Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Περὶ τῆς ἐν Νικαίᾳ γενομένης πάλιν συνόδου.

Ταῦτα μαθὼν ὁ Κωνστάντιος, Ἀντιοχεῦσι μὲν

1064
ἐπέστειλεν, ὡς οὐκ αὐτὸς Εὐδοξίῳ τὴν τῆς Ἐκκλησίας ἐκείνης ἐπέτρεψε προεδρίαν: τοῦτο γὰρ ἐκεῖνος ἐθρύλησεν: Εὐδόξιον δὲ τῆς μὲν πόλεως ἐξελαθῆναι, δοῦναι δὲ δίκας ὧν ἔδρασεν ἐν Νικαίᾳ τῆς Βιθυνίας προσέταξεν, ἐκεῖ συνδραμεῖν παρεγγυήσας τὴν σύνοδον.

Τὴν δὲ Νίκαιαν αὐτὸς Εὐδόξιος ἀφορίσαι τῷ συνεδρίῳ τοὺς τὰ βασίλεια πεπιστευμένους οἰκονομεῖν ἔπεισεν. Ἀλλ̓ ὁ τῶν ὅλων Πρύτανις τὰ ἐσόμενα ἐπιστάμενος ὡς ἤδη γεγενημένα, σεισμῷ τινι παραδόξῳ κεκώλυκε τὸ συνέδριον. Τὰ γὰρ πλείστα τῆς ʽ??ʼόλεως ὁ σεισμὸς ἐκεῖνος κατήνεγκεν, καὶ τῶν οἰκητόρων τοὺς πλείστους διέφθειρε. Τοῦτο μεμαθηκότες οἱ συνελθόντες, καὶ κομιδῇ δείσαντες, εἰς τὰς οἰκείας Ἐκκλησίας ἀνέστρεψαν. Τῆς δὲ τοῦ Θεοῦ σοφίας ἡγοῦμαι τοῦτο μηχάνημα. Ἐπειδὴ γὰρ ἐν ἐκείνῃ τῇ πόλει παρὰ τῶν ἁγίων Πατέρων ἡ τῆς ἀποστολικῆς πίστεως ἐγράφη διδασκαλία, ἐναντία δὲ γράφειν ἐν αὐτῇ ἔμελλον οἱ ὕστερον ἀθροιζόμενοι, ἀφορμὴ δὲ τοῖς Ἀρείου θιασώταις ἡ τῆς ἐπωνυμίας ταυτότης ἐγίνετο ἐξαπάτης, καὶ βουκολεῖν ἤμελλον τοὺς ἁπλοῖς ἤθεσι κεχρημένους, ἁπὸ Νικαίας καὶ ταύτην προσαγορεύοντες, καὶ ὡς τὴν παλαιὰν ἐκείνην προσφέροντες, διέλυσεν ὁ τῶν Ἐκκλησιῶν προμηθούμενος τὸ συνέδριον.

Περὶ τῆς ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας γεγενημένης συνόδου.

Χρόνου δὲ διελθόντος, ὑπὸ τῶν Εὐδοξίου κατηγόρων ὑπομνησθεὶς ὁ Κωνστάντιος, εἰς Σελεύκειαν τὴν σύνοδον γενέσθαι προσέταξε: πόλις δὲ αὕτη τῆς Ἰσαυρίας πρὸς τῇ θαλάττῃ κειμένη, καὶ τῶν ὁμοφύλων πόλεων ἡγουμένη: εἰς ταύτην ἀθροισθῆναι τοὺς τῆς ἑῴας ἐπισκόπους, καὶ μὲν δὴ καὶ τοὺς τῆς Ποντικῆς, καὶ τοὺς τῆς Ἀσιανῆς παρηγγύησε. Κατὰ τοῦτον δὲ τὸν καιρὸν, Καισαρείας μὲν τῆς Παλαιστίνων μητροπόλεως Ἀκάκιος ἡγεῖτο, διαδεξάμενος τὸν Εὐσέβιον. Τοῦτον δὲ τὸν Ἀκάκιον ἡ ἐν Σαρδικῇ συναθροισθεῖσα σύνοδος ἀπεκήρυξεν: ἀλλὰ τὴν ἐξενεχθεῖσαν οὐκ ἐδέξατο ψῆφον, τοσούτου πλήθους ἀρχιερέων καταφρονήσας. Τῶν δέ γε Ἱεροσολύμων μετὰ Μακάριον ἐκεῖνον, οὖ πολλάκις ἐμνήσθην, Μάξιμος τὴν προεδρίαν παρέλαβεν, ἀνὴρ ἐν τοῖς ὑπὲρ εὐσεβείας διαπρέψας ἀγῶσι: τόν τε γὰρ δεξιὸν ὀφθαλμὸν ἀφῄρητο, καὶ τῆς ἀγκύλης ἐστέρητο τῆς δεξιᾶς. Τούτου δὲ εἰς τὸν ἀγήρω μεταστάντος βίον, Κύριλλος τῆς ἐπισκοπικῆς χάριτος ἠξιώθη, τῶν ἀποστολικῶν δογμάτων προθύμως ὑπερμαχῶν. Οὗτοι πρὸς ἀλλήλους περὶ πρωτείων φιλονεικοῦντες, μεγίστων κακῶν τοῖς κοινοῖς ἐγένοντ̔??ʼ πρόξενοι. Ὁ μὲν γὰρ Ἀκάκιος, μικράς τινας εὑρὼν ἀφορμὰς, καθεῖλε τὸν Κύριλλον, καὶ τῶν Ἱεροσολύμων ἐξήλασεν: ὁ δὲ Κύριλλος, τὴν μὲν Ἀντιόχειαν παρελήλυθε, ποιμένος αὐτὴν ἐστερημένην εὑρών: εἰς δὲ Ταρσὸν ἀφικόμενος, τῷ θαυμασίῳ συνῆν Σιλβανῷ Οὗτος γὰρ κατ̓ ἐκεῖνον τὸν χρόνον ἐκείνης ἡγεῖτο

1065
τῆς Ἐκκλησίας. Τοῦτο μαθὼν ὁ Ἀκάκιος, ἐπέστειλε τῷ Σιλβανῷ, καὶ τὴν καθαίρεσιν τοῦ Κυρίλλου μεμήνυκεν.

Ὁ δὲ, καὶ τὸν Κύριλλον αἰδούμενος, καὶ τὸ πλῆθος ὑφορώμενος, ἥδιστα γὰρ τῆς τοῦ Κυρίλλου διδασκαλίας ἀπήλαυε, τῆς ἐκκλησιαστικῆς οὐκ ἐκώλυσε λειτουργίας. Ἐπειδὴ δὲ συνῆλθον εἰς τὴν Σελεύκειαν, ἐκοινώνει μὲν τοῖς ἀμφὶ τὸν Βασίλειον, καὶ Εὐστάθιον, καὶ Σιλβανὸν, καὶ τοὺς λοιποὺς ὁ Κύριλλος τοῦ συνεδρίου. Ὁ δέ γε Ἀκάκιος ἀφίκετο μὲν καὶ αὐτὸς πρὸς τοὺς συνεληλυθότας ἐπισκόπους: πεντήκοντα δὲ ἦσαν καὶ ἑκατόν: ἔφασκε δὲ μὴ πρότερον αὐτοῖς κοινωνήσειν τῶν βουλευμάτων, πρὶν ἔξω γενέσθαι τοῦ συλλόγου τὸν Κύριλλον, ἅτε δὴ τῆς ἀρχιερωσύνης γεγυμνωμένον. Καί τινες μὲν τῶν τῆς εἰρήνης προμηθουμένων, ὑποχωρῆσαι τὸν Κύριλλον ἱκέτευον, ὑπισχνούμενοι μετὰ τὴν τῶν δογμάτων διάκρισιν, καὶ τὴν κατ̓ αὐτὸν ἐξετάζειν ὑπόθεσιν. Ἐπειδὴ δὲ οὐκ εἶξε, καταλιπὼν μὲν αὐτοὺς ὁ Ἀκάκ̔??ʼος ἐξελήλυθεν: Εὐδοξίῳ δὲ συγγενόμενος, τὸ μὲν ἐγκείμενον ἐξήλασε δέος, θάρσος δὲ ἐνέθηκε, συνήγορος αὐτοῦ καὶ συναγωνιστὴς ὑπισχνούμενος ἔσεσθαι: καὶ εἰς μὲν τὸ. συνέδριον εἰσελθεῖν αὐτὸν διεκώλυσε, τὴν δὲ Κωνσταντινούπολιν σὺν ἐκείνῳ κατέλαβε.

Περὶ τῶν ἐν Κωνσταντινουπόλει συμβεβηκότων τοῖς ὀρθοδόξοις ἐπισκόποις.

Κωνστάντιος γὰρ ἀπὸ τῆς ἐσπέρας ἐπανελθὼν, ἐν ταύτῃ διέτριβε. Πολλὰ δὲ τῶν συνεληλυθότων ἐπὶ τοῦ βασιλέως κατηγορήσας, καὶ σύστημα πονηρῶν ἀνθρώπων ἀποκαλέσας, ἐπ̓ ὀλέθρῳ καὶ λύμῃ τῶν Ἐκκλησιῶν συγκροτούμενον, τὸν βασιλέως ἀνῆψε θυμόν. Οὐχ ἥκιστα δὲ αὐτὸν χαλεπῆναι πεποίηκεν ʽ??ʼ κατὰ τοῦ Κυρίλλου συντέθεικε. Τὴν γὰρ ἱερὰν στολὴν, ἥν ὁ πανεύφημος Κωνσταντῖνος ὁ βασιλεὺς τὴν Ἱεροσολύμων Ἐκκλησίαν γεραίρων δέδωκε τῷ Μακαρίῳ τῷ τῆς πόλεως ἐκείνης ἀρχιερεῖ, ἴνα ταύτην περιβαλλόμενος, τὴν τοῦ θείου βαπτίσματος ἐπιτελῇ λειτουργίαν, ἐκ χρυσῶν δὲ αὕτη κατεσκεύαστο νημάτων, πεπρακέναι τὸν Κύριλλον ἔφη, καὶ ταύτην τινὰ τῶν ἐπὶ τῆς θυμέλης λυγιζομένων πριάμενον, περιβαλέσθαι μὲν, ὀρχούμενον δὲ πεσεῖν, καὶ συντριβῆναι, καὶ θανάτῳ παραδοθῆναι. Τοῦτον, ἔφη, κοινωνὸν ἔχοντες, κρίνειν καὶ τοῖς ἄλλοις δικάζειν ἐπιχειροῦσι. Ταύτην λαβόντες τὴν ἀφορμὴν τῶν βασιλείων οἱ προστατεύοντες, πείθουσι τὸν βασιλέα, μὴ πᾶσαν ἀθροῖσαι τὴν σύνοδον, ἐδεδίεσαν γὰρ τοῦ πλήθους τὴν συμφωνίαν, ἀλλὰ δέκα τοὺς ἡγουμένους.

Ἐν τούτοις Εὐστάθιος ἦν ὁ τῆς Ἀρμενίας, καὶ Βασίλειος ὁ τῆς Γαλατίας, καὶ Σιλβανὸς ὁ Ταρσοῦ, καὶ Ἐλεύσιος ὁ Κυζίκου. Οὗτοι παραγενόμενοι παρεκάλουν τὸν βασιλέα, τὴν Εὐδοξίου βλασψημίαν τε καὶ παρανομίαν ἐξελεγχθῆναι. Ὁ δὲ παρὰ τῶν ἄλλων τἀναντία διδασκόμενος, ἔλεγε χρῆναι πρότερον τὰ κατὰ τὴν πίστιν διακριθῆναι, εἶθ̓ οὕτω τὰ κατ̓ ἐκεῖνον ἐξετασθῆναι. Τοῦ δὲ Βασιλείου τῇ προτέρᾳ συνηθείᾳ θαῤῥήσαντος, καὶ σὺν παῤῥησίᾳ τὸν

1068
βασιλέα διελέγξαντος, ὡς τοῖς ἀποστολικοῖς ἐπιβουλεύοντα δόγμασιν, ἐχαλέπηνε μὲν ὁ Κωνστάντιος, σιγῆσαι δὲ προσέταξε τὸν Βασίλειον, ὡς ζάλης αἴτιον ταῖς Ἐκκλησίαις γινόμενον. Παυσαμένου δὲ τοῦ Βασιλείου τῆς διαλέξεως: Ἐπειδὴ τὰ τῆς πίστεως διακριθῆναι βούλει, βασιλεῦ, ὁ Εὐστάθιος ἔφη, ὅρα τὰς κατὰ τοῦ Μονογενοῦς βλασφημίας ὑπ̓ Εὐδοξίου τετολμημένας. Καὶ ἅμα λέγων, ἐπέδωκεν ἔκθεσιν, ᾗ πρὸς ἄλλοις πολλοῖς δυσσεβέσι καὶ ταῦτα προσέκειτο: Τὰ ἀνομοίως προσφερόμενα, ἀνόμοια κατὰ τὴν οὐσίαν ἐστίν: Εἶς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δἰ οὗ τὰ πάντα: ἀνόμοιον δὲ τὸ, ἐξ οὗ, τῷ, δἰ οὗ: ἀνόμοιος ἄρα ὁ Υἱὸς τῷ Θεῷ καὶ Πατρί. Ταύτην ἀναγνωσθῆναι κελεύσας τὴν ἔκθεσιν ὁ Κωνστάντιος, καὶ σφόδρα χαλεπήνας πρὸς τὴν ἐγκειμένην ἀσέβειαν, ἤρετο τὸν Εὐδόξιον εἰ αὐτὸς ταῦτα συνέγραψεν. Ὁ δὲ ἠρνήθη παραυτίκα, καὶ ταῦτα γεγραφέναι τὸν Ἀέτιον ἔφησεν.

Ἀέτιος δὲ οὗτος ἦν, ὅ??ʼ πάλαι μὲν Λεόντιος, τὰς Φλαβιανοῦ καὶ Διοδώρου κατηγορίας δεδειξάμενος, τῆς διακονίας ἐγύμνωσε: Γεώργιος δὲ ὁ τῆς Ἀλεξανδρέων ἐπίβουλος συνεργὸν εἶχε καὶ τῶν δυσσεβῶν ῥημάτων, καὶ τῶν ἀνοσίων ἐγχειρημάτων: τότε μέντοι μετ̓ Εὐνομίου τῷ Εὐδοξίῳ συνῆν. Λεοντίου γὰρ δὴ τετελευτηκότος, καὶ Εὐδοξίου τῆς Ἀντιοχέων Ἐκκλησίας ἡρπακότος τὴν προεδρίαν, ἐπανῆκεν ἀπὸ τῆς Αἰγύπτου τὸν Εὐνόμιον ἄγων, καὶ τὸν Εὐδόξιον εὑρὼν ὁμόφρονα, καὶ πρὸς τῇ δυσσεβείᾳ καὶ Συβαριτικῇ κεχρημένον χλιδῇ, πάντων προὐτίμησε τὴν ἐν Ἀντιοχείᾳ διατριβήν: καὶ σὺν Εὐνομίῳ ταῖς ἐκείνου προσηλώθη στιβάσι.

Τὸν γὰρ τῶν κολάκων ἐζηλώκει βίον, καὶ νῦν μὲν παρὰ τοῦτον, νῦν δὲ παῤ ἐκεῖνον διετέλει φοιτῶν τε καὶ γαστριζόμενος. Τότε μέντοι ὁ βασιλεὺς τοῦτο μαθὼν, εἰσαχθῆναί τε προσέταξε τὸν Ἀέτιον, καὶ εἰσεληλυθότος, τὴν ἔκθεσιν ἐκείνην ἐπέδειξε, πυνθανόμενος εἰ αὐτὸς ἐκείνους τετοκὼς εἴη τοὺς λόγους.

Ὁ δὲ καὶ τὰ γεγενημένα πάμπαν ἀγνοῶν, καὶ τὸν τῆς πεύσεως οὐκ ἐπιστάμενος τρόπον, εὐφημίαν δὲ ἐκ τῆς ὁμολογίας καρπώσασθαι προσδοκήσας, ἔφη τῶν λόγων ἐκείνων αὐτὸς εἶναι γεννήτωρ. Ὁ δὲ βασιλεὺς, τὴν τῆς δυσσεβείας ὑπερβολὴν κατιδὼν, εὐθὺς αὐτὸν ἐξωστράκισεν, εἴς τι χωρίον τῆς Φρυγίας ἀπαχθῆναι κελεύσας. Καὶ ἐκεῖνος μὲν τὴν ἐκ τῆς βλασφημίας καρπωσάμενος ἀτιμίαν, ἐξεβλήθη τῶν βασιλείων. Εὐστάθιος δὲ καὶ τὸν Εὐδόξιον ἔφη ταῦτα φρονεῖν: σύνοικον γὰρ: αὐτοῦ καὶ σύσσιτον τὸν Ἀέτιον εἶναι, καὶ τῇ τούτου γνώμῃ διακονοῦντα ἐκεῖνον τὴν βλασφημίαν συγγεγραφέναι. Καὶ τεκμήριον ἔλεγεν εἶναι σαφὲς τοῦ συνειδέναι τοῖς γεγραμμένοις, τὸ μηδένα ἕτερον, ἀλλ̓ αὐτὸν εἰρηκέναι Ἀετίου εἷναι τὴν ἔκθεσιν. Ἀλλ̓ οὐ χρὴ τοπάζοντας τοὺς δικάζοντας κρίνειν, ὁ βασιλεὺς ἔφη, τὰ δὲ πεπραγμένα

1069
σὺν ἀκριβείᾳ ζητεῖν. Οὐκοῦν, ἔφη ὁ Εὐστάθιος, πεισάτω πάντας ἡμᾶς μὴ ταῦτα φρονεῖν ὁ Εὐδόξιος, ἀναθεματίζων τοῦ Ἀετίου τὸ σύγγραμμα. Τοῦ δὲ βασιλέως ἀσπαστῶς δεξαμένου τὴν αἴτησιν, καὶ τοῦτο γενέσθαι προστεταχότος, ἀνεδύετο μὲν ὁ Εὐδόξιος, καὶ πολλαῖς ἐκέχρητο μηχαναῖς, ἐκκλῖναι τὴν πρόκλησιν.

Ἐπειδὴ δὲ ἐχαλέπηνεν ὁ βασιλεὺς, καὶ σὺν Ἀετίῳ πέμψειν ἠπείλησεν, ὡς τοῦ δυσσεβοῦς φρονήματος κοινωνὸν, τὴν οἰκείαν ἠρνήθη διδασκαλίαν, ἢν καὶ τότε καὶ μετὰ ταῦτα πρεσβεύων διατετέλεκεν.

Ἀντεπήγαγε μέντοι καὶ αὐτὸς τοῖς περὶ τὸν Εὐστάθιον, χρῆναι καὶ αὐτοὺς ἀναθεματίσαι λέγων ἄγραφον ὄν τοῦ ὁμοουσίου τὸ πρόσρημα. Ἀλλὰ καὶ τὸ ἐξ οὐκ ὄντων, ὁ Σιλβανὸς ἔφη, καὶ τὸ κτίσμα, καὶ τὸ ἑτεροούσιον ἄγραφα τυγχάνοντα, καὶ οὔτε προφητικοῖς, οὔτε ἀποστολικοῖς λογίοις προσκείμενα, δίκαιον αὐτοὺς ἀποκηρῦξαι, καὶ θείων ἐξελάσαι συλλόγων. Τούτοις καὶ βασιλεὺς ἐπεψήφισε, καὶ ἀναθεματίζειν ἐκείνους ἐκέλευσεν. Οἱ δὲ τὰ μὲν πρῶτα εἰς ἀντιλογίαν καθίσταντο: ὕστερον δὲ, τοῦ βασιλέως τὸν θυμὸν θεασάμενοι, δυσχεραίνοντες μὲν, ἀπεκήρυξαν δὲ ὅμως ἅπερ ὁ Σιλβανὸς αὐτοῖς προὔτεινεν.

Ἐπέκειντο δὲ λοιπὸν σφοδρότερον, τοῦ ὁμοουσίου τὸν ἀναθεματισμὸν εἰσπραττόμενοι. Ἀλλὰ συλλογιστικῶς τε καὶ ἀληθῶς ὁ Σιλβανὸς πρός τε αὐτοὺς καὶ τὸν βασιλέα ἔφη: Εἰ ἐξ οὐκ ὄντων οὐκ ἔστιν, οὔτε κτίσμα, οὔτε ἐξ ἑτέρας οὐσίας ὁ Θεὸς Λόγος, ὁμοούσιος ἄρα ἐστὶ τῷ γεγεννηκότι Θεῷ, ὡς Θεὸς ἐκ Θεοῦ, καὶ φῶς ἐκ φωτὸς, καὶ τὴν αὐτὴν ἔχει τῷ γεννήτορι φύσιν. Ἀλλὰ ταῦτα μὲν καὶ δυνατῶς καὶ ἀληθῶς εἰρήκει: ἐπείθετο δὲ τῶν παρόντων οὐδείς: ἀλλὰ βοῆ τε πολλὴ τῶν περὶ Ἀκάκιον καὶ Εὐδόξιον ἐγίνετο, καὶ ὁ βασιλεὺς ἐχαλέπηνε, καὶ τῶν Ἐκκλησιῶν ἐξελάσειν ἠπείλησεν. Ἐλεύσιος δὲ καὶ Σιλβανὸς, σὺν τοῖς ἄλλοις, καὶ αὐτὸν ἔφασαν ἐξουσίαν ἔχειν τῆς τιμωρίας, καὶ σφᾶς αὐτοὺς τῆς εὐσεβείας ἣ δυσσεβείας: οὐ μὴν προήσεσθαι τὴν πατρῴαν διδασκαλίαν.

Ὁ δὲ Κωνστάντιος, θαυμάζειν δέον καὶ τὴν σοφίαν, καὶ τὴν ἀνδρείαν, ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων παῤῥησίαν, τοὺς μὲν ἐξήλασε τῶν Ἐκκλησιῶν, ἑτέρους δὲ ἀντ̓ αὐτῶν καταστῆναι προσέταξε. Τότε τῆς μὲν Κωνσταντινουπόλεως Ἐκκλησίας ὁ Εὐδόξιος τυραννικῶς ἁρπάζει τὸν θρόνον: τῆς δὲ Κυζίκου τὸν Ἐλεύσιον ἐξελάσαντες, ἀντ̓ ἐκείνου κατέστησαν τὸν Εὐνόμιον.

Συνοδικὴ ἐπιστολὴ γραφεῖσα κατὰ Ἀετίου.

Καὶ τούτων δὲ οὕτως γεγενημένων, ἀποκηρυχθῆναι τὸν Ἀέτιον ἐγγράφως προσέταξε βασιλεύς: καὶ τῆς δυσσεβείας οἱ κοινωνοὶ πεισθέντες ἀπεκήρυξαν τὸν ὁμόφρονα. Ἔγραψαν δὲ καὶ πρὸς Γεώργιον τὸν τῆς Ἀλεξανδρέων ἡγούμενον τὰ κατὰ τοῦτον μηνύοντες.

Ἐγὼ δὲ τήνδε τὴν ἐπιστολὴν ἐνθήσω τῇ συγγραφῇ, τὴν ἐκείνων μοχθηρίαν ἐπιδεικνύς. Καὶ γὰρ τοῖς συμφρονοῦσι καὶ τοῖς ἀντιλέγουσι παραπλησίως ἐκέχρηντο.

1072
Ἀντίγραφον τῶν γραφέντων ἀπὸ πάσης τῆς συνόδου Γεωργίῳ, κατὰ Ἀετίου διακόνου, αὐτοῦ, ἕνεκεν τῆς ἀθεμίτου αὐτοῦ βλασφημίας.

Ἡ ἁγία σύνοδος ἡ ἐν Κωνσταντινουπόλει συνελθοῦσα, κυρίῳ τιμιωτάτῳ ἐπισκόπῳ τῆς Ἀλεξανδρείας Γεωργίῳ, χαίρειν.

Τῆς ἐπ̓ Ἀετίῳ γενομένης καταγνώσεως ὑπὸ τῆς συνόδου διὰ τὰς ἀθεμίτους αὐτοῦ καὶ σκανδάλων γεμούσας λογογραφίας, τὸ μὲν ἀκόλουθον τοῖς ἐκκλησιαστικοῖς κανόσιν ἐπ̓ αὐτῷ παρὰ τῶν ἐπισκόπων ἐπράχθη. Καθῃρέθη γὰρ τῆς διακονίας, καὶ ἠλλοτριώθη τῆς Ἐκκλησίας, καὶ παραινέσεις παῤ ἡμῶν παρηκολούθησαν, μήτε εἰς ἀνάγνωσιν ἔρχεσθαι τὰς ἀθεμίτους αὐτοῦ ἐπιστολὰς, ῥιπτάζεσθαι δὲ αὐτὰς διὰ τὸ ἄχρηστον καὶ ἀνωφελές. Προστίθεμεν δὲ τούτοις καὶ ἀναθεματίζεσθαι αὐτὸν ἐπιμείναντα τῇ αὐτῇ προθέσει, μετὰ τῶν συναινούντων αὐτῷ. Τὸ μὲν οὗν ἀκόλουθον ἦν, κοινῇ πάντας τοὺς συνελθόντας ἐν τῇ συνόδῳ ἐπισκόπους ἀποστυγεῖν τὸν τῶν σκανδάλων καὶ τῶν ταραχῶν καὶ σχισμάτων αἴτιον, καὶ θρύλλου τοῦ κατὰ τὴν οἰκουμένην, καὶ στάσεως πρὸς ἀλλήλας τῶν Ἐκκλησιῶν, ὁμονοεῖν δὲ πρὸς τὴν ἐξενεχθεῖσαν κατ̓ αὐτοῦ ψῆφον. Ἀλλὰ παῤ εὐχὰς ἡμετέρας, καὶ παρὰ προσδοκίαν πᾶσαν, Σερᾶς καὶ Στέφανος, καὶ Ἡλιόδωρος, καὶ Θεόφιλος, καὶ οἱ σὺν αὐτοῖς, οὐ συνεψηφίσαντο ταῖς ἡμετέραις γνώμαις, οὐδὲ συνυπογράψαι ταῖς περὶ αὐτοῦ ψήφοις ἐξενεχθείσαις ἠβουλήθησαν, καίτοι τοῦ Σερᾶ καὶ ἄλλην ἀλαζονείαν μανιώδη κατηγοροῦντος τοῦ προειρημένου Ἀετίου. Ἔφασκε γὰρ αὐτὸν θρασυτέρᾳ τόλμῃ προπηδῶντα λέγειν, ὅσαπερ ὁ Θεὸς ἀπέκρυψεν ἀπὸ τῶν ἀποστόλων μέχρι νῦν, ταῦτα ἀποκεκαλύφθαι αὐτῷ διαβεβαιοῦσθαι.

Καὶ μετὰ τοὺς μανιώδεις καὶ ἀλαζονικοὺς τούτους λόγους ὑπὸ τοῦ Σερᾶ μεμαρτυρημένους περὶ Ἀετίου, οὐκ ἐδυσωποῦντο, οὐδὲ παρεκαλοῦντο συμψηφίσασθαι πᾶσιν ἡμῖν περὶ αὐτοῦ οἱ προειρημένοι κρίνει. Ὅμως δὲ ἡμεῖς μακροθυμοῦντες ἐπὶ πλείονα χρόνον συμπεριεψηφίσθημεν αὐτοῖς, τά μὲν ἀγανακτοῦντες, τὰ δὲ παρακαλοῦντες, τὰ δὲ ἐπιτιμῶντες, τὰ δὲ καὶ δυσωποῦντες συνήκειν αὐτοὺς, καὶ σύμφωνα ἀποφήνασθαι τῇ συνόδῳ πάσῃ.

Προσεκαρτεροῦμεν δὲ, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα συνῶσι καὶ ἐνδῶσιν. Ὡς δὲ ἐπὶ πολλῷ τῷ χρόνῳ προσκαρτερήσαντες ἡμεῖς οὐκ ἐδυσωποῦμεν αὐτοὺς ἀκολουθεῖν ταῖς περὶ τοῦ προειρημένου ἀνδρὸς ἀποφάσεσι, τὸν κανόνα τῆς Ἐκκλησίας τιμιώτερον ἡγούμενοι τῆς φιλίας τῶν ἀνδρῶν, ὡρίσαμεν κατ̓ αὐτῶν ἀκοινωνησίαν, χρόνον εἰς τοῦτο διδόντες αὐτοῖς μῆνας ὅλους ἔξ πρὸς ἐπιστροφὴν καὶ μετάνοιαν, καὶ πρὸς ἐπιθυμίαν ἑνώσεως καὶ συμφωνίας

1073
τῆς πρὸς τὴν σύνοδον: ἐὰν εἴσω τῆς δοθείσης αὐτοῖς προθεσμίας ἐπιστρέψαντες ἕλωνται τὴν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν ὁμόνοιαν, καὶ συνθῶνται τοῖς περὶ αὐτοῦ ὁρισθεῖσι, δεκτοὺς αὐτοὺς εἶναι τῆς Ἐκκλησίας ἐδοκιμάσαμεν, καὶ ἐν ταῖς συνόδοις τὴν οἰκείαν παῤῥησίαν καὶ ἀγάπην πρὸς ἡμᾶς ἀπολαμβάνειν.

Εἰ δὲ ἐπιμένοιεν ἀμεταμέλητα τολμῶντες καὶ φιλίαν ἀνθρώπων τῶν κανόνων τῆς Ἐκκλησίας καὶ τῆς πρὸς ἡμᾶς φιλίας προτιμήσαντες, τότε ἀλλοτρίους αὐτοὺς ἡγούμεθα τῆς ἐπισκοπικῆς ἀξίας.

Καθαίρεσιν δὲ αὐτῶν ὑπομενόντων, ἀναγκαῖον εἰς τοὺς τόπους αὐτῶν ἑτέρους καθίστασθαι ἐπισκόπους, ʽ??ʼνα ἡ ἔνθεσμος Ἐκκλησία τὴν προσήκουσαν τάξιν λαβοῦσα, συμφωνῇ πρὸς ἑαυτὴν, τῶν πανταχόθεν ἐπισκόπων τὸν σύνδεσμον τῆς ἀγάπης φυλαττόντων διὰ τοῦ λέγειν τὰ αὐτὰ, κατηρτισμένους τῷ αὐτῷ νοῖ, καὶ τῇ αὐτῇ γνώμῃ. Ἵνα οὖν γινώσκῃς τὰ τῇ συνόδῳ δόξαντα, ταῦτα πρὸς τὴν σὴν εὐλάβειαν ἀπεστείλαμεν, ἅπερ εὐχόμεθά σε διαφυλάττοντα χάριτι Χριστοῦ εἰρηνικῶς καὶ ἐνθέσμως κυβερνᾷν τὰς ὑπὸ σὲ Ἐκκλησίας.

Ποία πρόφασις τοὺς Εὐνομιανοὺς τῶν Ἀρειανῶν ἀπεσχοίνισε.

Τοῦτον Εὐνόμιος ἐν τοῖς λόγοις ἐξαίρει, καὶ Θεοῦ ἄνθρωπον ὀνομάζει, καὶ παμπόλλαις εὐφημίαις γεραίρει. Ἀλλὰ τότε καὶ τοῖς ἀποκηρύττουσι συνῆν, καὶ παῤ αὐτῶν τὴν ἐπισκοπικὴν χειροτονίαν ἐδέξατο.

Οἱ δὲ περὶ Εὐδόξιον καὶ Ἀκάκιον τοῖς ἐκτεθεῖσιν ἐν Νίκῃ τῆς Θρᾴκης συνθέμενοι, ὧν ἐν τοῖς ἔμπροσθεν συγγραφεῖσιν ἐμνήσθημεν, ἀντὶ τῶν περὶ Βασίλειον καὶ Ἐλεύσιον, ἑτέρους ἐν ταῖς ἐκείνων Ἐκκλησίαις ἐχειροτόνησαν. Καὶ τῶν μὲν ἄλλων περιττὸν ἡγοῦμαι μνησθῆναι: μόνα δὲ τὰ κατ̓ Εὐνόμιον διηγήσομαι. Ἐπειδὴ γὰρ ζῶντος Ἐλευσίου τὴν Κύζικον ἔλαβεν ὁ Εὐνόμιος, καὶ τοῦ πλήθους τὴν ὑγείαν ὁρῶν ὁ Εὐδόξιος, καὶ τὸν βασιλέα θεώμενος χαλεπαίνοντα κατὰ τῶν ἐκτίσθαι λεγόντων τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, τῷ Εὐνομίῳ παρῄνεσε κατακρύψαι τὸ φρόνημα, καὶ μή δηλῶσαι τοῦτο τοῖς θηρωμένοις κατηγορίας πρόφασιν. Καιροῦ γὰρ. ἔφη, τετυχηκότες, κηρύξομεν ʽ??ʼ νῦν κατακρύπτομεν, καὶ τοὺς ἀγνοοῦντας διδάξομεν, καὶ τοὺς ἀντιλέγοντας ἢ πείσομεν, ἢ καταναγκάσομεν, ἦ κολάσομεν. Ταύταις πειθόμενος ταῖς ὑποθήκαις Εὐνόμιος, συνεσκιασμένην προὔφερε τὴν ἀσέβειαν.

Ἀλλ̓ οἱ τοῖς θείοις ἐντραφέντες λογίοις, τῶν λεγομένων ὁρῶντες τὸ ὕπουλον, ἐδυσχέραινον μὲν, ἀντιλέγειν δὲ προφανῶς, θρασύτητος ἔργον, οὐκ ἀγχινοίας ἐνόμιζον. Τῆς οὖν αἱρετικῆς κακοδοξίας περιθέμενοι προσωπεῖα, οἴκοι προσελθόντες ἱκέτευον

1076
προφανῶς σφίσιν ἐκθέσθαι τοῦ δόγματος τὴν ἀλήθειαν, καὶ μὴ περιιδεῖν τῇδε κἀκεῖσε ταῖς διαφόροις περιφερομένους διδασκαλίαις. Ὁ δὲ θαρσήσας ἐξέφηνεν ὃ κατέκρυπτε φρόνημα. Ἀλλὰ γὰρ ἄδικον ἔλεγον ἐκεῖνοι, καὶ λίαν ἀνόσιον, μὴ πάντας τοὺς ὑπ̓ αὐτὸν τελοῦντας τῆς ἀληθείας μεταλαχεῖν.

Ὁ δὲ αὐτίκα, τούτοις καὶ τοῖς τοιούτοις ὑπαχθεὶς λόγοις, ἐν τοῖς τῆς ἐκκλησίας συλλόγοις τὴν βλασφημίαν ἐγύμνωσεν. Ἐκεῖνοι δὲ τῷ ζήλῳ τὰς ψυχὰς θήξαντες, εἰς τὴν Κωνσταντινούπολιν ἔδραμον: καὶ πρῶτον μὲν παῤ Εὐδοξίῳ ἐγράψαντο τὸν Εὐνόμιον: ἐκείνου δὲ μὴ προσδεξαμένου, τῷ βασιλεῖ προσελθόντες, τὴν παῤ ἐκείνου γιγνομένην ἀπωδύροντο λώβην. Τῆς Ἀρείου γὰρ ἔλεγον βλασφημίας δυσσεβέστερα εἶναι τὰ παρὰ τούτου λεγόμενα. θυμωθεὶς δὲ ἐπὶ τούτοις ὁ βασιλεὺς, ἀγαγεῖν τὸν Εὐνόμιον τῷ Εὐδοξίῳ προσέταξε, καὶ διελεγχόμενον τῆς ἱερωσύνης γυμνῶσαι. Ἐπειδὴ δὲ πολλάκις ὑπὸ τῶν κατηγόρων ὀχλούμενος ὁ Εὐδόξιος ἀναδυόμενος διετέλει, προσῆλθον αὖθις τῷ βασιλεῖ, ὀλοφυρόμενοι καὶ βοῶντες μηδὲν ὧν προσετάχθη τὸν Εὐδόξιον δεδρακέναι, ἀλλὰ πόλιν τοσαύτην περιορᾷν ταῖς Εὐνομίου βλασφημίαις ἐκδεδομένην. Τότε Κωνστάντιος αὐτὸν ἐξελάσειν ἠπείλησε τὸν Εὐδόξιον, εἰ μὴ τὸν Εὐνόμιον ἀγαγὼν δικάσοι, καὶ ἐξελεγχόμενον ἐφ̓ οἷς ᾐτιάθη κολάσοι. Ταύτην δείσας τὴν ἀπειλὴν ὁ Εὐδόξιος, φυγεῖν ἐκ τῆς Κυζίκου τῷ Εὐνομίῳ διὰ γραμμάτων ἐδήλωσε, καὶ ἑαυτῷ μέμφεσθαι μὴ πεισθέντι ταῖς ὑποθήκαις. Ὁ δὲ Εὐνόμιος δείσας μὲν ὑπεχώρησε, τὴν δὲ ἀτιμίαν οὐκ ἐνεγκὼν, προδοσίαν μὲν κατηγόρει τοῦ Εὐδοξίου, ἠδικῆσθαι δὲ καὶ ἑαυτὸν καὶ τὸν Ἀέτιον ἔλεγεν. Ἐντεῦθεν λοιπὸν ἰδίαν φρατρίαν συνεστήσατο. Ὅσοι γὰρ δὴ συνίστορες ἦσαν τῆς ἐν τοῖς δόγμασιν αὐτῶν συμφωνίας, Εὐδοξίου μὲν ἀπέστησαν προδοσίαν κατεγνωκότες, Εὐνομίῳ δὲ συνετάχθησαν, καὶ τὴν ἐπωνυμίαν ἐξ ἐκείνου μέχρι καὶ τήμερον ἔχουσιν. Ἐντεῦθεν αἱρέσεως ἀρχηγὸς γενόμενος ὁ Εὐνόμιος, τοῖς τῆς ἀσεβείας προσθήκαις τὴν Ἀρείου βλασφημίαν ἐπηύξησεν.

Ὅτι δὲ φιλοτιμίας πάθει δουλεύων ἴδιον συνεστήσατο σύλλογον, αὐτὰ τὰ πεπραγμένα βοᾷ, Ἡνίκα μὲν γὰρ Ἀέτιος ἀποκηρυχθεὶς ἐξηλάθη, οὐ συνεξῆλθεν ἐκείνῳ, καίτοι διδάσκαλον αὐτὸν, καὶ Θεοῦ ἄνθρωπον ὀνομάζων, ἀλλὰ μεμένηκεν Εὐδοξίῳ συμπεφραγμένος.

Ἡνίκα δὲ ὁ αὐτὸς δίκας εἰσεπράχθη τῆς ἀσεβείας, οὐκ ἔστερξε τῆς συνόδου τὴν ψῆφον, ἀλλ̓ ἐπισκόπους ἐχειροτόνει, καὶ πρεσβυτέρους, ὁ τῆς ἐπισκοπικῆς ἀξίας γεγυμνωμένος. Ταῦτα μὲν οὗν ἐν Κωνσταντινουπόλει γεγένηται.

Περὶ τῆς πολιορκίας Νισίβεως πόλεως, καὶ τῆς Ἰακώβου τοῦ ἐπισκόπου ἀποστολικῆς πολιτείας.

Σαβώρου δὲ τοῦ Περσῶν βασιλέως κατὰ Ῥωμαίων

1077
στρατεύσαντος, ἀφίκετο εἰς τὴν Ἀντιόχειαν ὁ Κωνστάντιος, ἀγείρας τὴν στρατιάν. Ἐξήλασε δὲ τοὺς πολεμίους οὐχ ὁ τῶν Ῥωμαίων στρατὸς, ἀλλ̓ ὁ τῶν παρὰ Ῥωμαίοις εὐσεβούντων Θεός. Τὸν δὲ τῆς νίκης τρόπον ἐγὼ διηγήσομαι. Νίσιβις, ἤν Ἀντιόχειαν Μυγδονίαν τινὲς ὀνομάζουσιν, ἐν μεθορίῳ κεῖται τῆς Περσῶν καὶ Ῥωμαίων ἡγεμονίας.

Ταύτης ἐπίσκοπος ἦν, καὶ πολιοῦχος, καὶ στρατηγὸς Ἰάκωβος, οὖ καὶ πρόσθεν ἐμνήσθην. Τῆς δὲ ἀποστολικῆς χάριτος τὰς ἀκτῖνας οὗτος ἠφίει. Τούτου τὰς ἀξιαγάστους καὶ πολυῦμνήτους θαυματουργίας ἐν τῇ Φιλοθέῳ ἱστορίᾳ συγγράψας, περιττὸν οἶμαι καὶ παρέλκον αὖθις ταύτας ἀπαριθμήσασθαι.

Μίαν δὲ μόνην ἐρῶ, τοῦ προκειμένου ἕνεκα διηγήματος.

Τὴν ὑπὸ τούτου κυβερνωμένην πόλιν Ῥωμαίοις ὑποκειμένην ὁ Περσικὸς ἐπολιόρκει στρατός. Ἑβδομήκοντα δὲ προσεδρεύσας ἡμέρας, καὶ πολλὰς μὲν ἑλεπόλεις τῷ τείχει προσενεγκὼν, πολλὰ δὲ ἕτερα μηχανήματα περιστήσας, καὶ χαρακώματα καὶ τάφρους ὀρύξας, ἑλεῖν τὴν πόλιν ἴσχυεν οὐδαμῶς.

Ὕστερον δὲ τοῦ ποταμοῦ τὸ ῥεῖθρον, ὃς μέσην διατέμνει τὴν πόλιν, Μυγδόνιος δὲ ὄνομα τούτῳ, πόῤῥωθεν ἐπισχὼν, καὶ τὰς ὄχθας ἑκατέρωθεν προσχώσας, καὶ ὑψηλὰς ἐργασάμενος, ἵνα τὸ ῥεῦμα συνέχωσιν, ὡς εἶδε πάμπολυ γενόμενον, καὶ λοιπὸν ὑπερκλύζον τὸ χῶμα, ἐξαπίνης ἀφῆκε κατὰ τοῦ τείχους ὡς μηχανήν. Τὸ δὲ οὐκ ἤνεγκε, σφοδροτ̔??ʼάτης οὔσης τῆς προσβολῆς: ἀλλ̓ ἐκλίθη τε καὶ κατέπεσε. Ταυτὸ δὲ παθὸν καὶ τὸ ἕτερον τοῦ πεῥ??ʼβόλου μέρος, δἰ οὗ τὴν ἔξοδον ὁ Μυγδόνιος εἶχε, κα τηνέχθη, τὴν ῥώμην οὐκ ἐνεγκών. Ταῦτα Σαβώρης ἰδὼν, ἤλπισεν ἀκμητὶ λοιπὸν τοῦ ἄστεος περιέσεσθαι. Καὶ τὴν μὲν ἡμέραν ἐκείνην ἡσύχασεν, ὥστε καὶ τὸ τέλμα διαξηρανθῆναι, καὶ τὸν ποταμὸν γενέσθαι βατόν. Πανστρατιὰ δὲ προσβαλὼν τῇ ὑστεραίᾳ, καὶ προσδοκῶν διὰ τῶν καταπεπτωκότων τοῦ τείχους εἰς τὴν πόλιν εἰσιέναι μερῶν, ὁρᾷ τὸ τεῖχος ἑκατέρωθεν ᾠκοδομημένον, καὶ μάταιον αὐτῷ τὸν πόνον γεγενημένον. Ὁ γὰρ θεῖος ἐκεῖνος ἀνὴρ διὰ προσευχῆς, καὶ τοὺς στρατιώτας δυνάμεως ἐμπλήσας, καὶ τοὺς ἄλλους οἰκήτορας, τόν τε περίβολον ᾠκοδόμησε, καὶ τὰ μηχανήματα ἐπιστήσας τοὺς προσιόντας ἐξήλασε. Καὶ ταῦτα ἔδρα, οὐ τῷ τείχει πελάζων, ἀλλ̓ ἔνδον ἐν τῷ θείῳ νεῷ τὸν Κύριον τῶν ὅλων ἀντιβολῶν. Τὸν δὲ Σαβώρην οὐ μόνον τῆς οἰκοδομίας τὸ τάχος κατέπληξεν, ἀλλὰ καὶ ἑτέρα ὄψις ἐξεδειμάτωσεν. Εἶδε γὰρ ἐφεστῶτα τῷ περιβόλῳ τινὰ, τὸ βασιλικὸν περικείμενον σχῆμα, καὶ τῆς τε ἀλουργῖδος τοῦ τε διαδήματος

1080
τὴν αῖγλην ἐκπεμπομένην. Τοπάσας δὲ εἶναι τὸν Ῥωμαίων βασιλέα, θάνατον ἠπείλησε τοῖς μὴ παρεῖναι τοῦτον ἀπηγγελκόσιν. Ἰσχυριζομένων δὲ ἐκείνων ἀληθῆ εἶναι τὰ παῤ αὐτῶν εἰρημένα. καὶ τὸν Κωνστάντιον ἐν Ἀντιοχείᾳ διάγειν εἰρηκότων, ἐπέγνω τῆς ὄψεως τὰ μηνύματα, καὶ τὸν Θεὸν ἔφη τῶν Ῥωμαίων ὑπερμαχεῖν. Καὶ δυσχεράνας ὁ δείλαιος, βέλος ἀφῆκεν εἰς τὸν ἀέρα, εἰδὼς μὲν ὡς οὑ βαλεῖ τὸν ἀσώματον, τῆς δὲ μανίας τὴν ῥύμην οὐκ ἐνεγκών. Τότε Ἐφραῒμ ὁ θαυμάσιος, συγγραφεὺς δὲ οὗτος ἄριστος παρὰ Σύροις ἐγένετο, τὸν θεῖον Ἰάκωβον ἠντιβόλησεν ἐπιβῆναι τοῦ τείχους, καὶ τοὺς βαρβάρους ἰδεῖν, καὶ τῆς ἀρᾶς κατ̓ αὐτῶν ἀφιέναι τὰ βέλη. Εἴξας δὴ οὖν ὁ θεσπέσιος ἄνθρωπος, ἀνέβη μὲν εἵς τινα πύργον: τὸ δὲ μυρίον πλῆθος ἰδὼν, ἄλλην μὲν οὐκ ἀφῆκεν ἀρὰν, σκνῖπας δὲ αὐτοῖς ἐξῄτησεν ἐπιπεμφθῆναι καὶ κώνωπας, ὥστε καὶ διὰ τῶν μικρῶν ζωῦφίων τοῦ σφίσιν ἐπαρκοῦντος ἐπιγνῶναι τὴν δύναμιν. Εἴπετο δὲ τῇ εὐχῇ τῶν σκνιπῶν καὶ τῶν κωνώπων τὰ νέφη: καὶ τῶν μὲν ἐλεφάντων τὰς προνομαίας αὐλοειδεῖς πεφυκυίας ἐπλήρου, τῶν δὲ ἵππων, καὶ τῶν ἄλλων κτηνῶν, τά τε ὧτα καὶ τὰς ῥῖνας. Οἱ δὲ φέρειν οὐ δυνάμενοι τῶν ζωῦφίων τὴν προσβολὴν, τούς τε ῥυτῆρας ἀπέῤῥηξαν, καὶ τοὺς ἐποχουμένους κατήνεγκαν, τήν τε τάξιν συνέχεον. Τό τε στρατόπεδον καταλιπόντες, ἔφυγον κατακράτος. Οὕτως ὁ τρισάθλιος βασιλεὺς τῇ σμικρᾷ καὶ φιλανθρώπῳ παιδείᾳ τοῦ τῶν εὐσεβούντων προμηθουμένου Θεοῦ μεμαθηκὼς τὴν ἰσχὺν, ἀνέζευξεν ἐκεῖθεν, αἰσχύνην, οὐ νίκην, ἐκ τῆς πολιορκίας δρεψάμενος.

Περὶ τῆς ἐν Ἀντιοχείᾳ γεγενημένης συνόδον.

καὶ τῶν κατὰ τὸν ἅγιον Μελέτιον αὐτόθι συμβάντων.

Κατὰ τοῦτον δὲ τὸν χρόνον ὁ Κωνστάντιος ἐν Ἀντιοχείᾳ διέτριβε. Τῆς δὲ ἀνακωχῆς γενομένης, καὶ τοῦ Περσικοῦ παυσαμένου πολέμου, πάλιν ἐπισκόπους συνήθροισεν ἀρνηθῆναι πάντας καὶ τὸ ὁμοούσιον ἀναγκάζων, καὶ τὸ ἑτεροούσιον. Εὐδοξίου δὲ μετὰ Λεόντιον ἐκεῖνον τὸν θρόνον ἁρπάσαντος, εἶτα ἐξελαθέντος, καὶ μετὰ πολλὰς συνόδους τὴν Κωνσταντινούπολιν παρανόμως κατεσχηκότος, ἡ Ἀντιοχέων Ἐκκλησία ποιμένος ἐστέρητο. Τότε δὴ οὗν οἱ συνεληλυθότες ἐπίσκοποι, πολλοὶ δὲ ἦσαν πάντοθεν συνειλεγμένοι, χρῆναι ἔλεγον προβληθῆναι πρότερον τῇ ποίμνῃ νομέα, ἑ??ʼθ̓ οὕτω κοινῇ σὺν ἐκείνῳ περὶ δογμάτων βουλεύσασθαι.

Κατ̓ ἐκεῖνον δὲ τὸν καιρὸν Μελέτιος ὁ θεσπέσιος πόλιν τινὰ τῆς Ἀρμενίας ἰθύνων, εἶτα τῶν ἀρχομένων τὸ δυσήνιον δυσχεράνας, ἡσυχίαν ἦγεν ἑτέρωθι διατρίβων. Τοῦτον ὑπονοήσαντες οἱ τῆς Ἀρείου συμμορίας ὁμόφρονα εἷναι, καὶ κοινωνὸν τῶν δογμάτων, ἐξῄτησαν τὸν Κωνστάντιον τούτῳ τῆς Ἀντιοχέων Ἐκκλησίας παραδοῦναι τὰς ἠνίας. Πάντα γὰρ νόμον παρέβαινον ἀδεῶς, κρατῦναι πειρώμενοι τὴν ἀσέβειαν: καὶ τῶν θεσμῶν ἡ παράβασις ὑποβάθρα τῆς βλασφημίας ἐγίνετο Πολλὰ δὲ τοιαῦτα πολλαχοῦ γῆς ἐνεόχμωσαν. Οἱ δὲ τῶν ἀποστολικῶν ἀντεχόμενοι δογμάτων, τοῦ μεγάλου Μελετίου καὶ

1081
τὴν ἐν τοῖς δόγμασιν ὑγείαν εἰδότες, καὶ μὲν δὴ καὶ τὴν τοῦ βίου λαμπρότητα, καὶ τῆς ἀρετῆς τὸν πλοῦτον σαφῶς ἐπιστάμενοι, συνεψηφίσαντο, καὶ τὸ ψήφισμα γραφῆναι, καὶ παρὰ πάντων ὑπογραφῆναι μετὰ πλείστης ὅτι μάλιστα σπουδῆς παρεσκεύασαν.

Τοῦτο δέ γε καὶ οὗτοι κἀκεῖνοι, οἷόν τινα συνθήκην κοινὴν, Εὐσεβίῳ τῷ Σαμοσάτων ἐπισκόπῳ φυλάττειν ἔδοσαν, ἀνδρὶ γενναίῳ τῆς ἀληθείας ἀγωνιστῇ.

Ἐπειδὴ δὲ βασιλικὴν δεξάμενος κλῆσιν ἧκεν ὁ μέγας Μελέτιος, ὑπήντησαν μὲν ἅπαντες οἱ τῆς ἀρχιερωεύνης μετειληχότες, ὑπήντησαν δὲ καὶ οἱ ἅλλοι τῆς ἐκκλησίας χοροὶ, καὶ ἅπαν τὸ τῆς πόλεως πλῆθος. παρῆσαν δὲ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, τὸν πολυθρύλητον ἰδεῖν Μελέτιον ἱμειρόμενοι. Ὁ δὲ βασιλεὺς καὶ αὐτῷ καὶ τοῖς ἄλλοις. οἳ λέγειν ἠδύναντο, τό: Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, παρηγγύησεν ἀναπτύξαι τῷ πλήθει. Τοὺς δὲ γράφειν πεπαιδευμένους εἰς τάχος γράψαι προσέταξε τὰ παῤ ἑκάστου λεγόμενα, ἀκριβεστέραν ἔσεσθαι ταύτῃ τὴν διδασκαλίαν ὑπολαβών. Καὶ πρῶτος μὲν ὁ Λαοδικείας Γεώργιος τὴν αἱρετικὴν ἐξήμεσε δυσοσμίαν. Μετὰ δὲ τοῦτον Ἀκάκιος ὁ Καισαρείας, μέσην τινὰ διδασκαλίαν προσήνεγκε, πλεῖστον μὲν ὅσον τῆς ἐκείνων βλασφημίας ἀφεστηκυῖαν, οὐκ ἀκραιφνῆ δὲ καὶ ἀκέραιον τὸν ἀποστολικὸν χαρακτῆρα φυλάττουσαν. Τρίτον ὁ μέγας ἀνέστη Μελέτιος καὶ τοῦ τῆς θεολογίας κανόνος ὑπέδειξε τὴν εὐθύτητα.

Οἷον γάρ τινι στάθμῃ τῇ ἀληθείᾳ χρησάμενος, καὶ τὸ περιττὸν καὶ τὸ ἐλλεῖπον διέφυγεν, εὐφημίας δὲ πλείστης παρὰ τοῦ πλήθους προσφερομένης, καὶ σύντομον αὐτοῖς προσενεγκεῖν ἀντιβολούντων διδασκαλίαν, τρεῖς ὑποδείξας δακτύλους, εἶτα τοὺς δύο συναγαγὼν, καὶ τὸν ἕνα καταλιπὼν, τὴν ἀξιέπαινον ἐκείνην ἀφῆκε φωνήν: Τρία τὰ νοούμενα, ὡς ἐνὶ δὲ διαλεγόμεθα. Κατὰ ταύτης τῆς διδασκαλίας οἱ τὴν Ἀρείου νόσον ἐν τῇ ψυχῇ φέροντες, τὰς γλώττας ἐκίνησαν, καὶ συκοφαντίαν ἐξύφηναν, τὰ Σαβελλίου φρονεῖν τὸν θεῖον εἰρηκότες Μελέτιον, καὶ ἔπεισάν γε τὸν εὔριπον ἐκεῖνον, καὶ τῇδε κὰκεῖσε ῥᾳδίως φερόμενον, καὶ παρεσκεύασαν εἰς τὴν οἰκείαν ἐξοστρακίσαι πατρία. Καὶ παραυτίκα Εὐζώϊον ἀντ̓ ἐκείνου προὐβάλοντο, προφανῆ τῶν Ἀρείου δογμάτων συνήγορον: σὺν Ἀρείῳ γὰρ καὶ τοῦτον διακονίας ἠξιωμένον ὁ μέγας Ἀλέξανδρος ἀπεκήρυξεν. Εὐθὺς δὴ γοῦν, τὸ ὑγιαῖνον πλῆθος τοῦ τὴν νόσον εἰσδεδεγμένου ἀποκριθὲν, εἰς τὴν ἀποστολικὴν Ἐκκλησίαν τὴν ἐν τῇ καλουμένῃ Παλαιᾷ διακειμένην ἠθροίζοντο.

Τριάκοντα μὲν γὰρ ἔτη μετά γε τὰς κατ̓ Εὐσταθίου τοῦ πανευφήμου γεγενημένας ἐπιβουλὰς διετέλεσαν, τῆς Ἀρειανικῆς ἀνεχόμενοι βδελυρίας, καὶ χρηστήν τινα μεταβολὴν προσδεχόμενοι. Ἐπειδὴ δὲ εἶδον τὴν ἀσέβειαν παῤ αὐτοῖς αὐξανομένην, καὶ

1084
τοὺς μὲν τῶν ἀποστολικῶν ἀντεχομένους δογμάτων, καὶ προφανῶς πολεμουμένους, καὶ κρύβδην ἐπιβουλευομένους, καὶ τὸν μὲν θεῖον ἐξελαθέντα Μελέτιον, Εὐζώϊον δὲ τὸν τῆς αἱρέσεως προστάτην ἀντ̓ ἐκείνου τὴν προεδρίαν δεξάμενον, τῶν πρὸς τὸν Αὼτ ἀνεμνήσθησαν εἰρημένων: Σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν: πρὸς δὲ δὴ τούτοις, καὶ τῶν Εὐαγγελικῶν νόμων, οἵ σαφῶς διαγορεύουσιν: Εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔκκοψον αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ. Ταῦτα δὲ καὶ περὶ χειρὸς καὶ ποδὸς ὁ Δεσπότης ἐνομοθέτησε, καὶ προστέθεικε: Συμφέρει γάρ σοι, ἵνα ἀπόληται ἕν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. Ἡ μὲν οὗν τῆς Ἐκκλησίας διαίρεσις τοῦτον τὸν τρόπον

Περὶ Εὐσεβίου τοῦ ἐπισκόπου Σαμοσάτων.

Εὐσέβιος δὲ ὁ θαυμάσιος, οὖ καὶ πρόσθεν ἐμνήσθην, ὁ τὸ ψήφισμα τὸ κοινὸν πιστευθεὶς, τῶν συνθηκῶν τὴν παράβασιν θεασάμενος, εἰς τὴν ἐγκεχειρισμένην ᾤχετο πόλιν. Οἱ δὲ τὸν ἀνάγραπτον ἔλεγχον ὑφορώμενοι, τὸν Κωνστάντιον ἔπεισαν ἀποστεῖλαί τινα τὸ ψήφισμα κομιούμενον. Καὶ δὴ πεισθεὶς ὁ βασιλεὺς ἀπέστειλέ τινα, τοὺς κατὰ τὴν πορείαν ἐναλλαττομένους ἵππους ἐλαύνειν εἰωθότα, καὶ τὰς ἀποκρίσεις ὡς τάχιστα φέροντα. Ἐπειδὴ δὲ ἀφίκετο, καὶ τὰ παρὰ βασιλέως ἀπήγγειλεν: Οὐκ ἀνέχομαι, ἔφη Εὐσέβιος ὁ θαυμάσιος, τὴν κοινὴν ἀποδοῦναι παρακαταθήκην, πρὶν ἅπαντες οἱ δεδωκότες κατὰ ταυτὸν γένοιντο. Ταῦτα ὁ μὲν ἀπήγγειλε τῷ πεπομφότι: ὁ δὲ τῷ θυμῷ ζέσας, ἐπέστειλεν αὐτῷ πάλιν ἀποδοῦναι παρεγγυῶν: καὶ προστέθεικεν ὡς προσέταξεν ἐκτμηθῆναι αὐτοῦ τὴν χεῖρα τὴν δεξιὰν, εἰ μὴ δοίη τὸ ψήφισμα. Ταῦτα μέντοι δεδιττόμενος ἔγραψε: τῷ γὰρ κομίζοντι τὴν ἐπιστολήν ἀπηγόρευσεν ἅπερ ἠπείλησε δρᾶσαι. Ἐπειδὴ δὲ τὴν ἐπιστολὴν ἀναπτύξας ὁ θεῖος ἐκεῖνος ἀνὴρ, εἶδεν ἐν τοῖς γράμμασιν ἢν ὁ βασιλεὺς ἠπείλησε κόλασιν, μετὰ τῆς δεξιᾶς καὶ τὴν εὐώνυμον προὔθηκεν, ἄμφω τὼ χεῖρε τεμεῖν παρεγγυῶν: Τὸ γὰρ ψήφισμα, ἔφη, οὐ δώσω, τῆς Ἀρειανικῆς μοχθηρίας ἔλεγχον ὄντα σαφῆ.

Ταύτην οὖν τὴν ἀνδρείαν μαθὼν ὁ Κωνστάντιος, καὶ τότε ἠγάσθη, καὶ διετέλεσε θαυμάζων. Θαυμάζουσι γὰρ καὶ δυσμενεῖς τὰ τῶν ἀντιπάλων πλεονεκτήματα, ὑπὸ τοῦ μεγέθους τῶν πραττομένων ἀναγκαζόμενοι.

Κατὰ τοῦτον τὸν χρόνον ὁ Κωνστάντιος πυθόμενος ὅτι Ἰουλιανὸς, ὅν τῆς Εὐρώπης ἀπέφηνε Καίσαρα, μειζόνων πραγμάτων ἐφίεται, καὶ κατὰ τοῦ τετιμηκότος στρατείαν συναγείρει, ἀπὸ μὲν τῆς Συρίας ἀπῆρεν, ἐν δὲ τῇ Κιλικίᾳ τὸν βίον κατέλυσεν.

Οὐ γὰρ εἶχεν ἐπίκουρον, ὅν ὁ πατὴρ αὐτῷ καταλέλοιπε, τῆς πατρῴας εὐσεβείας ἄσυλον οὐ φυλάξας τὸν κλῆρον, Οὗ δὴ εἵνεκα πικρῶς ὠλοφύρετο τῆς πίστεως τὴν μετάθεσιν.