μὴ ἄρδην τὸ ὅλον συνέστειλεν̔??ʼ Ἅ γὰρ κατὰ τὸ γεγραμμένον μήτε γέγονε, μήτε ἠκούσθη ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, ταῦτα ἐπ̓ αὐτοῦ τοῦ θυσιαστηρίου ἐπετέλουν οἱ δυσσεβεῖς.

Ὡς γὰρ ἐν κρηπῖδι σκηνῆς ἀτάκτου, παῖδα τὴν ἄῤῥενα φύσιν ἐξαρνησάμενον, καὶ τὴν γυναικείαν ποθήσαντα, στοιβῇ, κατὰ τὸ γεγραμμένον, τοὺς ὀφθαλμοὺς διαχρισάμενον, καὶ φύκει τὰς ὄψεις ἐρυθήναντα, ὡς τὰ παῤ αὐτοῖς εἴδωλα, θηλυμόρφῳ τῷ σχήματι, ἐπ̓ αὐτοῦ τοῦ ἁγίου θυσιαστηρίου, ἔνθα κάθοδον τοῦ ἁγίου Πνεύματος ἐπικαλούμεθα, εὐκύκλῳ τῇ στροφῇ ὧδε κἀκεῖσε τὼ χεῖρε σχηματιζόμενον, ὀρχεῖσθαι παρεσκεύασαν, πλατὺ μὲν γελῶντες, ἀθέσμους δὲ ἐπαφιέντες φωνάς. Οἱ δὲ πάλιν καὶ τοῦτο πρὸς ἀταξίαν ἡγησάμενοι, καὶ τὰ παρῳχηκότα εὐπρεπῆ μᾶλλον ἤπερ ἄθεσμα λογισάμενοι, ἐξ αὑτῶν ἔνα γνωριμώτατον ἐν αἰσχρότητι, ὁμοῦ τὴν ἐσθῆτα καὶ τὴν αἰδῶ γυμνωσάμενον, ὡς ἡ φύσις ἔχει σχήματος, τῷ τῆς Ἐκκκλησίας ἐπιβιβάσαντες θρόνῳ, δημηγόρον αἰσχρὸν κατὰ Χριστοῦ προσηγόρευσαν.

Ἀντὶ γὰρ θείων ῥημάτων αἰσχρότητα προὐβάλλετο, ἀντὶ σεμνῶν λόγων ἀσέλγειαν, ἀντ̓ εὐσεβείας ἀσέβειαν, ἀντ̓ ἐγκρατείας πορνείαν, μοιχείαν, ἀρσενοκοιτίαν, κλοπὴν, βρῶσιν καὶ πόσιν τῷ βίῳ πρὸς τοῖς ἄλλοις εἰσηγούμενος εἶναι χρήσιμα. Τούτων δὲ οὕτως ἐχόντων, κἀμοῦ τῆς Ἐκκλησίας ὑπαναχωρήσαντος ʽπῶς γὰρ οὐχὶ, ὅπου στρατιωτῶν ἔφοδοι, ὅπου δῆμος πρὸς ἀταξίαν ἀργυρώνητος, ὅπου φιλοτιμίαι χρημάτων, καὶ ἐθνικῶν πλήθη μετὰ μεγίστων ὑποσχέσεων;ʼ, ἡμέτερος δῆθεν ἀποστέλλεται διάδοχος, χρυσίου τὴν ἐπισκοπὴν ὡς ἀξίωμα κοσμικὸν ὠνησάμενος, Λούκιός τις, λύκου τὴν πονηρίαν καὶ τὰς πράξεις ἔχειν ἐσπουδακὼς, οὐκ ἐπισκόπων ὀρθοδόξων συνόδῳ, οὐ ψήφῳ κληρικῶν ἀληθινῶν, οὐκ αἰτήσει λαῶν, ὡς οἱ τῆς Ἐκκλησίας διαγορεύουσι θεσμοί.

1172
Τῷ δὴ τοιούτῳ συνῆσαν ʽἁπλῇ γὰρ εἰσόδῳ τῆς πόλεως ἐπιβαίνειν οὐκ ἠδύνατο, οὐκ ἐπισκόπων τινὲσ̓, οὐ πρεσβυτέρων, οὐ διακόνων, οὐ λαῶν πλήθη: οὐ προῆγον τοῦτον μονάζοντες, ὕμνους ἐκ Γραφῶν ἀναμέλποντες: ἀλλ̓ Εὐζώῖος ἦν, ὁ πρώην μὲν σὺν Ἀρείῳ καθαιρεθεὶς, διάκονος ὣν τῆς καθ̓ ημᾶς Ἀλεξανδρείας, ἐν τῇ κατὰ Νίκαιαν ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, ἄρτι δὲ προστασίᾳ τὴν Ἀντιοχέων λυμαινόμενος.

Καὶ ὁ τῶν κομητατησίων δὲ λαργιτιόνων κόμης, στρατιωτῶν ἐπαγόμενος ἄμετρον πληθὺν, ὁ ὲν πάσῃ ἀσεβείᾳ ἁεὶ γνωριζόμενος, Μάγνος τοὔνομα.

Ὅς ἐν τοῖς Ἰουλιανοῦ καιροῖς τὴν Βηρυτίων ἐκκλησίαν ἐμπρήσας ʽΦοινίκων δ̓ αὕτη πόλις ἐπιφανὴσ̓, ἐπὶ τοῦ τῆς μακαρίας μνήμης Ἰοβιανοῦ χρόνοις, ἐξ οἰκείων ταύτην ἀνορθῶσαι κατηνάγκασται, ὀλίγου καὶ τὴν κεφαλὴν τμηθεὶς, εἰ μὴ φιλανθρωπίας ἐκ πολλῆς περιδρομῆς ἔτυχε βασιλικῆς. Ἀναλογίσασθαι τοίνυν ἐκ τούτου τὸν ὑμέτερον ζῆλον προσήκει, ʽ??ʼν διεγερθῆναι πρὸς ἐκδικίαν τῶν γενομένων παρακαλῶ, οἶα καὶ ἡλίκα τὰ πλημμεληθέντα κατὰ τῆς τοῦ Θεοῖ Ἐκκλησίας, τοιούτου τυράννου τοῦ προειρημένου καθ̓ ἡμῶν ἐπαναστάντος. Ἅμα γὰρ ὁ παρὰ τῆς ὑμετέρας θεοσεβείας, καὶ τῶν ἁπανταχοῦ ὀρθοδόξων ἐπισκόπων, πολλάκις ἀπαγορευθεὶς Λούκιος τῆς πρὸς αὑτὸν ἀπεχθῶς διακειμένης ἐπ̓ εὐλόγοις ταῖς προφάσεσιν ἐπέστη πόλεως. Οὐ γὰρ μόνον, ὡς ὁ δύσφημος ἐν Ψαλμοῖς ἄφρων, λέγει, Οὐκ ἔστι Θεὸς ἀληθινὸς ὁ Χριστὸς, ἀλλὰ καὶ τοῖς ἐπιτηδεύμασι διεφθάρη καὶ διέφθειρε, χαίρων ἐπὶ ταῖς βλασφημίαις, ταῖς κατὰ τοῦ Σωτῆρος πεμπομέναις παρὰ τῶν τῇ κτίσει λατρευόντων παρὰ τὸν κτίσαντα.

Πῶς γὰρ οὐχὶ, ὅπου γε παραπλήσιον Ἕλλησιν ἔχων τὸ φρόνημα, πρόσφατον τολμᾷ ὁ ἀλιτήριος σέβειν Θεόν; Ἐπ̓ ὄψεσι γὰρ αὐτῶν τούτους τοὺς ἐπαίνους ἔπεμπον: Καλῶς ἦλθες, ἐπίσκοπε, Υἱὸν μὴ λέγων: ὁ Σάραπίς σε φιλῶν εἰσήνεγκε: τὸ πάτριον εἰδώλου ἑαυτῶν ὀνομάζοντες. Αὐτίκα γὰρ, ῥοπῆς οὐδὲ μιᾶς παρελθούσης, ὁ προειρημένος Μάγνος, ὁ τῆς ἀσεβείας αὐτοῦ κοινωνὸς ἀδιαίρετος, καὶ δορυφόρος πικρὸς, καὶ σατράπης ὠμότατος, συναθροίσα; καὶ τὰ ὑπὸ τὴν ἑαυτοῦ φροντίδα ἐπανακείμενα πλήθη, πρεσβυτέρους καὶ διακόνους τὸν ἀριθμὸν ἐννεακαίδεκα συλλαβόμενος, ὧν τινες τὸ ὀγδοηκοστὸν ὑπερβεβήκασιν ἔτος, ὡς ἑαλόντας ἐπὶ μυσαρῷ τινι καὶ νόμῳ Ῥωμαίων ἐχθρῷ, δημόσιον ὁρίσας κριτήριον, κατηνάγκαζεν, οὐκ εἰδὼς τοὺς ὑπὲρ ἀρετῆς Χριστιανῶν νόμους, τὴν πατρῴαν παρὰ τῶν ἀποστόλων διὰ τῶν πατέρων ἀποδοθεῖσαν ἡμῖν προδιδόναι πίστιν, ἡδόμενον ἐπὶ τούτῳ καὶ τὸν φιλανθρωπότατον Αὔγουστον Βάλεντα διισχυριζόμενος, Πείσθητε, τάλανες, λέγων μεγάλῃ τῇ βοῇ, τῷ τῶν Ἀρειανῶν

1173
φρονήματι, πείσθητε. Συγγνωμονήσει γὰρ ὑμῖν τὸ Θεῖον, κἂν ἀληθῆ σέβητε θρησκείαν, οὐκ αὐθαιρέτως, ἀλλὰ πρὸς ἀνάγκην τοῦτο πράξασι. Τῇ μὲν γὰρ ἀνάγκῃ ἀπολογία περιλείπεται, τῷ δὲ αὐθαιρέτῳ ἀκολουθεῖ κατηγορία. Διὸ τοιούτους λογισμοὺς πρὸ ὀφθαλμῶν τιθέμενοι, ἥκετε πρόθυμοι, μελλησμὸν ἀποθέμενοι πάντα, τῷ Ἀρείου ὑπογράφοντες δόγματι, ὅ νῦν κηρύττει ʽὀνομαστὶ λέγων̓ Λούκιος, εὖ εἰδότες ὡς πειθαρχοῦντες χρήματα, καὶ πόρους, καὶ γέρα παρὰ βασιλέων ἕξετε: ἀπαναινόμενοι δὲ, εἱῥ??ʼτῆς, καὶ στρεβλώσεων, καὶ βασάνων, καὶ μαστίγων, καὶ δαμαστηρίων πεῖραν λήψεσθε, χρημάτων ὁμοῦ καὶ κτημάτων στερηθέντες, καὶ τῆς πατρίδος μεταναστάντες, εἰς χαλεποὺς οἰκῆσαι τόπους κατακριθήσεσθε. Ἀλλ̓ οὗτος μὲν ὁ γενναῖος, ἀπάτῃ τὴν ἀπειλήν κεράσας, μεταναστῆναι τῆς εὐσεβοῦς τοὺς πάντας καὶ προὐτρέπετο καὶ κατηνάγκαζε γνώμης. Οἱ δὲ πικρότερον βασάνου πάσης τὴν εἰς εὐσέβειαν προδοσίαν ἡγησάμενοι ʽἔχει γὰρ οὕτωσ̓, τοιοῖσδε πρὸς αὐτὸν ἀναγκαζόμενοι ἀπήντησαν ῥήμασιν, ἀρετῇ καὶ γενναίῳ φρονήματι ὁμοῦ τὴν ἀπάτην καὶ τὰς ἀπειλὰς ὑποτάξαντες: Πέπαυσο λοιπὸν, πέπαυσο τούτοις ἡμᾶς ἐκφοβῶν τοῖς ῥήμασιν, ἔπεχε εἰκαῖα προφέρειν ῥήματα. Ἡμεῖς γὰρ οὔτε νέηλυν, οὔτε πρόσφατον σέβομεν Θεόν. Κᾶν ἐπαφρίζῃς κυμαίνων εἰκῆ, καὶ προσρήσσῃς ὡς βίαιος ἄνεμος, τοῖς εὐσεβείας ἄχρι θανάτου ἐμπολιτευόμεθα δόγμασιν, οὐκ ἀδύναμον, οὐκ ἄσοφον, οὐ χωρὶς ἀληθείας πώποτε φρονήσαντες Θεὸν, οὐ ποτὲ μὲν ὄντα πατέρα, ποτὲ δὲ μὴ ὄντα, κατὰ τὸν ἀσεβῆ τοῦτον Ἀρειανὸν, χρονικὸν ἢ πρόσκαιρον δοξάζοντες τὸν Υἱόν. Εἰ γὰρ κτίσμα, κατὰ τοὺς Ἀρειομανίτας, ὁ Υἱὸς, οὐχ ὑπάρχων Πατρὶ ὁμοούσιος, εἰς τὸ μή εἶναι συστήσεται καὶ ὁ Πατὴρ οὐχ ὑφεστῶτος Υἱοῦ, οὐκ ὤν ποτε κατ̓ αὐτοὺς Πατήρ. Εἰ δὲ ἀεὶ Πατήρ ἐστιν, ὑφεστῶτος δηλονότι τοῦ ἐξ αὐτοῦ ἀληθινοῦ καὶ οὐ κατὰ ἀπόῤῥοιαν γεννήματος ʽἀπαθὴς γὰρ ὁ Θεόσ̓: πῶς οὖν οὐκ ἄφρων καὶ μανιώδης ὁ, ἦν ὅτε οὐκ ἦν, φρονῶν τὸν Υἱὸν, δἰ οὗ τὰ πάντα εἰς τὸ εἶναι κατὰ χάριν συνέστη; Οἱ γοῦν ἡμέτεροι κατὰ πᾶσαν τὴν οἰκουμένην Πατέρες, ὧν ἐκπεσόντες οὗτοι εἰκότως ἀπάτορες γεγόνασιν, ἐν Νικαίᾳ συνελθόντες, ἀναθεματίσαντες τὴν Ἀρείου κακοδοξίαν, ἧς ὁ νεώτερος οὗτος νῦν προΐσταται, οὐχ ἑτεροούσιον, ὅ νῦν ἡμᾶς εἰπεῖν καταναγκάζεις, τὸν Υἱὸν εἰρήκασι τοῦ Πατρὸς, ἀλλ̓ ἐκ τῆς αὐτῆς οὐσίας. Ὅ καλῶς μετ̓ εὐσεβοῦς διανοίας νοήσαντες, ἐκ πολλῆς τῶν θείων ῥημάτων συλλογῆς ὁμοούσιον ὡμολόγησαν. Τὰ δή τοιαῦτα καὶ τὰ τούτοις παραπλήσια λέγοντας. καθεῖρξεν ἡμερῶν πολλῶν, οἰόμενος τῆς εὐσεβοῦς μετακινήσειν
1176
γνώμης. Οἱ δὲ μᾶλλον, ὥσπερ ἐν σταδίῳ τῶν ἀθλητῶν οἱ γενναιότατοι, δειλίαν πᾶσαν ἀποσβέσαντες. ἐπαλειφοντες ἑαυτοὺς τοῖς τῶν Πατέρων διὰ θείων λογισμῶν ἀνδραγαθήμασι, γενναιότερον εἶχον περὶ τὴν εὐσέβειαν τὸ φρόνημα, γυμνάσιον ἀρετῆς τὰς στρέβλας ἡγούμενοι. Οὕτω τοἱ??ʼυν ἀγωνιζομένων, καὶ θέατρον, ὡς ὁ μακάριος Παῦλος γράφει, γενομένων καὶ ἀγγέλοις καὶ ἀνθρώποις, ἐπέτρεχεν ἡ πόλις ἅπασα, ἀθλητὰς θεασαμένη Χριστοῦ, καρτερίᾳ τοῦ βασανίζοντος δικαστοῦ νικῶντας τὰς μάστιγας, καὶ τρόπαια δἰ ὑπομονῆς κατὰ ἀσεβείας ἐπαίροντας, καὶ θριάμβους κατὰ Ἀρειανῶν ἐπιδεικνυμένους: οὓς ὑποτάξας ὁ πικρὸς οὗτος πολέμιος, δἰ ἀπειλῶν καὶ βασάνων τοῖς εἰς Χριστὸν ἀσεβοῦσιν ἐκδώσειν ἐνόμιζεν. Ἀποκακήσας τοιγαροῦν ταῖς τῶν βασάνων δἰ ἐπινοίας χαλεπῆς προσβολαῖς, ἀπάντων τῶν λαῶν ὀδυρομένων ποικίλως διὰ πολλὰ τῷ θρήνῳ, ὁ πικρὸς καὶ πάσης ἀποδέων φιλανθρωπίας, τὰ συνήθη πάλιν πρὸς ἀταξίαν συναθροίσας πλήθη, ἐπὶ κρίσιν αὐτοὺς, μᾶλλον δὲ ἕωλον κατάκρισιν καλεῖ, πρὸς τῷ τῆς θαλάσσης λιμένι, πολυωνήτων συνήθως ἐπαφιεμένων κατ̓ αὐτῶν τῶν βοῶν παρὰ τῶν εἰδωλολατρῶν καὶ τῶν Ἰουδαίων. Καὶ μὴ θελησάντων εἶξαι τῇ προφανεῖ αἱρέσει τῶν Ἀρειομανιτῶν, ἀποφαίνεται, τῶν λαῶν πρὸ τοῦ δικαστηρίου πάντων ὀδυρομένων, τῆς Ἀλεξανδρείας μεταναστάντας τὴν Ἡλιούπολιν τῆς Φοινίκης οἰκῆσαι, ἔνθα τῶν ἐνοικούντων οὐδεὶς κἄν ἀκοῦσαι τὸ τοῦ Χριστοῦ ἀνέχεται ὄνομα: εἰδωλικοὶ γὰρ οἱ πάντες.

Παραυτὰ δὴ σκάφους ἐπιβῆναι προστάξας, αὐτὸς ἑστηκὼς ἐπὶ τοῦ λιμένος ʽπλησίον γὰρ ἐν δημοσίῳ λουτρῷ τὴν κατάκρισιν κατ̓ αὐτῶν ὥρισἐ, γυμνὸν ἐπιδεικνύμενος τὸ ξίφος, νομίσας ἐκ τούτου φοβεῖν τοὺς τῇ διστόμῳ μαχαίρᾳ τοὺς πολεμίους δαίμονας πολλάκις κατατρώσαντας. Οὕτω δὴ οὗν ἀποπλεῖν αὐτοὺς κελεύει, οὐκ ἐμβαλλομένους ἐπιτήδεια, οὐ παραμύθιόν τι τὸ σύνολον τῆς ἐξορίας ἔχοντας, καὶ τὸ θαυμάσιον καὶ ἄπιστον, τῆς θαλάσσης ἐπαφριζούσης, καὶ δυσχερῶς οἶμαι διὰ τοῦτο φερούσης. καὶ μὴ βουλομένης, ἵν̓ οὕτως εἴπω, δἰ ὑποδοχῆς τῶν ἀνδρῶν, ἀδίκῳ κοινωνῆσαι κελεύσματι. Ἐνέφαινε γὰρ καὶ τοῖς ἀγνοοῦσι τοῦ κρίναντος τὴν βάρβαρον προαίρεσιν. Ἔστι γοῦν ἀληθῶς εἰπ̔??ʼῖν: Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ. Ἐστέναξε γὰρ ἡ πόλις ἅπασα, καὶ μέχρι δὲ νῦν θρηνεῖ. Καὶ οἱ μὲν ἀλλεπαλλήλῳ τῇ χειρὶ κτύπον ἐκ στηθῶν μακρὸν ἀπέπεμπον: οἱ δὲ τὰς χεῖρας ὁμοῦ καὶ τοὺς ὀφθαλμοὺς εἰς οὐρανοὺς ἀνέτεινον, τὴν βίαν διαμαρτυρόμενοι, μονονουχὶ λέγοντες: Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ. ὅτι παράνομα τὰ γιγνόμενα. Καὶ ὅλως οἰμωγῆς τὸ πᾶν

1177
ἐπεπλήρωτο, καὶ μέλη, καὶ θρῆνος ἦν ἐν πάσῃ τῇ πόλει χορεύων, καὶ ποταμὸς ἐκ δακρύων σχεδὸν καλύπτων πλημμύρᾳ τὴν θάλατταν τοῖς ἅπασιν ἄφνω προσεγένετο. Ὅτε τοίνυν ὁ προειρημένος ἐπὶ τοῦ λιμένος παρὼν, τοῖς ἐρέταις ὑψοῦν τὰ ἱστία προσέταττε, τότε σύμμικτος οἰμωγὴ παρθένων καὶ γυναικῶν, πρεσβυτέρων καὶ νέων, καὶ θρῆνοι προσπεπλεγμένοι δάκρυσιν ὀξέσιν: αἱ τῶν ἁπάντων βοαὶ τῆς ἐπαφριζούσης θαλάσσης τὸν προσρησσόμενον τοῖς κύμασι κτύπον ἐκάλυπτον. Ἀλλ̓ οὗτοι τῶν προειρημένων ἀποπλεόντων εἰς Ἡλιούπολιν, ἔνθα δεισιδαιμονῶν πᾶς, ἔνθα τοῦ διαβόλου τὰ πρὸς ἡδονὴν ἐπιτηδεύματα, ἔνθα θηρίων ἐφέστια φοβερά: ὄρη γὰρ κύκλῳ πανταχόθεν οὐρανῷ προσπελάζοντα: οἱ πάντες λοιπὸν ἐν μέσῃ τῇ πόλει κοινῇ, καὶ ἕκαστος ἰδίᾳ, ὀλοφυρόμενοι καὶ στεναγμῶν ἐπιπέμποντες ῥήματα, οὐδὲ δακρύειν ἐπετρέποντο κελεύσει τοῦ τῆς πόλεως ἐπάρχου Παλλαδίου, δεισιδαιμονεστάτου καὶ αὐτοῦ τυγχάνοντος.

Πολλοὶ γὰρ τῶν κλαιόντων ἁρπαζόμενοι καὶ φυλακιζόμενοι πρότερον, εἶτα αἰκιζόμενοι, ξαινόμενοι, βασανιζόμενοι, τοῖς Φεννησίοις καὶ Προικονησίοις παρεδίδοντο μετάλλοις, ἄνθρωποι τῆς Ἐκκλησίας δἰ ἔνθεον ζῆλον ὑπέρμαχοι. Οἱ πλείους γὰρ ἦσαν μονάζοντες, ἔρημον οἰκοῦντες δἰ ἄσκησιν, μεθ̓ ὧν, εἴκοσι καὶ τριῶν τυγχανόντων, μικρὸν ὕστερον ὁ διάκονος, ὁ παρὰ τοῦ ἀγαπητοῦ ἡμῶν Δαμάσου τοῦ τῆς Ῥώμης ἐπισκόπου κομίσας ἡμῖν ὁμοῦ παρακλητικὰ καὶ κοινωνικὰ γράμματα, ὀπίσω τὼ χεῖρε δεθεὶς, ὑπὸ δημίων δημοσίᾳ ἤγετο, ὥσπερ τις τῶν κακούργων περιβόητος, ὅς φονέων βασάνοις κοινωνήσας, λίθοις καὶ μολιβδ̔??ʼσι κατ̓ αὐτῶν τῶν αὐχένων ἐπὶ πολὺ μαστιζόμενος, ἐπέβαινε σκάφους ἐπὶ θαλάσσης παραπλησίως τοῖς ἄλλοις, τοῦ θείου σταυροῦ ἐπὶ μετώπου τὸ σημεῖον χαρακτηρίσας, οὐ τημελείας, οὐ θεραπείας τυχὼν, τοῖς καταφέννης παρεδόθη μετάλλοις: ἔστι δὲ ταῦτα τοῦ χαλκοῦ. Ἔτι γοῦν βασανίζοντος τοῦ δικαστοῦ ἁπαλὰ παιδαρίων σώματα, τινὲς παραυτὰ μεμενήκασιν, οὐδ̓ ὁσίᾳ ταφῇ κοινωνήσαντες, γονέων, καὶ ἀδελφῶν, καὶ συγγενῶν, καὶ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς πόλεως μίαν αὐτοῖς αἰτούντων δοθῆναι τὴν ὑστάτην ταύτην παράκλησιν.

Ἀλλ̓, ὤ πολλῆς ἀπανθρωπίας τοῦ δικάζοντος, μᾶλλον

1180
δὲ τοῦ κατακρίνοντοσς3 οἱ δἰ εὐσέβειαν ἀθλήσαντες, φονεῦσιν οὐ συνεκρίνοντο, ἄταφοι μένοντες τὰ σώματα: οἱ καλῶς ἀγωνιζόμενοι θηρίοις καὶ πτηνοῖς πρὸς βορὰν ἐῤῥίπτοντο: οἱ συμπαθῆσαι βεβουλευμένοι πατράσι διὰ τὴν συνείδησιν, τὴν κεφαλήν ὡς παράνομα δράσαντες ἀπετέμνοντο. Ποῖος νόμος Ῥωμαίων, ποία δὲ γνώμη βαρβάρων τοὺς πατράσι συμπαθοῦντας ἠμύνατο; Ποῦ τις τῶν παλαιῶν ποτε ἔδρασε τοιοῦτόν τι παράνομον; Ἐκέλευσέ ποτε Φαραὼ ἀναιρεῖσθαι τῶν Ἑβραίων τὰ ἄῤῥενα: ἀλλὰ φθόνος καὶ δέος ὑπέβαλε τοῦτο τὸ πρόσταγμα. Πόσῳ τὰ τότε τῶν νῦν φιλανθρωπότερα ς3 πόσῳ ποθεινὰ πρὸς αἵρεσιν ἀδικήματος ς3 πόσῳ βελτίονα πρὸς σύγκρισιν ἀνομήματος ς3 κἂν ἀλλήλων αἰ κακίαι μή χωρίζωνται. Ἄπιστα τὰ λεγόμενα, ἀπάνθρωπα καὶ δεινὰ, ὠμὰ καὶ βάρβαρα, ἀνηλεῆ καὶ πικρά. Ἀλλ̓ ἐν τούτοις ἐγαυρίων οἱ τῆς Ἀρείου μανίας ὑπήκοοι χορεύοντες. Τῆς δὲ πόλεως πάσης ὀλοφυρομένης ʽοὐκ ἦν γὰρ οἰκία ὲν ᾗ μὴ τεθνηκὼς, ὡς ἐν τῇ Ἐξόδῳ γέγραπταἰ, οὐκ ἠρέμησαν πάλιν οἱ τὴν ἔξιν ἀκόρεστον πρὸς παρανομίαν ἀσκήσαντες. Ἐπὶ γὰρ τὰ χείρω τὴν προαίρεσιν γυμνάζοντες, μέχρι τῶν τῆς ἐπαρχίας ἐπισκόπων τὸν ἴδιον τῆς κακίας ʽ??ʼὸν ἐπεκτείνοντες, δορυφόρῳ πρὸς ἀδικίαν τῷ τῶν λαργιτιόνων χρώμενοι κόμητι τῷ προειρημένῳ Μάγνῳ, τοὺς μὲν βουλευτηρίῳ παρέδοσαν, τοὺς δ̓ ἅλλους ὅν ἐβούλοντο τρόπον ἐνήδρευον, πανταχόθεν πρὸς ἀσέβειαν τοὺς πάντας θηρεῦσαι βουλόμενοι, οὐδὲν ἀφέντες ἀτόλμητον. Ἀλλὰ γὰρ καὶ πάντα περιερχόμενοι, κατὰ τὸν ʽ??ʼδιον τῆς αἱρέσεως πατέρα διάβολον ἐζήτουν τινὰ καταπιεῖν. Καθόλου τοίνυν, παρὰ πάντων ἀπορούμενοι, ἕνδεκα τῶν ἀπὸ τῆς Αἰγύπτου τὸν ἀριθμὸν ἐπισκόπων, ἄνδρας ἐκ παιδίου μέχρι γήρως τὴν ἔρημον ἀσκήσεως χάριν οἰκήσαντας, καὶ λόγῳ καὶ πράξει τὰς ἡδονὰς ὑποτάξαντας, καὶ τὴν εὐσεβῆ πίστιν ἀνεπαισχύντως κηρύττοντας, καὶ τὰ τῆς εὐσεβείας γαλουχηθέντας δόγματα, καὶ νίκην πολλάκις κατὰ δαιμόνων ἐπάραντας, ἀρετῇ δυσωποῦντας τὸν ἀντίπαλον, καὶ τήν Ἀρειανὴν σοφωτάτῳ λόγῳ στηλιτεύοντας αἵρεσιν, ὄργανον ὠμότητος τὸν προειρημένον ἔχοντες, ὑπερορίους πεποιήκασιν, ἐν οἰκουμένῃ παρὰ τῶν Κυριοκτόνων Ἰουδαίων πόλει, τοὔνομα Διοκαισαρείᾳ. Καὶ ὅμως ὡς ὁ ᾅδης, ἐπὶ θανάτῳ τῶν ἀδελφῶν οὐκ ἐμπιπλάμενοι, ἁπανταχοῦ γῆς ἐτόλμησαν οἱ παράφρονες καὶ ἀβέλτεροι τῆς οἰκείας ὠμότητος καταλεῖψαι μνημόσυνα, ἐκ κακῶν ἔχειν τὸ γνώρισμα βουλόμενοι: Ἰδοὺ γὰρ πάλιν κληρικοὺς τῆς καθολικῆς Ἐκκλησίας Ἐκκλησίας ἐν Ἀντιοχείᾳ διατρίβοντας, ἄμα σπουδαίοις μονάζουσι, τὰ τῆς δραματουργίας αὐτῶν διαμαρτύρασθαι προθεμένους, βασιλικὰς ἠχήσαντες κατ̓ αὐτῶν ἀκοὰς, τὴν Νεοκαισάρειαν τοῦ Πόντου οἰκεῖν παρεσκεύασαν: οἵ τάχα καὶ τοῦ ζῇν ἐστερήθησαν, δ̔??ʼ τὴν τῶν τόπων ἀγριότητα. Τοιαύτας ὁ καιρὸς ἐκεῖνος ἐδέξατο τραγῳδίας, σιγῆς μὲν καὶ λήθης ἀξίας, ἐν συγγράμμασι δὲ τιθεμένας εἰς ἔλεγχον τῶν κατὰ τοῦ Μονογενοῦς κινησάντων τὰς γλώττας: οἵ τὴν
1181
τῆς βλασφημίας εἰσδεξάμενοι λύτταν, οὐ μόνον τὸν τῶν ὅλων Δεσπότην τοξεύειν ἐπιχειροῦσιν. ἀλλὰ καὶ κατὰ τῶν εὐσεβῶν αὐτοῦ θεραπόντων τὸν ἄσπονδον ἀνεδέξαντο πόλεμον.

Περὶ Μαβίας τῆς ἀρχηγοῦ τῶν Σαρακηνῶν, καὶ τῆς Μωϋσοῦ τοῦ μονάζοντος χειροτονίας.

Κατ̓ ἐκεῖνον τὸν χρόνον, τῶν Ἰσμαηλιτῶν τὰ φῦλα, τὰς πελαζούσας τῇ Ῥωμαίων ἡγεμονίᾳ ἐληΐζετο χώρας. Μαβία δὲ τούτων ἠγεῖτο, οὐχ ὁρῶσα μὲν ἣν ἔλαχε φύσιν, ἀνδρείῳ δὲ φρονήματι κεχρημένη. Αὕτη μετὰ πολλὰς συμπλοκὰς σπεισαμένη, εἶτα τῆς θεογνωσίας εἰσδεξαμένη τὸ φῶς, ᾔτησεν ἀρχιερέα προβληθῆναι τῷ ἔθνει Μωσῆν τινα, ἐν μεθορίῳ τῆς. Αἰγύπτου καὶ Παλαιστίνης ἐσκηνωμένον.

Ταύτην δεξάμενος ὁ Βάλης τὴν αἴτησιν, εἰς τὴν Ἀλεξάνδρειαν ἀπαχθῆναι τὸν θεῖον ἄνδρα προσέταξε, κἀκεῖθεν αὐτὸν τὴν ἀρχιερατικὴν ὑποδέξασθαι χάριν: ἐκείνη γὰρ μᾶλλον ἐπέλαζεν. Ἐπειδὴ δὲ ἀπήχθη, καὶ τὸν Λούκιον εἶδεν ἐπιθεῖναι αὐτῷ τὴν χεῖρα πειρώμενον, ʽΜὴ γένοιτο, ἔφη, παρὰ τῆς σῆς με χειροτονηθῆναι χειρός: οὐκ ἐπιφοιτᾷ γὰρ σοῦ καλοῦντος ἡ χάρις τοῦ Πνεύματος.ʼ Ὁ δὲ Λούκιος, Πόθεν ταῦτα, ἔφη, τοπάζων λέγεις; Ὁ δὲ, Οὐ τοπάζων εἷπον, ἀλλ̓οἶδα σαφῶς: τοῖς τε γὰρ ἀποστολικοῖς δόγμασι διαμάχῃ, καὶ ἀντίπαλα φθέγγῃ, καὶ τοῖς βλασφήμοις λόγοις συμβαίνει τὰ παρανόμως γιγνόμενα. Τίς γὰρ διὰ σὲ δυσσεβὴς τοῖς ἐκκλησιαστικοῖς συλλόγοις οὐκ ἐκώμασε; τίς τῶν ἀξιεπαίνων ἀνδρῶν οὐκ ἐλήλαται; ποίαν θηριωδίαν βαρβαρικὴν οὐκ ἀπέκρυψε τὰ παρὰ σοῦ καθ̓ ἑκάστην ἡμέραν τολμώμενα; Ταῦτα ὁ μὲν θαῤῥαλέως ἔλεγεν: ὁ δὲ φονῶν ἤκουε, καὶ σφαγῆς μὲν ἠφίετο, ἐδεδίει δὲ μὴ πάλιν ἐξάψῃ τὸν παυσάμενον πόλεμον.

Οὗ δὴ χάριν, ἑτέροις ἐπισκόποις προσαχθῆναι προσέταξεν, οὓς ἐκεῖνος ἐξῄτησε. Μετὰ δὲ τῆς ἀξιαγάστου πίστεως τὴν ἀρχιερατικὴν εἰσδεξάμενος χάριν, πρὸς τοὺς αἰτήσαντας παρεγένετο, καὶ ταῖς ἀποστολικαῖς διδασκαλίαις τε καὶ θαυματουργίαις πρὸς τὴν ἀλήθειαν ἐποδήγησεν. Ἐν μὲν οὖν Ἀλεξανδρείᾳ τοιαῦτα ὑπό τε Λουκίου ἐτολμήθη, καὶ ὑπὸ τῆς θείας προμηθείας ᾠκονομήθη.