Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

992
Περὶ τῆς ἐπανόδου τοῦ ἁγίου Ἀθανασίου.

Ὁ μὲν δὴ θεῖος Ἀθανάσιος ἔτη δύο καὶ μῆνας τέσσαρας ἐν τῇ Τριβέρει διατρίψας, εἰς τὴν Ἀλεξάνδρειαν ἐπανῆλθεν. Ἔγραψε δὲ καὶ Κωνσταντῖνος ὁ βασιλεὺς, ὁ τῶν Κωνσταντίνου τοῦ μεγάλου παίδων πρεσβύτατος, αὐτὸς γὰρ τῆς πρὸς δυόμενον ἥλιον ἐβασίλευε Γαλατίας, τῇ Ἀλεξανδρέων Ἐκκλησίᾳ τάδε τὰ γράμματα: Ἐπιστολὴ βασιλέως Κωνσταντίνου,τοῦ υἱοῦ Κωνσταντίνου, πρὸς Ἀλεξανδρεῖς.

Κωνσταντῖνος Καῖσαρ τῷ λαῷ τῆς καθολικῆς Ἐκκλησίας πόλεως τῶν Ἀλεξανδρέων.

Οὐδὲ τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας ἀποπεφευγέναι γνῶσιν οἶμαι, διὰ τοῦτο Ἀθανάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην πρὸς καιρὸν εἰς τὰς Γαλλίας ἀπεστάλθαι, ἵν: ἐπειδὴ ἡ ἀγριότης τῶν αἱμοβόρων αὐτοῦ καὶ πολεμίων ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς αὐτοῦ κεφαλῆς ἐπέμενε, μὴ ἅρα διὰ τῆς τῶν φαύλων διαστροφῆς ἀνήκεστα ὑποστῇ.

Πρὸς τὸ διαπαῖξαι τοίνυν ταύτην, ἀφαιρεθεὶς τῶν φαρύγγων τῶν ἐπικειμένων αὐτῷ ἀνδρῶν, ὑπ̓ ἐμοὶ διάγειν κεκέλευσται, οὕτως ὡς ἐν αὐτῇ πόλει, ἐν ᾗ διέτριβε, πᾶσι τοῖς ἀναγκαίοις ἐπιπλεονάζειν, εἰ καὶ τὰ μάλιστα αὐτοῦ ἡ ἀοίδιμος ἀρετὴ. ταῖς θείαις πεποιθυῖα βοηθείαις, καὶ τὰ τῆς τραχυτέρας τύχης ἄχθη ἐξουθενεῖ. Τοιγαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλεστάτην ὑμῶν θεοσέβειαν ὁ δεσπότης ἡμῶν ὁ τῆς μακαρίας μνήμης Κωνσταντῖνος ὁ Σεβαστὸς, ὁ ἐμὸς πατὴρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ παρασχεῖν προῄρητο, ὅμως ἐπειδὴ ἀνθρωπίνῳ κλήρῳ προληφθεὶς, πρὸ τοῦ τὴν εὐχὴν πληρῶσαι ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν προαίρεσιν τοῦ τῆς θείας μνήμης βασιλέως διαδεξάμενος πληρῶσαι. Ὅστις ἐπειδὰν τῆς ὑμετέρας τύχῃ προσόψεως, ὅση παῤ ἐμοῦ αἰδοῦς τετύχηκε γνώσεσθε. Οὐ γὰρ θαυμαστὸν, εἵ τι δ̓ ἃν ὑπὲρ αὐτοῦ πεποίηκα. Καὶ γὰρ τὴν ἐμὴν ψυχὴν ἥ τε τοῦ ὑμετέρου πόθου εἰκὼν, καὶ τοῦ τηλικούτου ἀνδρὸς τὸ σχῆμα εἰς τοῦτο ἐκίνει καὶ προέτρεπεν.

993
Ἡ θεία πρόνοια ὑμᾶς διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί.—Μετὰ τούτων ὁ θεῖος Ἀθανάσιος ἀφίκετο τῶν γραμμάτων: πάντες δὲ αὐτὸν ἀσμένως ἀπέλαβον, καὶ ἀστοὶ καὶ χωρητικοὶ, καὶ ὀλίγοι καὶ πολλοί.

Μόνους δὲ ἠνία τῆς Ἀρείου μανίας τοὺς θιασώτας ἐπανελθών. Διὸ δὴ πάλιν τὰς οἰκείας ἐκίνησαν μηχανὰς Εὐσέβιός τε καὶ Θεογόνιος, καὶ ὅσοι τῆς τούτων ὑπῆρχον συμμορίας, καὶ πάλιν τὰς τοῦ βασιλέως νέου γε ὄντος διώρυττον ἀκοάς. Ἐρῶ δὲ καὶ ὅπως οὗτος ἐκ τῆς τῶν ἀποστολικῶν δογμάτων εὐθύτητος παρετράπη.

Ὅπως Κωνστάντιος ὁ βασιλεὺς τῆς ὀρθῆς πίστεως παρετράπη.

Κωνσταντία Λικιννίου μὲν ἐγεγόνει γαμετὴ, Κωνσταντίνου δὲ ἦν ἀδελφή. Ταύτῃ τις πρεσβύτερος, τὴν Ἀρειανικὴν εἰσδεξάμενος λώβην, συνήθης ἐγένετο, καὶ τὴν μὲν νόσον οὐ προφανῶς ἐδείκνυ: συνεχῶς δὲ αὐτῇ προσδιαλεγόμενος, ἔλεγε συκοφαντίαν ὑπομεμενηκέναι τὸν Ἄρειον. Ταύτην ὁ πανεύφημος Κωνσταντῖνος, μετὰ τὴν τοῦ δυσσεβοῦς ἀνδρὸς τελευτὴν, παντοδαπῆς κηδεμονίας ἠξίου, καὶ τῶν τῆς χηρείας ἀνιαρῶν πεῖραν οὐκ ἑ??ʼα λαβεῖν: καὶ παῤ αὐτὴν δὲ τὴν τελευτὴν παρῆν αὐτῇ, τὴν ἁρμόττουσαν θεραπείαν προσφέρων. Τότε δὴ τοῦτον κληθῆναι κελεύσασα τὸν πρεσβύτερον, τῆς τοῦ βασιλέως ἀξιοῦσθαι προμηθείας ἱκέτευσεν. Ὁ δὲ Κωνσταντῖνος καὶ τηνικαῦτα τοῦτο ποιήσειν ὑπέσχετο, καὶ μετὰ ταῦτα πεπλήρωκε τὴν ὑπόσχεσιν: μετέδωκε γὰρ αὐτῷ παῤῥησίας ὅτι μάλιστα πλείστης. Ἀλλ̓ ὅμως καὶ πολλῆς ἀξιούμενος θεραπείας, οὐκ ἐθάρσησεν ἀποκαλύψαι τὴν νόσον, βεβαίαν ὁρῶν περὶ τὰ θεῖα τοῦ βασιλέως τὴν γνώμην. Ἐπειδὴ δὲ Κωνσταντῖνος εἰς τὴν ἀνώλεθρον μεθιστάμενος βασιλείαν, τοῖς παισὶν ἐν διαθήκαις τὴν ἐπίκηρον ταύτην βασιλείαν διένειμεν, οὐδεὶς δὲ τούτων τελευτῶντι παρῆν, τούτῳ μόνῳ τῷ πρεσβυτέρῳ τὰς διαθήκας ἐπίστευσε, Κωνσταντίῳ ταύτας δοθῆναι κελεύσας.

Οὗτος γὰρ τῶν ἅλλων πλησιέστερος ῶν, πρὸ τῶν ἅλλων ἀφικέσθαι προσδόκιμος ἦν. Ἐντεῦθεν οὖτος τῷ Κωνσταντίῳ γενόμενος γνώριμος, ἀπέδωκε γὰρ τὰς διαθήκας ὡς προσετάχθη, συνήθης ἐγένετο, καὶ θαμὰ φοιτᾷν παῤ αὐτὸν ἐκελεύετο. Κατιδὼν δὲ εὔριπον τοῦ Κωνσταντίου τὴν γνώμην, καθάπερ καλάμοις ὑπ̓ ἀνέμων ἐναντίων τῇδε κἀκεῖσε κλινομένοις προσεοικυῖαν, ἐθάῤῥησε τὸν κατὰ τῶν εὐαγγελικῶν δογμάτων ἀναδέξασθαι πόλεμον. Καὶ τῶν Ἐκκλησιῶν δῆθεν τὴν ζάλην ὀλοφυρόμενος, αἰτίους ἔλεγε τοὺς τὴν ἄγραφον τοῦ ὁμοουσίου φωνὴν ἐντεθεικότας τῇ διδασκαλίᾳ τῆς πίστεως: καὶ τοῦτο καὶ τοῖς ἱερωμένοις, καὶ τοῖς πολλοῖς ἐργάζεσθαι τὴν διάστασιν. Ἐντεῦθεν Ἀθανασίου καὶ τῶν τὰ ἴσα φρονούντων κατηγορῶν, τὰς κατὰ τούτων ἐπιβουλὰς ἐτεκταίνετο. Τούτῳ συνεργῷ κεχρημένοι

996
Εὐσέβιός τε καὶ Θεογόνιος, καὶ Θεόδωρος ὁ Περίνθιος: ἐλλόγιμος δὲ διαφερόντως ὁ Θεόδωρος ἦν, καὶ δὴ καὶ τῶν θείων Εὐαγγελίων τὴν ἑρμηνείαν συνέγραψεν, Ἡρακλεώτην δὲ αὐτὸν ὀνομάζουσιν οἱ πολλοί: οὗτοι συνεχῶς, ἅτε δὴ γειτονεύοντες, τὸν βασιλέα ὁρῶντες, τὴν ἀπὸ τῆς ἐξορίας ἐπάνοδον Ἀθανασίου παμπόλλων ἔλεγον αἰτίαν γεγενῆσθαι κακῶν: καὶ οὐ μόνον τὴν Αἴγυπτον μεταλαγχάνειν τοῦ κλύδωνος, ἀλλὰ καὶ τὴν Παλαιστίνην, καὶ τὴν Φοινίκην, καὶ τὰ ἅλλα ὅμορα ἔθνη.

Περὶ τῆς τοῦ μακαρίου Ἀθανασίου δευτέρας ἐξορίας, καὶ τῆς Γρηγορίου καταστάσεώς τε καὶ τελευτῆς.

Τούτοις καὶ τοῖς τοιούτοις λόγοις τὴν κουφοτάτην αὐτοῦ πολιορκήσαντες γνώμην, ἔπεισαν αὐτὸν ἐξελάσαι τῆς Ἐκκλησίας τὸν Ἀθανάσιον. Ὁ δὲ προμαθὼν τὴν ἐπιβουλὴν, ὑπεχώρησε, καὶ τὴν Ἑσπέραν κατείληφε. Καὶ γάρ τῷ Ῥώμης ἐπισκόπῳ, Ἰούλιος δὲ τηνικαῦτα τὴν Ἐκκλησίαν ἐκείνην ἐποίμαινεν, οἱ περὶ Εὐσέβιον τὰς κατὰ Ἀθανασίου συντεθείσας συκοφαντίας ἐξέπεμψαν. Ὁ δὲ τῷ τῆς Ἐκκλησίας ἑπόμενος νόμῳ, καὶ αὐτοὺς καταλαβεῖν τὴν Ῥώμην ἐκέλευσε, καὶ τὸν θεῖον Ἀθανάσιον εἰς τὴν δίκην ἐκάλεσε. Καὶ οὗτος μὲν ἐξώρμησεν εὐθὺς, τὴν κλῆσιν δεξάμενος. Οἱ δὲ τὸ δρᾶμα εἰδότες, ὡς καὶ συντεθεικότες, εἰς μὲν τὴν Ῥώμην οὐκ ἀπῆλθον, εὐφώρατον εἰδότες τὸ ψεῦδος: ἔρημα δὲ τὰ πρόβατα τοῦ νομέως θεασάμενοι, λύκον αὐτοῖς ἀντὶ ποιμένος ἐπέστησαν: Γρηγόριος δὲ τούτῳ ὄνομα ἦν: ἒξ ἔτη δὲ θηρῶν ἀγρίων ὠμότερον τῇ ποίμνῃ χρησάμενος, δίκας ἔτισε τῆς πονηρίας, ὑπ̓ αὐτῶν πικρῶς διαφθαρεὶς τῶν προβάτων. Ἀθανάσιος δὲ πρὸς Κώνσταντα ἀφικόμενος, Κωνσταντῖνος γὰρ ὁ πρεσβύτερος πολεμῶν ἐτεθνήκει, τῆς Ἀρειανικῆς φάλαγγος τὰς ἐπιβουλὰς. ἀπωδύρετο, καὶ τὸν κατὰ τῆς ἀποστολικῆς πίστεως ὠλοφύρετο πόλεμον, καὶ τοῦ τε πατρὸς ἀνέμνησε, καὶ τῆς συνόδου τῆς μεγίστης, ἥν ἐκεῖνος συνέλεξε, καὶ ὡς τὰ παῤ ἐκείνων γραφέντα, τοῦ συνεδρίου κοινωνῶν, ἐκράτυνε νόμῳ. Τοιαῦτα ποτνιώμενος, εἰς τὸν πατρῷον ζῆλον τὸν βασιλέα διήγειρε. Παραυτίκα γὰρ τούτων ἀκούσας, ἐπέστειλε τῷ ἀδελφῷ, παραινῶν τῆς πατρῴας εὐσεβείας ἄσυλον φυλάξαι τὸν κλῆρον. Καὶ γὰρ ἐκεῖνος εὐσεβείᾳ τὴν βασιλείαν κρατύνας, καὶ τοὺς Ῥωμαίων τυράννους κατέλυσε, καὶ τοὺς ἐν κύκλῳ βαρβάρους ὑπέταξε. Τούτοις πεισθεὶς τοῖς γράμμασιν ὁ Κωνστάντιος, προσέταξεν εἰς τὴν Σαρδικὴν, Ἰλλυρικὴ δὲ αὕτη πόλις, τοῦ Δακῶν ἔθνους μητρόπολις, καὶ τοὺς τῆς Ἑῴας καὶ τοὺς τῆς Ἐσπέρας συνδραμεῖν ἐπισκόπους.

Πολλὰ γὰρ καὶ ἕτερα τῆς Ἐκκλησίας παθήματα τῆς συνοδικῆς θεραπείας ἐδεῖτο.

997

Περὶ Παύλου τοῦ γενομένου ἐπισκόπου Κωνσταντινουπόλεως.

Καὶ γὰρ Παῦλον ʽΚωνσταντινουπόλεως δὲ ἐπίσκοπος ἦν οὗτος, τῶν ὀρθῶν προκινδυνεὐων δογμάτων̓, οἱ τῆς Ἀρειανικῆς μετειληχότες νόσου ἐγράψαντο, ὡς στάσεως ἀρχηγόν: καὶ ἅλλα τινὰ προσθέντες, ἅ συκοφαντεῖν εἰώθεσαν τῆς εὐσεβείας τοὺς κήρυκας. Ἀλλὰ τοῦτον τηνικαῦτα οὐκ εἴασεν ὁ λεὼς εἰς τὴν Σαρδικὴν ἀπαχθῆναι, τὰς τῶν ἐναντίων ὀῤῥωδήσας ἐπιβουλάς. Μικρὸν δὲ ὕστερον, τὴν κουφοτάτην τοῦ βασιλέως παραπείσαντες γνώμην, τῆς μὲν βασιλευούσης ἐξωστράκισαν πόλεως, μετῴκισαν δὲ εἰς Κουκουσόν: πόλις δὲ αὕτη μικρὰ, πάλαι μὲν εἰς τὸ Καππαδοκῶν ἔθνος τελοῦσα, νῦν δέ γε τῇ Ἀρμενίᾳ τῇ δευτέρᾳ συναριθμουμένη.

Ἀλλ̓ οὐκ ἀπέχρησε τοῖς πάντα κυκῶσιν ἡ ἐν ἐρημίᾳ τοῦ θαυμασίου Παύλου διατριβή: πέμψαντες γὰρ τῆς μιαιφόνου γνώμης τοὺς ὑπουργοὺς, βιαίῳ θανάτῳ παρέδοσαν. Καὶ τοῦτο ἡμᾶς ὁ θεῖος ἐδίδαξεν Ἀθανάσιος, ἐν τῇ περὶ τῆς ἰδίας φυγῆς ἀπολογίᾳ καὶ ταῦτα προστεθεικώς: Τὸν γὰρ τῆς Κωνσταντινουπόλεως Παῦλον τὸν ἐπίσκοπον διώξαντες, καὶ εὑρόντες, προφανῶς ἀποπνιγῆναι πεποιήκασιν, ἐν τῇ λεγομένῃ Κουκουσῷ τῆς Καππαδοκίας, δήμιον ἐσχηκότες εἰς τοῦτο Φίλιππον τὸν γενόμενον ἔπαρχον: ἦν γὰρ καὶ τῆς αἱρέσεως αὐτῶν προστάτης, καὶ τῶν πονηρῶν βουλευμάτων ὑπηρέτης. Τοιαύτας μιαιφονίας ἡ Ἀρείου βεβλάστηκεν βλασφημία. Τῇ γὰρ κατὰ τοῦ Μονογενοῦς λύττῃ συμβαίνει τὰ κατὰ τῶν ἐκείνου θεραπόντων τολμήματα.

Περὶ Μακεδονίου, καὶ τῆς ἐπ̓ αὐτοῦ συστάσης αἱρέσεως.

Ἀλλὰ τοῦτον οὕτω θανάτῳ, μᾶλλον δὲ τῇ τῶν οὐρανῶν παραπέμψαντες βασιλείᾳ, Μακεδόνιον ἀντὶ τούτου προὐβάλοντο, ὁμογνώμονα τοῦτον ὑπειληφότες, ἐπειδὴ παραπλησίως αὐτοῖς ἐβλασφήμει τὸ πανάγιον Πνεῦμα. Ἀλλὰ μικρὸν ὕστερον καὶ τοῦτον ἐξήλασαν, κτίσμα λέγειν οὐκ ἀνασχόμενον, ὅν Υἱὸν ἡ θεία προσαγορεύει Γραφή. Οὗ δὲ χάριν οὗτος ἐκείνων ἀποκριθεὶς, ἰδίας αἱρέσεως προστάτης γεγένηται, ὁμοούσιον μὲν οὐδὲ οὗτος τῷ Πατρὶ τὸν Υἱὸν εἶναι λέγων, ὅμοιον δὲ εἶναι κατὰ πάντα τῷ γεγεννηκότι διδάσκων: κτιστὸν δὲ τὸ Πνεῦμα προφανῶς ὀνομάζων. Ταῦτα μὲν οὗν οὐ πολλῷ χρόνῳ ὕστερον οὕτω γέγονεν, ὡς εἰρήκαμεν.

Περὶ τῆς ἐν Σαρδικῇ γενομένης συνόδου.

Εἰς δὲ τὴν Σαρδικὴν πεντήκοντα μὲν καὶ διακόσιοι συνῆλθον ἀρχιερεῖς, ὡς διδάσκει τὰ παλαιὰ διηγήματα.

Ἀφίκετο δὲ καὶ ὁ μέγας Ἀθανάσιος, καὶ Ἀσκληπᾶς ὁ Γαζαῖος, οὗ καὶ πρόσθεν ἐμνήσθην,

1000
καὶ Μάρκελλος ὁ Ἀγκύρας τῆς Γαλατῶν μητροπόλεως, ὅς καὶ ἐπὶ τῆς μεγάλης συνόδου ἐπίσκοπος ἦν. Ἀφίκοντο δὲ καὶ οἱ τούτων κατήγοροι, καὶ οἱ τῆς αἱρετικῆς προστατεύοντες φάλαγγος, οἱ πάλαι τῶν περὶ τὸν Ἀθανάσιον γενόμενοι δικασταί. Ἀλλὰ τῆς συνόδου μεμαθηκότες τὸ ἀκλινὲς, καὶ τὴν ἐν τοῖς θείοις δόγμασιν ὑγείαν, οὐδὲ κληθέντες εἰσῆλθον εἰς τὸ συνέδριον, ἀλλ̓ ἀπέδρασαν σὺν τοῖς ἀδίκοις δικασταῖς καὶ οἱ κατήγοροι. Καὶ τοῦτο ἄμεινον διδάσκει τῆς συνόδου τὰ γράμματα, ʽ??ʼ σαφοῦς ἕνεκα διδασκαλίας ἐνθήσω τῇ συγγραφῇ.

Συνοδικὸν ὑπὸ τῶν αὐτόθι συνεληλυθότων ἐπισκόπων πρὸς τοὺς κατὰ τὴν οἰκουμένην ἐπισκόπους γραφέν.

Ἡ ἁγία σύνοδος ἡ κατὰ Θεοῦ χάριν ὲν Σαρδικῇ συναχθεῖσα, ἀπό τε Ῥώμης, καὶ Σπανίας, καὶ Γαλλίας, Ἰταλίας, Καμπανίας, Καλαβρίας, Ἀφρικῆς, Σαρδανίας, Παννονίας, Μυσίας, Δακίας, Δαρδανίας, ἄλλης Δακίας, Μακεδονίας, Θεσσαλίας, Ἀχαΐας, Ἠπείρων, Θρᾴκης, Ῥοδόπης, Ἀσίας, Καρίας, Βιθυνίας, Ἑλλησπόντου, Φρυγίας, Πισιδίας, Καππαδοκίας, Πόντου, Φρυγίας ἄλλης, Κιλικίας, Παμφυλίας, Λυδίας, νήσων Κυκλάδων, Αἰγύπτου, Θηβαΐδος, Λιβύης, Γαλατίας, Παλαιστίνης, Ἀραβίας, τοῖς πανταχοῦ ἐπισκόποις, καὶ συλλειτουργοῖς τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ἀγαπητοῖς ἀδελφοῖς ἐν Κυρίῳ χαίρειν.

Πολλὰ μὲν καὶ πολλάκις ἐτόλμησαν οἱ Ἀρειομανῖται κατὰ τῶν δούλων τοῦ Θεοῦ, τῶν τὴν πίστιν φυλαττόντων τὴν ὀρθήν. Νόθον γὰρ ὑποβαλόντες διδασκαλίαν, τοὺς ὀρθοδόξους ἐλαύνειν ἐπειράθησαν.

Τοσοῦτον δὲ λοιπὸν κατεπανέστησαν τῆς πίστεως, ὡς μηδὲ τὴν ἀκοὴν τῶν θεοφιλεστάτων βασιλέων λαθεῖν. Τοιγαροῦν τῆς χάριτος τοῦ Θεοῦ συνεργούσης, καὶ αὐτοὶ οἱ θεοφιλέστατοι βασιλεῖς συνήγαγον ἡμᾶς ἐκ διαφόρων ἐπαρχιῶν καὶ πόλεων, καὶ τήν ἁγίαν ταύτην σύνοδον ἐπὶ τὴν Σάρδεων πόλιν γενέσθαι δεδώκασιν: ἵνα πᾶσα μὲν διχόνοια περιαιρεθῇ, πάσης δὲ κακοπιστίας ἐξελαθείσης, ἡ εἰς τὸν Χριστὸν εὐσέβεια μόνη παρὰ πᾶσι φυλάττηται. Ἦλθον γὰρ ἀπὸ τῆς Ἑῴας ἐπίσκοποι, προτραπέντες καὶ αὐτοὶ παρὰ τῶν εὐσεβεστάτων βασιλέων, μάλιστα διόπερ ἐθρύλλουν πολλάκις περὶ τῶν ἀγαπητῶν ἀδελφῶν καὶ συλλειτουργῶν ἡμῶν, Ἀθανασίου τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρείας, καὶ Μαρκέλλου τοῦ ἐπισκόπου τῆς Ἀγκυρογαλατίας, καὶ Ἀσκληπᾶ τοῦ Γάζης.

Ἴσως γὰρ καὶ εἰς ὑμᾶς αὐτοὺς ἔφθασαν αἱ διαβολαὶ, καὶ ἴσως καὶ τὰς ὑμετέρας ἀκοὰς ἐπεχείρησαν παρασαλεῦσαι: ἵνα κατὰ μὲν τῶν ἀθώων ἃ

1001
λέγουσι πιστεύσητε, τὴν δὲ τῆς μοχθηρᾶς αἱρέσεως αὐτῶν ὐπόνοιαν ἐπικρύψωσιν. Ἀλλ̓ οὐκ ἐπὶ πολὺ ταῦτα ποιεῖν συνεχωρήθησαν. Ἔστι γὰρ ὁ προϊστάμενος τῶν Ἐκκλησιῶν Κύριος, ὁ ὑπὲρ τούτων καὶ ὑπὲρ πάντων ἡμῶν θάνατον ὑπομείνας, καὶ δἰ ἑαυτοῦ τὴν εἰς οὐρανοὺς ἄνοδον πᾶσιν ἡμῖν δεδωκώς. Πάλαι μὲν οὖν ἔγραψαν οἱ περὶ Εὐσέβιον καὶ Μάριν, καὶ Θεόδωρον, καὶ Θεογόνιον, καὶ Οὐρσάκιον, καὶ Οὐάλεντα, καὶ Μηνόφαντον, καὶ Στέφανον Ἰουλίῳ τῷ συλλειτουργῷ ἡμῶν, τῆς Ῥωμαίων Ἐκκλησίας ἐπισκόπῳ, κατὰ τῶν προειρημένων συλλειτουργῶν ἡμῶν, λέγω δὴ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας, καὶ Μαρκέλλου ἐπισκόπου Ἀγκυρογαλατίας, καὶ Ἀσκληπᾶ τοῦ Γάζης: ἔγραψαν δὲ καὶ οἱ ἀπὸ τῶν ἄλλων μερῶν ἐπίσκοποι, μαρτυροῦντες μὲν ἐπὶ τῇ καθαρότητι τοῦ συλλειτουργοῦ ἡμῶν Ἀθανασίου: τὰ δὲ παρὰ τῶν περὶ Εὐσέβιον γενόμενα οὐδὲν ἕτερον ἤ ψεύδη καὶ συκοφαντίας εἶναι μεστά. Εἰ καὶ τὰ μάλιστα ἐκ τοῦ κληθέντας αὐτοὺς παρὰ τοῦ ἀγαπητοῦ καὶ συλλειτουργοῦ Ἰουλίου μὴ ἀπαντῆσαι, καὶ ἐκ τῶν γραφέντων παρὰ τοῦ αὐτοῦ ἐπισκόπου Ἰουλίου φανερὰ τούτων ἡ συκοφαντία πέφηνεν.

Ἦλθον γὰρ ἃν, εἵπερ ἐθάῤῥουν οἶς ἔπραξαν, καὶ οἶς πεποιήκασι κατὰ τῶν συλλειτουργῶν ἡμῶν.

Ὅμως καὶ ἐξ ὧν πεποιήκασιν ἐν ταύτῃ τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, φανερωτέραν τὴν ἑαυτῶν συσκευὴν ἀπέδειξαν. Ἀπαντήσαντες γὰρ εἰς τὴν Σάρδεων πόλιν, ἰδόντες τε τοὺς ἀδελφοὺς ἡμῶν, Ἀθανάσιον, καὶ Μάρκελλον, καὶ Ἀσκληπᾶν, καὶ τοὺς ἄλλους, ἐφοβήθησαν εἰς κρίσιν ἐλθεῖν: καὶ οὐχ ἅπαξ, οὐδὲ δεύτερον, ἀλλὰ καὶ πολλάκις κληθέντες, οὐχ ὑπήκουσαν ταῖς κλήσεσι: καίτοι πάντων τῶν συνελθόντων ἐπισκόπων, μάλιστα τοῦ εὐγηροτάτου Ὀσίου, τοῦ καὶ διὰ τὸν χρόνον, καὶ διὰ τὴν ὁμολογίαν, καὶ διὰ τὸ τοσοῦτον κάματον ὑπομεμενηκέναι, πάσης τιμῆς τε καὶ αἰδοῦς τυγχάνοντος ἀξίου, ἀναμενόντων καὶ προτρεπομένων αὐτοὺς εἰς κρίσιν ἐλθεῖν, ἵνα ἅπερ ἀπόντων τῶν συλλειτουργῶν ἐθρύλλησαν, καὶ ἔγραψαν κατ̓ αὐτῶν, ταῦτα παρόντες ἐλέγξαι δυνηθῶσιν.

Ἀλλ̓ οὐκ ἦλθον κληθέντες, καθὼς προείπομεν, δεικνύντες καὶ ἐκ τούτων τὴν συκοφαντίαν αὐτῶν, καὶ μονονουχὶ τὴν ἐπιβουλὴν καὶ τὴν συσκευὴν, ἣν πεποιήκασι, βοῶντες διὰ τῆς παραιτήσεως. Οἱ γὰρ θαῤῥοῦντες οἷς λέγουσι, τούτοις καὶ εἰς πρόσωπον συστῆναι δύνανται Ἐπειδὴ δὲ οὐκ ἀπήντησαν, νομίζομεν λοιπὸν μηδένα ἀγνοεῖν, κἂν ἐκεῖνοι πάλιν κακουργεῖν ἐθελησ̔??ʼιν, ὅτι μηδὲν ἕχοντες κατὰ τῶν συλλειτουργῶν ἡμῶν ἐλέγξαι, τοὑτους μὲν διαβάλλουσιν ἀπόντας, παρόντας δὲ διαφεύγουσιν.

1004
Ἕφυγον γὰρ, ἀγαπητοὶ ʽ??ʼελφ̔??ʼ, οὐ μόνὁ??ʼδιὰ τὴν κατὰ τούτων συκοφαντίαν, ἀλλ̓ ὅτι καὶ τοὺς ἐπὶ διαφόροις ἐγκλήμασιν ἐγκαλοῦντας αὐτοῖς ἐθεώρουν ἀπαντήσαντας Δεσμὰ γὰρ ἦν καὶ σίδηρα προσφερόμενα, καὶ ἀπ̓ ἐξορίας ἐπανελθόντες ἅνθρωποι, καὶ παρὰ τῶν ἔτι κατεχομένων ἐν ἐξορίαις ἐλθόντες ἦσαν συλλειτουργοὶ, συγγενεῖς τε καὶ φίλοι τῶν δἰαὐτοὺς ἀποθανόντων παρεγένοντο: καὶ τὸ μέγιστον, ἐπίσκοποι παρῆσαν, ὧν ὁ μὲν τὰ σίδηρα καὶ τὰς κατήνας προέφερεν, ἃ δἰ αὐτοὺς ἐφόρεσεν: οἱ δὲ τὸν ἐκ τῆς διαβολῆς αὐτῶν θάνατον ἐμαρτύραντο.

Εἰς τοσοῦτον γὰρ ἔφθασαν ἀπονοίας, ὡς καὶ ἐπίσκοπον ἐπιχειρεῖν ἀνελεῖν, καὶ ἀνεῖλον ἄν, εἰ μὴ ἐξέφυγε τὰς χεῖρας αὐτῶν. Ἀνέστη γοῦν ὁ συλλειτουργὸς ἡμῶν ὁ μακαρίτης Θεόδουλος φέρων αὐτῶν τὴν διαβολήν: κεκέλευστο γὰρ ἐκ διαβολῆς αὐτῶν ἀποθανεῖν. Ἅλλοι δὲ ξιφῶν πληγὰς ἐπεδείκνυντο: ἄλλοι λιμὸν ὑπομεμενηκέναι παῤαὐτῶν ἀπωδύροντο.

Καὶ ταῦτα οὐχ οἱ τυχόντες ἐμαρτύρουν ἅνθρωποι, ἀλλ̓ Ἐκκλησίαι ὅλαι ἦσαν, ὑπὲρ ὦν οἱ ἀπαντήσαντες καὶ πρεσβεύοντες ἐδίδασκον στρατιώτας ξιφήρεις, ὄχλους μετὰ ῥοπάλων, δικαστῶν ἀπἑ??ʼλὰς, πλαστῶν γραμμάτων ὑποβολάς. Ἀνεγνώσθη γὰρ γράμματα τῶν περὶ Θεογόνιον πλαττομένων κατὰ τῶν συλλειτουργῶν ἡμῶν Ἀθανασίου, καὶ Μαρκέλλου, καὶ Ἀσκληπᾶ, ἵνα καὶ βασιλέα; κατ̓ αὐτῶν κινήσωσι καὶ ταῦτα ἤλεγξαν οἱ γενόμενοι τότε διάκονοι Θεογονίου. Πρὸς τούτοις παρθένων γυμνώσεις, ἐμπρησμοὺς ἐκκλησιῶν, φυλακὰς κ̔??ʼτὰ τῶν συλλειτουργῶν: καὶ ταῦτα πάντα δἰ οὐδὲν ἕτερον, ἢ διὰ τὴν δυσώνυμον αἵρεσιν τῶν Ἀρειομανιτῶν.

Οἱ γὰρ παραιτούμενοι τὴν πρὸς τούτους κοινωνίαν, ἀνάγκην εἶχον πειρασθῆναι τούτων. Ταῦτα τοίνυν συνορῶντες, εἰς στενὸν εἶχον τὰ τῆς προαιρέσεως.

Αἰσχυνόμενοι γὰρ ἅ δεδράκασι, διὰ τὸ μὴ δύνασθαι ἔτι ταῦτα κρύπτεσθαι, ἀπήντησαν εἰς τὴν Σάρδεων πόλιν, ἵνα διὰ τῆς ἀφίξεως ὑπόνοιαν ὡς μὴ πλημμελήσαντες δόξωσιν ἀποφέρεσθαι. Ἰδόντες ὁ??ʼν τοὺς παῤ αὐτῶν συκοφαντηθέντας, καὶ τοὺς παῤ αὐτῶν παθόντας, τοὺς κατηγόρους, τοὺς ἐλέγχους πρὸ ὀφθαλμῶν ἔχοντες, εἰσελθεῖν οὐκ ἐβούλοντο κληθέντες. Καίτοι τῶν συλλειτουργῶν ἡμῶν Ἀθανασίου, καὶ Μαρκέλλου, καὶ Ἀσκληπᾶ πολλῇ τῇ παῤῥησίᾳ χρωμένων, καὶ ἀποδυρομένων, καὶ προκαλουμένων

1005
αὐτοὺς, καὶ ἐπαγγελλομένων μὴ μόνον ἐλέγχειν τὴν συκοφαντίαν, ἀλλὰ καὶ δεικνύναι ὅσα κατὰ τῶν Ἐκκλησιῶν αὐτῶν ἐπλημμέλησαν. Οἱ δὲ τοσούτῳ φόβῳ τοῦ συνειδότος κατεσχέθησαν, ὡς φυγεῖν αὐτοὺς, καὶ διὰ τῆς φυγῆς τὴν συκοφαντίαν αὐτῶν ἐλέγξαι, καὶ ἅπερ ἐπλημμέλησαν διὰ τῶν δρασμῶν ὁμολογῆσαι.

Εἰ καὶ τὰ μάλιστα οὑ μόνον ἐκ τῶν προτέρων, ἀλλὰ καὶ ἐκ τούτων ἡ κακοτροπία καὶ ἡ συκοφαντία αὐτῶν δείκνυται: ὅμως ἵνα μηδὲ ἐκ φυγῆς πρόφασίν τινα ἑτέρας κακουργίας πορίσασθαι δυνηθῶσιν, ἐσκεψάμεθα κατὰ τὸν τῆς ἀληθείας λόγον τὰ παῤ ἐκείνων δραματουργηθέντα ἐξετάσαι. Καὶ τοῦτο προθέμενοι, εὑρήκαμεν αὐτοὺς ἐκ τῶν πραχθέντων συκοφάντας, καὶ μηδὲν ἕτερον ἢ ἐπιβουλὴν κατὰ συλλειτουργῶν ἡμῶν πεποιηκότας. Ὅν γάρ ἔλεγον παρὰ Ἀθανασίου πεφονεῦσθαι Ἀρσένιον, οὗτος ζῇ, καὶ ἐν τοῖς ζῶσιν ἐξετάζεται. Ἀπὸ δὲ τούτου καὶ τὰ περὶ τῶν ἄλλων θρυλληθέντων π̔??ʼῤ αὐτῶν φαίνεται πλάσματα. Ἐπειδὴ δὲ καὶ περὶ ποτηρίου ἐθρύλλουν, ὡς κλασθέντος παρὰ Μακαρίου τοῦ πρεσβυτέρου Ἀθανασίου, ἐμαρτύρησαν μὲν αὐτοῖς οἱ παραγενόμενοι ἀπὸ τῆς Ἀλεξανδρείας καὶ Μαρεώτου, καὶ τῶν λοιπῶν τόπων, ὅτι μηδὲν τούτων πέπρακται. Καὶ οἱ ἐπίσκοποι δὲ γράψαντες οἱ ἀπὸ τῆς Αἰγύπτου πρὸς Ἰούλιον τὸν συλλειτουργὸν ἡμῶν, ʽ??ʼκαν̔??ʼς διεβεβαιοῦντο, μηδὲ ὑπόνοιαν ὅλως τοιαύτην ἐκεῖ γεγενῆσθαι. Ἄλλως τε ἃ λέγουσιν ὑπομνήματα ἔχειν κατ̓ αὐτοῦ, κατὰ μονομέρειαν συνέστηκε γεγενῆσθαι. Καὶ ὅμως καὶ ἐν τοῖς ὑπομνήμασι τούτοις ἐθνικοὶ καὶ κατηχούμενοι ἠρωτῶντο: ἐξ ὧ??ʼ εἷς κατηχούμενος ἐρωτώμενος, ἔφασκεν ἔνδον ἑ??ʼναι, ὅτε Μακάριος ἐπέστη τῷ τόπῳ: καὶ ἕτερος ἐρωτώμενος ἔλεγε, τὸν θρυλλούμενον παῤαὐτῶν Ἰσχύραν νοσοῦντα τότε κατακεῖσθαι ἐν κελλίῳ: ὡς ἀπὸ τούτου φαίνεσθαι, μηδ ʼὅλως γεγενῆσθαί τι τῶν μυστηρίων, διὰ τὸ τοὺς κατηχουμένους ἔνδον εἶναι, καὶ τὸν Ἰσχύραν μὴ παρεῖναι, ἀλλὰ νοσοῦντα κατακεῖσθαι.

Καὶ γὰρ καὶ αὐτὸς ὁ παμπόνηρος Ἰσχύρας, ψευσάμενος ἐπὶ τῷ εἰρηκέναι κεκαυκέναι τὸν Ἀθανάσιόν τινα τῶν θείων̔??ʼβιβλίων, καὶ διηλέγχθαι, ὡμολόγησε κατ̓ ἐκεῖνο καιροῦ νοσεῖν, ὅτε Μακάριος παρῆν, καὶ κατακεῖσθαι, ὡς καὶ ἐκ τούτου συκοφάντην αὐτὸν δείκνυσθαι. Ἀμέλει τῆς συκοφαντίας αὐτῆς μισθὸν τῷ Ἰσχύρᾳ δεδώκασιν ἐπισκοπῆς ὄνομα, τῷ μηδὲ πρεσβυτέρῳ τυγχάνοντι. Ἀπαντήσαντες γὰρ δύο πρεσβύτεροι, οἱ σὺν Μελιτίῳ παραγενόμενοι, ὕστερον δὲ παρὰ τοῦ Μακαρίου Ἀλεξάνδρου τοῦ γενομένου ἐπισκόπου Ἀλεξανδρείας προσδεχθέντες, καὶ νῦν σὺν Ἀθανασίῳ ὄντες, ἐμαρτύρησαν

1008
μηδὲ πώποτε τοῦτον πρεσβύτερον γεγενῆσθαι, μηδὲ ὅλως ἐσχηκέναι Μελίτιον εἰς τὸν Μαρεώτην Ἐκκλησίαν ἢ λειτουργόν. Καὶ ὅμως τὸν μηδὲ πρεσβύτερον τυγχάνοντα νῦν ὡς ἐπίσκοπον ἤγαγον, ἵνα τῷ ὀνόματι τούτῳ δόξωσιν ἐπὶ τῆς συκοφαντίας καταπλήττειν τοὺς ἀκούοντας.

Ἀνεγνώσθη δὲ καὶ τὸ σύγγραμμα τοῦ συλλειτουργοῦ ἡμῶν Μαρκέλλου, καὶ εὑρέθη τῶν περὶ Εὐσέβιον ἡ κακοτεχνία. Ἅ γὰρ ὡς ζητῶν ὁ Μάρκελλος εἴρηκε, ταῦθ̓ ὡς ὡμολογημένα διαβεβλήκασιν. Ἀνεγνώσθη οὗν τὰ ἐξῆς καὶ τὰ πρὸ αὐτῶν τῶν ζητημάτων, καὶ ὀρθὴ ἡ πίστις τοῦ ἀνδρὸς εὑρέθη. Οὕτε γὰρ ἀπὸ τῆς ἁγίας Μαρίας, ὡς αὐτοὶ διεβεβαιώσαντο, ἀρχὴν ἐδίδου τῷ Θεῷ Λόγῳ, οὔτε τέλος ἔχειν τὴν βασιλείαν αὐτοῦ, ἀλλὰ καὶ τὴν βασιλείαν ἄναρχον καὶ ἀκατάπαυστον εἷναι τὴν τούτου ἔγραψε. Ἀσκληπᾶς δὲ ὁ συλλειτουργὸς προσήνεγκεν ὑπομνήματα γεγενημένα ἐν Ἀντιοχείᾳ, παρόντων καὶ τῶν κατηγόρων, καὶ Εὐσεβίου τοῦ ἀπὸ Καισαρέων, καὶ ἐκ τῶν ἀποφάσεων τῶν δικασάντων ἐπισκόπων ἔδειξεν ἑαυτὸν ἀθῶον εἶναι.

Εἰκότως οὖν, ἀδελφοὶ ἀγαπητοὶ, καλούμενοι πολλάκις οὐχ ὑπακούουσιν, εἰκότως ἔφυγον. Ὑπὸ γὰρ τοῦ συνειδότος ἐλαυνόμενοι, φυγῇ τἀς ἑαυτῶν συκοφαντίας ἐβεβαίωσαν, καὶ πιστευθῆναι τὰ κατ̓ αὐτῶν πεποιήκασιν, ἅπερ παρόντες οἱ κατηγοροῦντες ἔλεγον καὶ ἐπεδείκνυντο. Ἔτι τοίνυν πρὸς τούτοις πᾶσι, καὶ τοὺς πάλαι κατηγορηθέντας καὶ ἐκβληθέντας διὰ τὴν Ἀρείου αἵρεσιν, οὐ μόνον ἐδέξαντο, ἀλλὰ καὶ εἰς μείζονα βαθμὸν προήγαγον, διακόνους μὲν εἰς πρεσβυτέριον, ἀπὸ δὲ πρεσβυτέρων εἰς ἐπισκοπὴν, δἰ οὐδὲν ἕτερον, ἢ ἵνα τὴν ἀσέβειαν διασπεῖραι καὶ πλατῦναι δυνηθῶσι, καὶ τὴν εὐσεβῆ διαφθείρωσι πίστιν.

Εἰσὶ δὲ τούτων μετὰ τοὺς περὶ Εὐσέβιον νῦν ἔξαρχοι, Θεόδωρος ἀπὸ Ἠρακλείας, Νάρκισσος ἀπὸ Νερωνιάδος τῆς Κιλικίας, Στέφανος ἀπὸ Ἀντιοχείας, Γεώργιος ἀπὸ Λαοδικείας, Ἀκάκιος ἀπὸ Καισαρείας τῆς Παλαιστίνης, Μηνόφαντος ἀπὸ Ἐφέσου τῆς Ἀσίας, Οὐρσάκιος ἀπὸ Σιγγιδούνου τῆς Μυσίας, Οὐάλης ἀπὸ Μυρσῶν τῆς Παννονίας. Καὶ γὰρ οὗτοι τοῖς σὺν αὐτοῖς ἐλθοῦσιν ἀπὸ τῆς ἑῴας οὐκ ἐπέτρεπον, οὔτε εἰς τὴν ἁγίαν σύνοδον ἐλθεῖν, οὔτε ὅλως εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ παραβαλεῖν συνεχώρησαν.

Καὶ ἐρχόμενοι δὲ ἑ??ʼς τὴν Σαρδικὴν, κατὰ τόπους συνόδους ἐποιοῦντο πρὸς ἑαυτοὺς, καὶ συνθήκας μετὰ ἀπειλῶν, ὥστε ἐλθόντας αὐτοὺς εἰς τὴν Σαρδικὴν, μηδ̓ ὅλως εἰς τὴν κρίσιν ἐλθεῖν, μήτε ἐπὶ τὸ αὐτὸ συνελθεῖν τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, ἀλλὰ μόνον ἐλθόντας, καὶ ἐπὶ ἀφοσιώσει τὴν ἑαυτῶν ἐπιδημίαν ἐπιδειξαμένους, ταχέως φυγεῖν. Ταῦτα γὰρ γνῶναι δεδυνάμεθα παρὰ τῶν συλλειτουργῶν ἡμῶν Μακαρίου ἀπὸ Παλαιστίνης, καὶ Ἀστερίου ἀπὸ Ἀραβίας, τῶν ἐλθόντων σὺν αὐτοῖς, καὶ ἀναχωρησάντων ἀπὸ τῆς ἀπιστίας αὐτῶν. Οὗτοι γὰρ

1009
ἐλθόντες ʽ??ʼἰς τὴν ἁγίαν σύνοδον, τὴν μὲν βίαν ἥν ἔπαθον ἀπωδύροντο, οὐδὲν δὲ παῤαὐτῶν ὀρθὸν ἔλεγον πράττεσθαι, προστιθέντες καὶ τοῦτο, ὡς ἅρα εἷεν ἐκεῖ πολλοὶ τῆς ὀρθῆς ἀντιποιούμενοι δόξης, καὶ κωλυόμενοι ἐξ αὐτῶν ἐλθεῖν ἐνταῦθα, καὶ διὰ τὸ ἀπειλεῖν καὶ ἐπαγγέλλεσθαι κατὰ τῶν βουλομένων ἀναχωρεῖν ἀπ̓ αὐτῶν. Τούτου γοῦν ἕνεκα καὶ ἐν ἑνὶ οἴκῳ πάντας μεῖναι ἐσπούδασαν, μηδὲ τὸ βραχύτατον ἰδιάζειν αὐτοῖς ἐπιτρέψαντες.

Ἐπεὶ οὗν οὐκ ἕδει παρασιωπῆσαι, οὐδὲ ἀνεκοικήτους ἐᾶσαι τὰς συκοφαντίας, τὰ δεσμὰ, τοὺς φόνους, τὰς πληγὰς, τὰς ἐπὶ τῶν πλαστῶν ἐπιστολῶν συσκευὰς, τὰς αἰκίας, τὰς γυμνώσεις τῶν παρθένων, τὰς ἐξορίας, τὰς καταλύσεις τῶν ἐκκλησιῶν, τοὺς ἐμπρησμοὺς, τὰς μεταθέσεις ἀπὸ μικρῶν πόλεων εἰς μείζονας παροικίας, καὶ πρό γε πάντων τὴν κατὰ τῆς ὀρθῆς πίστεως νῦν ἐπαναστᾶσαν δυσώνυμον Ἀρειανὴν αἵρεσιν δἰ αὐτῶν: τούτου γοῦν ἕνεκεν, τοὺς μὲν ἀγαπητοὺς ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργοὺς, Ἀθανάσιον τὸν τῆς Ἀλεξανδρείας ἐπίσκοπον, καὶ Μάρκελλον τὸν τῆς Ἀγκυρογαλατίας, καὶ Ἀσκληπᾶν τὸν Γάζης, καὶ τοὺς σὺν αὐτοῖς συλλειτουργοῦντας τῷ Κυρίῳ, ἀθώους καὶ καθαροὺς ἑ??ʼναι ἀπεφηνάμεθα, γράψαντες καὶ εἰς τὴν ἑκάστου παροικίαν, ὥστε γινώσκειν ἑκάστης Ἐκκλησίας τοὺς λαοὺς τοῦ ἰδίου ἐπισκόπου τὴν καθαρότητα: καὶ τοῦτον μὲν ἔχειν ἐπίσκοπον καὶ προσδοκᾷν: τοὺς δὲ εἰς τὰς ἐκκλησίας αὐτῶν ἐπελθόντας δίκην λύκων, Γρηγόριον τὸν ἐν Ἀλεξανδρείᾳ, Βασίλειον τὸν ἐν Ἀγκύρᾳ, καὶ Κυντιανὸν τὸν ἐν Γάζῃ, τούτους μηδὲ ἐπισκόπους ὀνομάζειν, μηδὲ Χριστιανοὺς, μηδὲ ὅλως κοινωνίαν τινὰ πρὸς αὐτοὺς ἔχειν, μηδὲ δέχεσθαί τινα παῤ αὐτῶν γράμματα, μήτε γράφειν πρὸς αὐτούς. Τοὺς δὲ περὶ Θεόδωρον τὸν ἀπὸ Ἡρακλείας τῆς Εὐρώπης, καὶ νάρκισσον τὸν ἀπὸ Νερωνιάδος τῆς Κιλικίας, Ἀκάκιον τὸν ἀπὸ Καισαρείας τῆς Παλαιστίνης, καὶ Στέφανον ἀπὸ Ἀντιοχείας, καὶ Οὐρσάκιον ἀπὸ Σιγγιδούνου τῆς Μυσίαι, καὶ Ὁ??ʼάλεντα τὸν ἀπὸ Μυρσῶν τῆς Παννονίας, καὶ Μηνόφαντον ἀπὸ Ἐφέσου, καὶ Γεώργιον τὸν ἀπὸ Λαοδικείας, εἰ καὶ φοβηθεὶς μὴ παρεγένετο ἁπὸ τῆς

1012
Ἑῴας: ὅμως διὰ τὸ ἀπὸ τοῦ μακαρίου Ἀλεξάνδρου τοῦ γενομένου ἐπισκόπου Ἀλεξανδρείας καθῃρῆσθαι αὐτὸν, καὶ διὰ τὸ καὶ τοῦτον σὺν αὐτοῖς τῆς Ἀρείου μανίας εἶναι, καὶ διὰ τὰ ἐπενεχθέντα αὐτοῖς ἐγκλήματα, τούτους παμψηφεὶ καθεῖλεν ἡ ἁγία σύνοδος ἀπὸ τῆς ἐπισκοπῆς: καὶ ἐκρίναμεν μὴ μόνον αὐτοὺς ἐπισκόπους μὴ εἷναι, ἀλλὰ μηδὲ κοινωνίας μετὰ τῶν πιστῶν αὐτοὺς καταξιοῦσθαι. Τοὺς γὰρ χωρίζοντας τῆς τοῦ Πατρὸς οὐσίας καὶ θεότητος τὸν Υἱὸν, καὶ ἀπαλλοτριοῦντας τὸν Λόγον ἀπὸ τοῦ Πατρὸς, χωρίζεσθαι ἀπὸ τῆς καθολικῆς Ἐκκλησίας προσήκει, καὶ ἀλλοτρίους εἶναι τῶν Χριστιανῶν ὀνόματος.

Ἔστωσαν τοίνυν ὑμῖν καὶ πᾶσιν ἀνάθεμα, διὰ τὸ κεκαπηλευκέναι αὐτοὺς τὸν λόγον τῆς ἀληθείας.

Ἀποστολικὸν γάρ ἐστι παράγγελμα: Εἰ τις ὑμᾶς εὐαγγελίζεται παῤ ὅ παρελάβετε, ἀνάθεμα ἔστω. Τούτοις μηδένα κοινωνεῖν παραγγείλατε οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος. Τούτους πάντας μακρὰν ποιεῖτε: οὐδεμία γὰρ συμφωνία Χριστῷ πρὸς Βελίαρ: καὶ φυλάξασθε ἀδελφοὶ ἀγαπητοὶ, μήτε γράφειν πρὸς αὐτοὺς, μήτε γράμματα παῤ αὐτῶν δέχεσθαι. Σπουδάσατε δὲ καὶ ὑμεῖς, ἀγαπητοὶ ἀδελφοὶ καὶ συλλειτουργοὶ, ὡς τῷ πνεύματι παρόντες, τῇ συνόδῳ ἡμῶν συναινέσαι, καὶ ψηφίσασθαι δἰ ὑπογραφῆς ὑμετέρας, ὑπὲρ τοῦ παρὰ πάντων τῶν ἀπανταχοῦ συλλειτουργῶν ἡμῶν ὀμοφωνίαν διασώζεσθαι. Ἀποκηρύττομεν δὲ ἐκείνους, καὶ ἐξορίζομεν τῆς καθολικῆς Ἐκκλησίας, τοὺς διαβεβαιουμένους, ὅτι Θεός ἐστιν ὁ Χριστὸς δηλονότι, ἀλλὰ μὴν ἀληθινὸς θεὸς οὐκ ἔστιν: ὅτι Υἱός ἐστι, ἀλλὰ ἀληθινὸς Υἱὸς οὐκ ἔστιν: ὅτι γεννητός ἐστιν ἅμα καὶ ἀγέννητος. Οὕτως ἑαυτοὺς νοεῖν τὸν γεγεννημένον ὁμολογοῦσιν, ὅτι οὕτως εἶπον: Τὸ γεγεννημένον ἐστί καὶ ὅτι τοῦ Χριστοῦ πρὸ αἰώνων ὄντος, διδόασιν αὐτῷ ἀρχὴν καὶ τέλος, ὅσπερ οὐκ ἐν καιρῷ, ἀλλὰ πρὸ παντὸς χρόνου γένεσιν ἔχει.

Καὶ ὑπόγυιον δὲ δύο ἔχεις ἀπὸ τῆς ἀσπίδος τῆς Ἀρειανῆς ἐγεννήθησαν, Οὐάλης καὶ Οὐρσάκιος, οἵτινες καυχῶνται καὶ οὐκ ἀμφιβάλλουσι λέγοντες ἑαυτοὺς Χριστιανοὺς εἶναι, καὶ ὅτι ὁ Λόγος, καὶ ὅτι τὸ Πνεῦμα καὶ ἐσταυρώθη, καὶ ἐσφάγη, καὶ ἀπέθανεν, καὶ ἀνέστη: καὶ ὅτιπερ τὸ τῶν αἱρετικῶν σύστημα φιλονεικεῖ, διαφόρους εἶναι τὰς ὑποστάσεις τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, καὶ εἶναι κεχωρισμένας. Ἡμεῖς δὲ ταύτην παρειλήφαμεν καὶ δεδιδάγμεθα, καὶ ταύτην ἔχομεν τὴν καθολικὴν παράδοσιν. καὶ πίστιν, καὶ ὁμολογίαν, μίαν εἶναι ὑπόστασιν, ἣν αὐτοὶ οἱ αἱρετικοὶ οὐσίαν προσαγορεύουσι, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ εἰ ζητοῖεν, τίς τοῦ Υἱοῦ ἡ ὑπόστασίς ἐστιν, ὁμολογοῦμεν ὡς αὕτη ἦν ἡ μόνη τοῦ Πατρὸς ὁμολογουμένη: μηδέ ποτε Πατέρα χωρὶς Υἱοῦ, μηδὲ Υἱὸν χωρὶς Πατρὸς γεγενῆσθαι, μηδὲ εἶναι δύνασθαι,

1013
ὅ ἐστι Λόγος, Πνεῦμα οὐκ ἔχων. Ἀτοπώτατον γάρ ἐστι λέγειν, ποτὲ Πατέρα γεγενῆσθαι χωρὶς Υἱοῦ, μήτε ὀνομάζεσθαι, μήτε εἶναι δύνασθαι: ἔστιν αὐτοῦ μαρτυρία τοῦ Υἱοῦ, λέγουσα: Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί: καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Οὐδεὶς ἡμῶν ἀρνεῖται τὸν γεγεννημένον, ἀλλὰ γεγεννημένον πρὸ πάντων, ἅπερ ἀόρατα καὶ ὁρατὰ προσαγορεύεται, ποιητὴν καὶ τεχνίτην καὶ ἀρχαγγέλων καὶ ἀγγέλων, καὶ κόσμου, καὶ ἀνθρωπίνου γένους, ὅτι φησίν: Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία: καὶ: Πάντα δἰ αὐτοῦ ἐγένετο. Οὐ πάντοτε γὰρ εἶναι ἡδύνατο, εἰ ἀρχὴν ἔλαβεν, ὅτι ὁ πάντοτε ὣν ἀρχὴν οὐκ ἔχει Λόγος: Θεὸς δὲ οὐδέποτε ὑπομένει τέλος. Οὐ λέγομεν τὸν Πατέρα Υἱὸν εἶναι, οὐδὲ πάλιν τὸν Υἱὸν Πατέρα εἶναι: ἀλλ̓ ὁ Πατὴρ Πατήρ ἐστι, καὶ ὁ Υἱὸς Πατρὸς Υἱός. Ὁμολογοῦμεν δύναμιν εἶναι τοῦ Πατρὸς τὸν Υἱόν. Ὁμολογοῦμεν τὸν Λόγον Θεοῦ Πατρὸς εἶναι, παῤ ὅν ἕτερος οὐκ ἔστιν: καὶ τὸν Λόγον ἀληθῆ Θεὸν, καὶ σοφίαν, καὶ δύναμιν.

Ἀληθῆ δὲ Υἱὸν παραδιδόαμεν: ἀλλ̓ οὐχ ὥσπερ οἱ λοιποὶ υἱοὶ προσαγορεύονται, τὸν Υἱὸν λέγομεν: ὅτι ἐκ̔??ʼῖνοι ἢ διὰ τοῦτον θεοὶ εἶεν τοῦ ἀναγεννᾶσθαι χάριν, ἢ διὰ τὸ καταξιωθῆναι υἱοὶ προσαγορεύονται, οὐ διὰ τὴν μίαν ὑπόστασιν, ἥτις ἐστὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Ὁμολογοῦμεν Μονογενῆ, καὶ Πρωτότοκον: ἀλλὰ μονογενῆ τὸν Λόγον, ὅς πάντοτε ἦν καὶ ἔστιν ἐν τῷ πατρί: τὸ πρωτότοκος δὲ, τῷ ἀνθρώπῳ. Διαφέρει δὲ τῇ κοινῇ κτίσει , ὅτι καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν. Ὁμολογοῦμεν εἶναι Θεόν: ὁμολογοῦμεν μίαν Πατρὸς καὶ Υἱοῦ Θεότητα. Οὐδέ τις ἀρνεῖται ποτὲ τὸν Πατέρα τοῦ Υἱοῦ μείζονα, οὐ δἰ ἄλλην ὑπόστασιν, οὐδὲ διὰ τὴν διαφορὰν, ἀλλ̓ ὅτι αὐτὸ τὸ ʽ??ʼομα τοῦ Πατρὸς μεῖζόν ἐστι τοῦ Υἱοῦ. Αὕτη δὲ αὐτῶν ἡ βλάσφημος καὶ διεφθαρμένη ἑρμηνεία: τούτου ἕνεκα εἰρηκέναι αὐτὸν φιλονεικοῦσιν: Ἐγὼ καὶ ὁ

1016
Πατὴρ ἕν ἐσμεν, διὰ τὴν συμφωνίαν καὶ τὴν ὁμόνοιαν.

Κατέγνωμεν δὲ πάντες οἱ καθολικοὶ τῆς μωρᾶς καὶ οἰκτρᾶς αὐτῶν διανοίας. Καὶ ὥσπερ γὰρ οἱ ἁ̓??ʼθρωποι θνητοὶ, ἐπειδὴ διαφέρεσθαι ἤρξαντο, προσκεκρουκότες διχονοοῦσι, καὶ εἰς διαλλαγὴν ἐπάνεισιν, οὕτως διάστασις καὶ διχόνοια μεταξὺ Πατρὸς Θεοῦ παντοκράτορος καὶ τοῦ Υἱοῦ εἶναι δύναται λέγουσιν, ὅπερ ἀτοπώτατον καὶ ὑπονοῆσαι καὶ ὑπολαβεῖν.

Ἡμεῖς δὲ καὶ πιστεύομεν καὶ διαβεβαιούμεθα, καὶ οὕτω νοοῦμεν, ὅτι ἡ ἱερὰ φωνὴ ἐλάλησεν: Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἔσμεν, καὶ διὰ τὴν τῆς ὑποστάσεως ἑνότητα, ἥτις ἐστὶ μία τοῦ Πατρὸς, καὶ μία τοῦ Υἱοῦ. Καὶ τοῦτο δὲ πιστεύομεν, πάντοτε, ἀνάρχως, καὶ ἀτελευτήτως τοῦτον μετὰ τοῦ Πατρὸς βασιλεύειν, καὶ μὴ ἔχειν μήτε χρόνον διορίζοντα, μήτε ἐκλείπειν αὐτοῦ τὴν βασιλείαν: ὅτι ὅ πάντοτέ ἐστιν, οὐδέ ποτε τοῦ εἶναι ἤρξατο, οὐδὲ ἐκλείπειν δύναται. Πιστεύομεν δὲ καὶ περιλαμβάνομεν τὸν παράκλητον τὸ ἄγιον Πνεῦμα, ὅπερ ἡμῖν αὐτὸς ὁ Κύριος καὶ ἐπηγγείλατο καὶ ἔπεμψε, καὶ τοῦτο πιστεύομεν πεμφθέν. Καὶ τοῦτο οὐ πέπονθεν, ἀλλ̓ ὁ ἄνθρωπος ὄν ἐνεδύσατο, ὄν ἀνέλαβεν ἐκ Μαρίας τῆς Παρθένου, τὸν ἄνθρωπον τὸν παθεῖν δυνάμενον, ὅτι ἄνθρωπος θνητὸς, Θεὸς δὲ ἀθάνατος. Πιστεύομεν, ὅτι τῇ τρίτη ἡμέρᾳ ἀνέστη, οὐχ ὁ Θεὸς ἐν τῷ ἀνθρώπῳ, ἀλλ̓ ὁ ἄνθρωπος ἐν τῷ Θεῷ ἀνέστη, ὅντινα καὶ προσήνεγκε τῷ Πατρὶ ἑαυτοῦ δῶρον, ὃν ἠλευθέρωσεν ἐκ τῆς ἁμαρτίας καὶ τῆς φθορᾶς. Πιστεύομεν δὲ ὅτι εὐθέτῳ καιρῷ καὶ ὡρισμένῳ πάντας καὶ περὶ πάντων αὐτὸς κρινεῖ. Τοσαύτη δὲ αὐτῶν ἐστιν ἡ ἄνοια, καὶ οὕτω παχεῖ σκότει ἡ διάνοια αὐτῶν ἐκτετύφλωται, ἵνα μὴ δυνηθῶσιν ἰδεῖν τὸ φῶς τῆς ἀληθείας.

Οὐ συνιᾶσιν ᾦ λόγῳ εἴρηται: Ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἔν ὧσι. Σαφές ἐστι διὰ τί ἔν: ὅτι οἱ ἀπόστολοι Πνεῦμα ἄγιον τοῦ Θεοῦ ἔλαβον, ἀλλ̓ ὅμως αὐτοὶ οὐκ ἦσαν Πνεῦμα, οὐδέ τις αὐτῶν ἤ Λόγος, ἤ σοφία, ἣ δύναμις ἦν, οὐδὲ Μονογενὴς ἦν. Ὥσπερ ἐγὼ, φησὶν, καὶ σὺ ἓν ἐσμεν, οὕτως καὶ αὐτοὶ ἐν ἡμῖν ἔν ὦσιν. Ἀλλὰ καὶ ἀκριβῶς διέστειλε ἡ θεία φωνή: Ἐν ἡμῖν ἕν ὧσι, φησίν. Οὐκ εἶπεν, Ὥσπερ ἡμεῖς ἔν ἐσμεν, ἐγὼ καὶ ὁ Πατήρ: ἀλλ̓ ἵνα οἱ μαθηταὶ ἐν αὐτοῖς σύζυγοι καὶ ἡνωμένοι ἔν ὧσι τῇ πίστει καὶ ὁμολογίᾳ, καὶ ἐν τῇ χάριτι καὶ εὐσεβείᾳ τῇ τοῦ Θεοῦ Πατρὸς, καὶ τῇ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν συγχωρήσει καὶ ἀγάπῃ ἓν εἶναι δυνηθῶσιν.

Ἐκ τῶνδε τῶν γραμμάτων ἔστι μαθεῖν, τῶν μὲν κατηγόρων τὴν συκοφαντίαν, τῶν δὲ πάλαι δικασάντων τὴν ἀδικίαν, καὶ πρὸς τούτοις, τῶν δογμάτων τὴν ὑγείαν, Οὐ γὰρ μόνον τὰ περὶ τῆς θείας ἡμᾶς ἐδίδαξαν φύσεως οἱ μακάριοι Πατέρες: ἀλλὰ καὶ τὴν περὶ τῆς οἰκονομίας διδασκαλίαν προσήνεγκαν. Ταῦτα ὁ Κώνστας μεμαθηκὼς, ἠθύμησε μὲν τοῦ ἀδελφοῦ

1017
τὴν εὐκολίαν δρῶν ἐχαλέπηνε δὲ κατὰ τῶν ταῦτα τετυρευκότων, καὶ τὴν βασιλέως ἠπατηκότων εὐχέρειαν.

Δύο δὴ οὗν τῶν εἰς τὴν Σαρδικὴν συνεληλυθότων ἐκλεξάμενος ἐπισκόπους, πρὸς τὸν ἀδελφὸν μετὰ γραμμάτων ἀπέστειλε: συναπέστειλε δὲ αὐτοῖς καὶ στρατηγὸν, Σαλιανὸς δὲ τούτῳ ὄνομα ἦν, ὅς εὐσεβείᾳ τε καὶ δικαιοσύνῃ διέλαμπε. Τὰ δὲ γράμματα οὐ παραίνεσιν μόνον εἶχε καὶ συμβουλὴν, ἀλλὰ καὶ ἀπειλὴν εὐσεβεῖ πρέπουσαν βασιλεῖ. Πρῶτον μὲν γὰρ ἐπέστειλε τῷ ἀδελφῷ, τοῖς ἐπισκόποις τὰς ἀκοὰς ὑποσχεῖν, καὶ τὰς ὑπὸ Στεφάνου καὶ τῶν ἅλλων τολμωμένας παρανομίας μαθεῖν: καὶ μέντοι καὶ Ἀθανάσιον ἀποδοῦναι τῇ ποίμνῃ, δήλης καὶ τῆς συκοφαντίας γεγενημένης, καὶ τῆς τῶν πάλαι δικασάντων παρανομίας καὶ δυσμενείας. Προστέθεικε δὲ, ὡς εἰ μὴ πεισθείη, καὶ τὰ δίκαια πράξοι, αὐτὸς τὴν Ἀλεξάνδρειαν καταλήψεται, καὶ τὸν Ἀθανάσιον ἀποδώσει τοῖς ποθοῦσι προβάτοις, καὶ τῶν δυσμενῶν ἐξελάσει τὸ στίφος. Ταύτην δεξάμενος ὁ Κωνστάντιος τὴν ἐπιστολὴν, ἐν Ἀντιοχείᾳ δὲ τηνικαῦτα ἐτύγχανεν ὤν,ὑπέσχετο δράσειν ὅπερ ὁ τῶν ὠδίνων ἐπήγγειλε κοινωνός.

Τὰ κατὰ Εὐφρατᾶν καὶ Βικέντιον τοὺς ἐπισκόπους καὶ τὴν ἐν Ἀντιοχείᾳ κατ̓αὐτῶν γεγενημένην συσκευήν.

Ἀλλ̓ ἐπὶ τούτοις ἀλγήσαντες οἱ τῇ ἀληθείᾳ πολεμεῖν εἰωθότες, τὸ παμμίαρον ἐκεῖνο καὶ δυσσεβὲς κατεσκεύασαν δρᾶμα. Κατήχθη μὲν γὰρ παρὰ τὴν ὑπώρειαν τῶν ἀρχιερέων ἡ ξυνωρὶς, ὁ δὲ στρατηγὸς καταγωγὴν ἑτέραν εἰλήφει.

Στέφανος δὲ, αὐτὸς γὰρ τῆς Ἀντιοχέων Ἐκκλησίας κατέχων τοὺς οἴακας ὑποβρύχιον ἐποίει τὸ σκάφος, εἶχε μὲν καὶ ἄλλους τῶν τυραννικῶν συνεργοὺς τολμημάτων, οἷς χρώμενος τοὺς τῶν ὀρθῶν ἀντεχομένους δογμάτων παντοδαπαῖς περιέβαλλε συμφοραῖς: ἡγεῖτο δὲ τούτων νέος τις, θρασύτητι μὲν συζῶν, τὸν δὲ παράνομον ἀσπαζόμενος βίον, ὅς οὐ μόνον τοὺς ἐκ τῆς ἀγορᾶς ἀπῆγε προπηλακίζων καὶ αἰκιζόμενος: ἀλλὰ καὶ ταῖς οἰκίαις ἐπιὼν, ἀνέδην καὶ ἄνδρας ἐξῆγε καὶ γυναῖκας σεμνότητι κοσμουμένας.

Καὶ ἴνα μὴ σφόδρα μηκύνω τὴν τούτου διηγούμενος πονηρίαν, τὸ κατὰ τῶν ἀρίστων ἀνδρῶν τολμηθὲν διηγήσομαι: ἀπόχρη γὰρ τεκμηριῶσαι τὰ κατὰ τῶν ἀστῶν%5 ὑπ̓ ἐκείνου παρανόμως πραχθέντα.

Οὗτος πρός τινα χαμαιτύπην παραγενόμενος, ἔφησε ξένους ἔναγχος ἐληλυθότας δεῖσθαι νύκτωρ αὐτῆς.

Εἶτα πεντεκαίδεκα στασιώτας λαβὼν, καὶ τούτους ἐν ταῖς κατὰ τὴν ὑπώρειαν αἱμασιαῖς κατακρύψας, ἧκεν ἄγων τὴν χαμαιτύπην, καὶ τὸ συγκείμενον ἐπιφθεγξάμενος σύνθημα, καὶ μαθὼν ὡς πάρεισι τοῦ δράματος οἱ συνίστορες, ἧκε παρὰ τὴν αὔλιον θύραν τῆς

1020
τῶν ἀνδρῶν ἐκείνων καταγωγῆς: καὶ ταύτην ἀνεῳγυῖαν εὑρὼν, ἔνα γὰρ τῶν οἰκετῶν τοῦτο δρᾶσαι χρήμασιν ἐπεπείκει, εἰσήγαγε τὴν γυναῖκα, καὶ τοῦ οἴκου τὴν θύραν ἐπιδείξας, ἔνθα δὴ καθεύδειν θάτερον τῶν ἀρχιερέων συνέβαινεν, εἴσω γενέσθαι προσέταξεν: αὐτὸς δὲ τοὺς στασιώτας καλέσων ἐξῆλθε.

Συνέβη δὲ τὸν μὲν Εὐφρατᾶν, τοῦτο γὰρ ἦν ὄνομα τῷ πρεσβυτέρῳ, ἐν τῷ προδόμῳ καθεύδειν: ὁ δὲ Βικέντιος, οὕτως γὰρ ὁ ἕτερος ὠνομάζετο, ἐν τῷ ἐνδοτέρῳ θαλάμῳ%5 κατέμεινεν. Εἴσω δὲ τῶν θυρῶν τῆς χαμαιτύπης γενομένης, τοῦ κτύπου τῶν ποδῶν ὁ Εὐφρατᾶς αἰσθόμενος, σκότος δὲ ἦν, ἤρετο τίς ὁ βαδίζων.

Φθεγξαμένης δὲ ἐκείνης, θορύβου μεστὸς ὁ Εὐφρατᾶς ἐγένετο, δαίμονα τοπάσας εἶναι γυναικείαν φωνὴν μιμησάμενον: καὶ παραυτίκα τὸν Σωτῆρα Χριστὸν εἰς ἐπικουρίαν ἐκάλει. Ὁ δὲ Ὄναγρος, οὕτω γὰρ ὁ τοῦ πονηροῦ στίφους ἡγεμονεύων προσηγορεύετο, ἐπειδὴ πρὸς ταῖς χερσὶ καὶ τοῖς ποσὶν ὅπλοις κατὰ τῶν εὐσεβούντων ἐκέχρητο, μετὰ τοῦ στίφους εἰσελήλυθε, παρανόμους ἀποκαλῶν τοὺς παρανομίας δικαστὰς ἔσεσθαι προσδοκῶντας.

Βοῆς δὲ πλείστης πλείστης γενομένης, συνέδραμον οἱ οἰκέται, ἐξανέστη δὲ καὶ ὁ Βικέντιος: καὶ τὴν αὔλιον ἀποκλείσαντες θύραν, ἑπτὰ μὲν τῶν στασιωτῶν συλλαβεῖν ἠδυνήθησαν: ὁ δέ γε Ὄναγρος σὺν τοῖς ἄλλοις ἀπέδρα. Ἐφρουρεῖτο δὲ σὺν ἐκείνοις καὶ ἡ γυνή. ʽΥπὸ δὲ τὴν ἔω τὸν σὺν αὐτοῖς ἀφικόμενον διαναστήσαντες στρατηγὸν, κατέλαβον τὰ βασίλεια, καὶ τῶν Στεφάνου τολμημάτων καταβοῶντες, ἔλεγον μὴ δεῖσθαι δίκης, μηδὲ βασάνου τὰ τούτου παρανομήματα.

Ὁ δέ γε στρατηγὸς διαφερόντως ἐβόα, ἀντιβολῶν κελεῦσαι τὸν βασιλέα μὴ συνοδικῶς, ἀλλὰ δικαστικῶς ἐξετασθῆναι τὸ παράνομον τόλμημα καὶ τοὺς τῶν ἐπισκόπων κληρικοὺς ὑπισχνεῖτο πρώτους εἰς αἰκίαν ἐκδώσειν: χρῆναι δὲ καὶ Στεφάνου τοὺς ὑπηρέτας ταῦτα παθεῖν. Ἐκείνου δὲ ἀνέδην ζυγομαχοῦντος, καὶ λέγοντος μὴ δεῖν κληρικοὺς ὑπομεῖναι πληγὰς, ἔδοξε καὶ βασιλεῖ καὶ τοῖς ἄρχουσιν, ἔνδον ἐν τοῖς βασιλείοις γενέσθαι τοῦ πράγματος τὴν βάσανον. Καὶ πρῶτον μὲν ἤροντο τὴν γυναῖκα, τίς αὐτὴν εἰς τὴν τῶν ἐπισκόπων ἀπήγαγε καταγωγήν.

Ἠ δὲ ἔφη, νέον τινὰ πρὸς αὑτὴν ἀφικόμενον τὴν τῶν ξένων ἐπιδημίαν καὶ χρείαν εἰπεῖν, καὶ ὡς ἐσπέρας ἀφικόμενος, ἀπήγαγέ τε εἰς τὴν καταγωγὴν, καὶ τὸν οἰκεῖον ἐπιζητήσας λόχον , καὶ τοῦτον εὑρὼν, εἴσω τε τῆς αὐλίου θύρας εἰσήγαγε, καὶ εἰς τὸν πρόδομον εἰσελθεῖν παρηγγύησε. Προσετίθει δὲ καὶ τοῦ ἐπισκόπου τὴν πεῦσιν, καὶ τὸ γενόμενον δέος, καὶ τὴν εὐχὴν, καὶ τῶν ἐπεισελθόντων τὴν ἔφοδον.

1021

Περὶ τῆς Στεφάνου καθαιρέσεως Ταῦτα μαθόντες οἱ δικασταὶ, τῶν συνειλημμένων εἰς μέσον ἄγουσι τὸν νεώτατον: ὃς οὐκ ἀναμείνας τὴν ἀπὸ τῶν μαστίγων ἀνάγκην, τὸ συντεθὲν ἐγύμνωσε δρᾶμα, καὶ τὸν Ὄναγρον ταῦτα πάντα δεδρακέναι καθωμολόγησεν. Ἀχθεὶς δὲ ἐκεῖνος, τὸν Στέφανον ἔφη ταῦτα προστεταχέναι. Οὕτω τε Στεφάνου τὴν πονηρίαν μεμαθηκότες τοῖς τηνικαῦτα παροῦσι τῶν ἐπισκόπων καθελεῖν τοῦτον ἐπέτρεψαν, καὶ τῆς Ἐκκλησίας ἐξήλασαν. Οὐ μὴν παντάπασιν ἡ Ἐκκλησία τῆς Ἀρειανικῆς ἠλευθερώθη λώβης.

Λεόντιος γὰρ μετ̓ ἐκεῖνον τῆς προεδρίας ἔτυχεν, ἀνὴρ τὸ μὲν γένος Φρὺξ, τὴν δὲ γνώμην κρυψίνους, καὶ τὰς ὑφάλους πέτρας μιμούμενος. Ἀλλὰ τὰ μὲν κατὰ τοῦτον μικρὸν ὕστερον διηγήσομαι.

Περὶ τῆς δευτέρας ἐπανόδου τοῦ ἁγίου Ἀθανασίου.

Τότε δὴ ὁ Κωνστάντιος, τὰ κατὰ τῶν ἐπισκόπων τυρευόμενα τῇ πείρᾳ μεμαθηκὼς, ἐπέστειλεν Ἀθανασίῳ τῷ μεγάλῳ καὶ ἅπαξ, καὶ δὶς, καὶ μέντοι καὶ τρὶς, προτρέπων ἐκ τῆς Ἐσπέρας ἐπανελθεῖν. Ἐγὼ δὲ τὴν μέσην ἐπιστολὴν μικρὰν οὖσαν ἐνθήσω τῇ συγγραφῇ.

Κωνστάντιος νικητὴς, Αὔγουστος, Ἀθανασίῳ.

Εἰ καὶ τὰ μάλιστα διὰ προτέρων γραμμάτων ἐδηλώσαμεν, ὅπως ἀμερίμνως εἰς τὸ ἡμέτερον Κομιτάτον παραγένῃ, διὰ τὸ μάλιστα βούλεσθαι ἡμᾶς ἀποστεῖλαί σε εἰς τὰ ἴδια: ὅμως καὶ νῦν ταῦτα τὰ γράμματα πρὸς τὴν σὴν στεῤῥότητα δεδώκαμεν, δἰ ὧν καὶ προτρεπόμεθα, χωρίς τινος ἀπιστίας καὶ φόβου ἐπιβῆναί σε δημοσίοις ὀχήμασι, καὶ σπουδάσαι πρὸς ἡμᾶς, ἵνα ὦν ἐπιθυμεῖς ἀπολαῦσαι δυνηθῇς.

Οὕτως αὐτὸν ἐπανελθόντα εὐμενῶς τε εἶδε, καὶ τὴν Ἀλεξανδρέων ἀπολαβεῖν Ἐκκλησίαν ἐκέλευσεν.

Ἀλλ̓ οἱ τότε παραδυναστεύοντες, τὴν Ἀρειανικὴν εἰσδεδεγμένοι νόσον, ἔφασκον χρῆναι τὸν Ἀθανάσιον μίαν παρασχεῖν ἐκκλησίαν τοῖς κοινωνεῖν οὐ βουλομένοις αὐτῷ. Ταῦτα ἐκείνων μὲν τῷ βασιλεῖ, τοῦ δὲ βασιλέως πρὸς αὐτὸν εἰρηκότος, ἔφη δίκαιον εἶναι τοῖς τοῦ βασιλέως ἐπιτάγμασιν εἴκειν: βούλεσθαι μέντοι καὶ αὐτὸν ἀπαγγεῖλαί τινα, καὶ αἰτῆσαι.

Τοῦ δὲ βασιλέως ὑποσχομένου δώσειν ὅπερ ἂν αἰτήσοι προθύμως, δεῖσθαι ἔφη καὶ τοὺς ἐν Ἀντιοχείᾳ τοῖς τὰς ἐκκλησίας κατέχουσι κοινωνεῖν οὐ βουλομένους εὐκτηρίων νεῶν, καὶ δίκαιον ἕνα καὶ τούτοις τῶν οἴκων παρασχεθῆναι τῶν θείων. Ἐπειδή δὲ ἐπένευσε βασιλεὺς , ὀρθὴν εἶναι καὶ δικαίαν ἐπιψηφίσας τὴν αἴτησιν, ἀντεῖπον οἱ τῆς αἱρετικῆς φάλαγγος προστατεύοντες, μηδετέροις χρῆναι τὰς

1024
ἐκκλησίας παρασχεθῆναι εἰπόντες. Οὕτω τὸν Ἀθανάσιον θαυμάσας Κωνστάντιος, ἀπέπεμψεν εἰς τὴν Ἀλεξάνδρειαν. Ἐτεθνήκει δὲ ὁ Γρηγόριος, ὑπ̓ αὐτῶν ἐκείνων δεξάμενος τὴν σφαγήν. Θεασάμενοι δὴ οὗν τὸν νομέα, δημοθοινίας ἐπετέλουν καὶ ἑορτὰς λαμπροτάτας, αὐτὸν γεραίροντες, καὶ τὸν Θεὸν ἀνυμνοῦντες. Ἀλλὰ πάλιν σμικροῦ διεληλυθότος χρόνου Κώνστας μὲν τοῦ βίου τὸ τέρμα κατείληφε.

Περὶ τῆς τρίτης ἐξορίας αὐτοῦ, καὶ φυγῆς.

Κωνστάντιον δὲ οἱ ἄγοντες οὗπερ ἐβούλοντο ἀνέμνησαν τῆς Ἀθανασίου χάριν πρὸς τὸν ἀδελφὸν γεγενημένης διαφορᾶς: καὶ ὡς μικροῦ δεῖν τὰ τῆς φ̔??ʼσεως δεσμὰ διαῤῥήξαντες. πόλεμον ἅν κατ̓ ἀλλήλων ἐκίνησαν. Τούτοις ὑπαχθεὶς ὁ Κωνστάντιος, οὐκ ἐλαθῆναι μόνον, ἀλλὰ καὶ σφαγῆναι τὸν θεῖον προσέταξεν Ἀθανάσιον. Καί τινα Σεβαστιανὸν ἐξέπεμψε στρατηγὸν μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης, ἀνελεῖν κελεύσας ὡς ἀλιτήριον. Ὅπως δὲ καὶ οὗτος ἐπεστράτευσε, κἀκεῖνος διέφυγεν, αὐτὸς ὁ ταῦτα πεπονθὼς, καὶ παραδόξως σωθεὶς, κάλλιον διηγήσεται. Ἐν γὰρ τῇ τῆς φυγῆς Ἀπολογίᾳ ταῦτα διέξεισιν: Ἐξετασάτωσαν ὅμως καὶ τὸν τρόπον τῆς ἀναχωρήσεως, καὶ μανθανέτωσαν παρὰ τῶν ἰδίων. Ἦσαν γὰρ Ἀρειανοὶ συνδραμόντες τοῖς στρατιώταις, εἰς τὸ παροξύνειν αὐτοὺς, καὶ ἀγνοοῦσι δεικνύναι ἡμᾶς.

Εἰ καὶ οὕτως δὲ ἀσυμπαθεῖς τυγχάνουσιν, ἀλλὰ κ̔??ʼν ἀκούοντες ἠρεμείτωσαν αἰσχυνόμενοι. Νὺξ μὲν γὰρ ἤδη ἦν, καὶ τοῦ λαοῦ τινες ἐπαννύχιζον προσδοκωμένης συνάξεως. Ὁ δὲ στρατηλάτης ἐξαίφνης ἐπέστη μετὰ στρατιωτῶν πλέον ἥ πεντακισχιλίων, ἐχόντων ὅπλα, καὶ ξίφη γυμνὰ, καὶ τόξα, καὶ βέλη, καὶ ῥόπαλα, καθὰ καὶ πρότερον εἴρηται. Καὶ τὴν μὲν ἐκκλησίαν αὐτὸς περιεκύκλωσε, στήσας τοὺς στρατιώτας σύνεγγυς, ὡς μὴ δύνασθαί τινας ἐξελθόντας ἀπὸ τῆς ἐκκλησίας παρελθεῖν αὐτούς. Ἐγὼ δὲ, ἄλογον ἡγούμενος ἐν τοσαύτῃ συγχύσει καταλεῖψαι τοὺς λαοὺς, καὶ μὴ μᾶλλον προκινδυνεύειν αὐτῶν, καθεσθεὶς ἐπὶ τοῦ θρόνου, προέτρεπον τὸν μὲν διάκονον ἀναγινώσκειν ψαλμὸν, τοὺς δὲ λαοὺς ὑπακούειν, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ: καὶ πάντας οὕτως ἀναχωρεῖν, καὶ εἰς τοὺς οἴκους ἀπιέναι. Ἀλλὰ τοῦ στρατηλάτου βίᾳ λοιπὸν ἐπεισελθόντος, καὶ τῶν στρατιωτῶν περιλαβόντων τὸ ἱερατεῖον ἕνεκεν τοῦ συλλαβεῖν ἡμᾶς, οἱ μὲν εὑρεθέντες ἐκεῖ κληρικοὶ, καὶ οἱ ἀπὸ τῶν λαῶν, ἐβόων

1025
καὶ ἠξίουν ἀναχωρεῖν ἤδη καὶ ἡμᾶς. Ἐγὼ δὲ μᾶλλον ἀντέλεγον μὴ πρότερον ἀναχωρήσειν, εἰ μὴ πάντες καθ̓ ἕκαστον ὑπεξέλθοιεν. Ἀναστὰς οὗν καὶ προστάξας εὐχὴν, οὕτως ἀντηξίουν ἀπιέναι τοὺς πάντας, βέλτιον εἶναι λέγων ἐμὲ κινδυνεύειν, ἢ βλαβῆναί τινας ἐξ ὑμῶν. Ἐξελθόντων τοίνυν τῶν πλείστων, καὶ τῶν λοιπῶν ἐπακολουθούντων, οἱ σὺν ἡμῖν ὄντες ἐκεῖ μοναχοὶ, καί τινες τῶν κληρικῶν, ἀνελθόντες εἵλκυσαν ἡμᾶς. Καὶ οὕτως ἐπὶ μάρτυρι τῇ ἀληθείᾳ, τῶν στρατιωτῶν μὲν περιεστηκότων τὸ ἱερατεῖον, τῶν δὲ περιερχομένων τὴν ἐκκλησίαν, διήλθομεν τοῦ Κυρίου ὁδηγοῦντος, καὶ αὐτοῦ φυλάττοντος, καὶ λανθάνοντες αὐτοὺς ἀνεχωροῦμεν, δοξάζοντες μεγάλως τὸν Θεον. ὅτι μὴ προδεδώκαμεν τὸν λαὸν, ἀλλὰ καὶ προπέμψαντες αὐτοὺς, διασωθῆναι καὶ διεκφυγεῖν τὰς χεῖρας τῶν ζητούντων ἠδυνήθημεν.

Περὶ Γεωργίου, καὶ τῶν ὑπ̓ αὐτοῦ ἐν Ἀλεξανδρείᾳ τολμηθέντων κακῶν.

Οὕτω τούτου τὰς μιαιφόνους ἐκείνων διαφυγόντος χεῖρας, Γεώργιος μὲν λύκος ἕτερος τῶν προβάτων ἐκείνων ἐπιστεύθη τὴν ἐξουσίαν, ὠμοτέρως δὲ λύκου παντὸς, καὶ ἄρκτου, καὶ παρδάλεως, τοῖς προβάτοις ἐχρῆτο. Τὰς μὲν γὰρ διὰ βίου τὴν παρθενίαν ὑπεσχημένας, οὐ τὴν Ἀθανασίου μόνον ἀρνεῖσθαι κοινωνίαν, ἁλλὰ καὶ τῶν Πατέρων ἀναθεματίζειν τὴν πίστιν ἠνάγκαζε. Σύνεργον δὲ τῆς ὠμότητος εἶχε Σεβαστιανόν τινα τῶν στρατιωτικῶν καταλόγων ἡγούμενον, ὅς ὲν μέσῃ τῇ πόλει πυρὰν ἀνάψας, καὶ ταύτῃ τὰς παρθένους γυμνὰς περιστήσας, ἀρνεῖσθαι τὴν πίστιν ἐκέλευεν. Αἱ δὲ θέαμα δεινὸν καὶ ἐλεεινὸν πιστοῖς ὁμοῦ καὶ ἀπίστοις προκείμεναι, καὶ τὴν ἀτιμίαν μεγίστην τιμὴν ἐνόμιζον, καὶ τὰς ὑπὲρ τῆς πίστεως μάστιγας ἀσμένως ὑπέμενον. Καὶ ταῦτα δὲ σαφέστερον ὁ τούτων ποιμὴν διηγήσεται. Εἶτα ἐλθὼν τῇ Τεσσαρακοστῇ ὁ παῤ αὐτῶν ἀποσταλεὶς ἐκ Καππαδοκἰας Γεώργιος. ηὔξησεν ἃ παῤ αὐτῶν μεμάθηκε κακά. Μετὰ γὰρ τὰ ἕβδομα τοῦ Πάσχα, παρθένοι εἰς δεσμωτήριον ἐβάλλοντο, ἐπίσκοποι ἤγοντο ὑπὸ στρατιωτῶν δεδεμένοι, ὀρφανῶν καὶ χηρῶν ἡρπάζοντο αἰ οἰκίαι, καὶ ἁρπαγαὶ καὶ ἔφοδοι κατὰ τῶν οἰκιῶν ἐγίνοντο, καὶ νυκτὸς Χριστιανοὶ κατεφέροντο: ἐπεσφραγίσθησαν οἰκίαι, καὶ ἀδελφοὶ κληρικῶν ὑπὲρ τῶν ἀδελφῶν ἐκινδύνευον. Καὶ δεινὰ μὲν ταῦτα, δεινότερα δὲ τὰ μετὰ ταῦτα τετολμημένα.

Τῇ γὰρ ἑβδομάδι μετὰ τὴν ἁγίαν Πεντηκοστὴν, ὁ λαὸς νηστεύσας ἐξῆλθε περὶ τὸ κοιμητήριον εὔξασθαι, διὰ τὸ πάντας ἀποστρέφεσθαι τὴν πρὸς Γεώργιον κοινωνίαν. Ἀλλὰ τοῦτο μαθὼν ὁ παμπόνηρος αὐτὸς, παροξύνει τὸν στρατηλάτην Σεβαστιανὸν Μανιχαῖον ὄντα. Καὶ λοιπὸν αὐτὸς, μετὰ πλήθους στρατιωτῶν ὅπλα καὶ ξίφη γυμνὰ, καὶ τόξα καὶ βέλη

1028
φερόντων, ὥρμησεν ἐν αὐτῇ τῇ Κυριακῇ κατὰ τῶν λαῶν. Καὶ ὀλίγους εὑρὼν εὐχομένους, οἱ γὰρ πλεῖστοι λοιπὸν διὰ τὴν ὥραν ἀναχωρήσαντες ἦσαν, τοιαῦτα εἰργάσαντο, οἶα παῤ αὐτῶν ἔπρεπε ἀκούσαντα πρᾶξαι. Πυρκαϊὰν γὰρ ἀνάψας. καὶ στήσας παρθένους παρὰ τὸ πῦρ, ἠνάγκαζε λέγειν ἑαυτὰς τῆς Ἀρείου πίστεως εἶναι. Ὡς δὲ νικώσας αὐτὰς ἔβλεπε, καὶ μὴ φροντιζούσας τοῦ πυρὸς, γυμνώσας λοιπὸν, οὕτω αὐτὰς κατέκοψεν εἰς τὰ πρόσωπα, ὡς μετὰ χρόνον αὐτὰς μόλις ἐπιγνωσθῆναι.

Ἄνδρας δὲ κρατήσας τεσσαράκοντα καινοτέρῳ τρόπῳ κατέκοψε ῥάβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων εὐθὺς τεμὼν, ἐν αὐταῖς ἐχούσας ἔτι τοὺς σκόλοπας, τὰ νῶτα τούτων οὕτως ἐξέδειρεν, ὡς τινὰς μὲν πολλάκις χειρουργηθῆναι διὰ τοὺς ἐναποπαγέντας ὲν αὐτοῖς σκόλοπας, τινὰς δὲ καὶ μὴ φέροντας ἀποθανεῖν.

Πάντας μὲν οὖν τοὺς περιλειφθέντας ἀθρόως καὶ τὰς παρθένους ἐξώρισαν εἰς τὴν μεγάλην Ὄασιν: τὰ δὲ σώματα τῶν τετελευτηκότων οὐδὲ τοῖς ἰδίοις κατὰ τὴν ἀρχὴν ἀποδοθῆναι πεποιήκασιν, ἀλλ̓ ἔκρυψαν ὡς ἠθέλησαν ἄταφα βαλόντες, ὑπὲρ τοῦ δοκεῖν αὐτοὺς λανθάνειν τὴν τοσαύτην ὠμότητα. Πράττουσι δὲ τοῦτο πεπλανημένοι τὴν διάνοιαν οἱ παράφρονες.

Τῶν γὰρ οἰκείων τῶν τετελευτηκότων, χαιρόντων μὲν διὰ τὴν ὁμολογίαν, θρηνούντων δὲ διὰ τὰ σώματα. μείζων ἐξηχεῖτο κατ̓ αὐτῶν ὁ τῆς ἀσεβείας καὶ ὠμότητος ἔλεγχος. Καὶ γὰρ εὐθὺς ἀπὸ τῆς Αἰγύπτου καὶ τῶν Λιβύων ἐξώρισαν ἐπισκόπους μὲν, Ἀμμώνιον, Μούϊον, Γάῖον, Φίλωνα, Ἑρμῆν, Πλήνιον, Ψινόσιριν, Νιλάμμωνα, Ἀγάπιον, Ἀνάγαμφον. Μάρκον, Ἀμμώνιον ἕτερον, καὶ Μάρκον ἕτερον, Δρακόντιον, Ἀδέλφιον, Ἀθηνόδωρον, πρεσβυτέρους δὲ, Ἱέρακα καὶ Διόσκορον: καὶ οὕτω πικρῶς ἤλασαν αὐτοὺς, ὡς τινὰς μὲν αὑτῶν ἐν ταῖς ὁδοῖς, τινὰς δὲ ἐν αὐτῷ τῷ ἐξορισμῷ ἀποθανεῖν. Ἐφυγάδευσαν δὲ ἐπισκόπους πλείους ἢ τριάκοντα. Σπουδὴ γὰρ ἦν αὐτοῖς κατὰ τὸν Ἀχαὰβ, εἰ δυνατὸν, ἐξᾶραι τὴν ἀλήθειαν. Καὶ παραμυθητικοὺς δὲ λόγους ταῖς παρθένοις ἐκείναις, αἱ τὰ παγχάλεπα ἐκεῖνα ὑπέμειναν, γράφων, καὶ ταῦτα ἐντέθεικε.

Διὰ τοῦτο, φησὶ, μηδὲ γενέσθω τις ὑμῶν περίλυπος, εἰ καὶ θαπτομέναις ὑμῖν φθονοῦσιν οἱ δυσσεβεῖς, καὶ κωλύουσι τὰς ἐκφοράς: καὶ μέχρι γὰρ τούτων ἡ καταστροφὴ τῶν Ἀρειανῶν ἔφθασε: καὶ

1029
τὰς μὲν πύλας κλείουσι, περὶ δὲ τὰ μνήματα ὡς δαίμονες καθέζονται, ἵνα μή τις τῶν ἀπογενομένων ἀποτεθῇ. Ταῦτα μὲν οὖν καὶ τὰ προσόμοια τούτοις ὁ Γεώργιος ἐν Ἀλεξανδρείᾳ εἰργάζετο. Ὁ δὲ θεῖος Ἀθανάσιος οὐδὲν χωρίον ὀχυρὸν ἐνόμιζεν εἰς ἀσφάλειαν, τοῦ βασιλέως ἢ ζῶντα ἀχθῆναι προστεταχότος. ἢ τεθνεῶτος κομισθῆναι αὐτοῦ τὴν κεφαλὴν, καὶ μισθὸν τῷ τοῦτο δρῶντι ὑπισχνουμένου ὅτι μάλιστα πλεῖστον.

Περὶ τῆς ἐν Μεδιολάνῳ γενομένης συνόδου.

Αὐτὸς δὲ ὁ Κωνστάντιος, Μαγνεντίου μετὰ τὴν Κώνσταντος τελευτὴν τῆς Ἑσπέρας κεκρατηκότος, ἐπὶ τὴν Εὐρώπην ἐξώρμησε, κατὰ τῆς ἐκείνου τυραννίδος στρατεύων. Ἀλλ̓ οὐδὲ ὁ χαλεπὸς οὗτος πόλεμος τὸν κατὰ τῶν Ἐκκλησιῶν κατέλυσε πόλεμον.

Πείθουσι γὰρ δὴ τὸν πάντα ῥᾳδίως πειθόμενον, καὶ τὴν αἱρετικὴν εἰσδεξάμενον νόσον, εἰς Μεδιόλανον. πόλις δὲ αὕτη τῆς Ἰταλίας, σύνοδον συναγεῖραι, καὶ πρῶτον μὲν τοὺς συνεληλυθότας ἅπαντας ἀναγκάσαι τῇ παρὰ τῶν ἀδίκων ἐκείνων δικαστῶν καθ̓ ἕκαστον ἐν Τύρῳ γεγενημένῃ καθαιρέσει συνθέσθαι, ἑ??ʼθ̓ οὕτως Ἀθανασίου τῶν Ἐκκλησιῶν ἐξελαθέντος, ἑτέραν πίστεως διδασκαλίαν ἐκθέσθαι. Ἀλλὰ συνῆλθον μὲν τὰ βασιλικὰ δεξάμενοι γράμματα. οὐδ̓ ἕτερον δὲ δρᾶσαι τῶν εἰρημένων ἠνέσχοντο: ἀλλ̓ ἄντικρυς παρόντα τὸν βασιλέα διελέγξαντες ὡς ἄδικα παρεγγυῶντα καὶ δυσσεβῆ, καὶ τῶν Ἐκκλησιῶν ἐξηλάθησαν, καὶ τὰς τῆς οἰκουμένης ἐσχατιὰς οἰκεῖν κατεκρίθησαν. Καὶ τοῦτο δὲ πάλιν Ἀθανάσιος ὁ θαυμάσιος ὲν ἐκείνῃ τῇ Ἀπολογίᾳ συνέγραψε.

Τίς τοσοῦτον δύναται μνημονεῦσαι, ὅσον ἐκεῖνοι πεποιήκασιν; Ἄρτι γὰρ εἰρήνην ἐχουσῶν τῶν Ἐκκλησιῶν, καὶ τῶν λαῶν εὐχομένων ἐν ταῖς συνάξεσιν, ὁ μὲν ἐπίσκοπος τῆς Ῥώμης Λιβέριος, καὶ Παυλῖνος ὁ τῆς μητροπόλεως τῶν Γαλλιῶν, καὶ Διονύσιος ὁ τῆς μητροπόλεως Ἰταλίας, καὶ Λουκίφερος ὁ τῆς μητροπόλεως τῶν κατὰ Σαρδηνίαν νήσων, καὶ Εὐσέβιος ἀπὸ τῆς Ἰταλίας. οἱ πάντες ἐπίσκοποι ἀγαθοὶ. καὶ τῆς ἀληθείας κήρυκες, ἁρπάζονται καὶ ἐξορίζονται, πρόφασιν οὐδὲ μίαν ἔχοντες, ἢ ὅτι μὴ συνέθεντο τῇ Ἀρειανῇ αἱρέσει, μηδὲ ὑπέγραψαν αὐτοῖς καθ̓ ἡμῶν ὲν αἷς ἐπλάσαντο διαβολαῖς,

1032
καὶ ἔπραξαν συκοφαντίαις. Περὶ γὰρ τοῦ μεγάλου καὶ εὐγηροτάτου καὶ ὁμολογητοῦ ἀληθῶς Ὁσίου περιττόν ἐστιν ἐμὲ λέγειν. Ἴσως γὰρ ἐγνώσθη πᾶσιν ὅτι καἰ τοῦτον ἐξορισθῆναι πεποιήκασιν. Οὐ γὰρ ἄσημος, ἀλλὰ καὶ πάντων μάλιστα ἐπιφανὴς ὁ γέρων. Ποίας γὰρ οὐχ ἡγήσατο συνόδου, καὶ λέγων ὀρθῶς οὐ πάντας ἔπεισε; Ποία τις ἐκκλησία τῆς τούτου προστασίας οὐκ ἔχει σημεῖα τὰ κάλλιστα; Τὶς λυπούμενός ποτε προσῆλθεν αὐτῷ, καὶ οὐ χαίρων ἀπῆλθεν ἀπ̓ αὐτοῦ; Τίς ᾔτησε δεόμενος, καὶ οὐκ ἀνεχώρησε τυχὼν ὧν ἠθέλησε; Καὶ ὅμως καὶ κατὰ τούτου τετολμήκασιν, ὅτι καὶ οὗτος εἰδὼς ἅς ποιοῦσι διὰ τὴν ἀσέβειαν αὐτῶν συκοφαντίας, οὐχ ὑπέγραψε ταῖς καθ̓ ἡμῶν ἐπιβουλαῖς. Ὁποῖα μὲν δὴ κατὰ τῶν ἁγίων ἐκείνων ἀνδρῶν ἐτολμήθη, τὰ συγγεγραμμένα διδάσκει. Ὁπόσα δὲ καὶ ἄλλοις ἐπεβούλευσαν πλείστοις οἱ τῆς Ἀρειανικῆς φάλαγγος προστατεύοντες, πάλιν ὁ θεῖος οὗτος ἀνὴρ ἐν τῷδε διηγήσατο τῷ συγγράμματι. Τίνα γάρ ποτε διώκοντες καὶ καταλαβόντες οὐχ ὕβρισαν ὡς ἠθέλησαν; Τίνα ζητοῦντες καὶ εὑρόντες οὐχ οὕτως διέθηκαν, ὡς ἤ τελευτῆσαι κακῶς, ἢ λωβηθῆναι πανταχόθεν; Ἅ γὰρ οἱ δικασταὶ δοκοῦσι ποιεῖν, καὶ ταῦτα ἐκείνων ἐστὶν ἐνεργήματα, καὶ μᾶλλον οὗτοι τῆς ἐκείνων προαιρέσεως καὶ πονηρίας εἰσὶν ὑπηρέται.

Ποῖος τοίνυν τόπος οὐκ ἔχει τῆς κακίας αὐτῶν ὑπόμνημα; Τίνα φρονοῦντα κατ̓ αὐτῶν οὐ συνεσκευάσαντο πλασάμενοι προφάσεις κατὰ τὴν Ἰεζάβελ; Ποία νῦν Ἐκκλησία οὐ θρηνεῖ διὰ τὰς ἐκείνων κατὰ τῶν ἐπισκόπων αὐτῶν ἐπιβουλάς; Ἀντιόχεια μὲν, δἰ Εὐστάθιον τὸν ὁμολογητὴν καὶ ὀρθόδοξον: Βαλανέαι δὲ, δἰ Εὐφρατίωνα: καὶ Πάλτος μὲν καὶ Ἀντάραδος, διὰ Κυμάτιον καὶ Καρτέριον: ἡ δὲ Ἀδριανούπολις, διὰ Εὐτρόπιον τὸν φιλόχριστον, καἰ τὸν μετ̓ αὐτὸν Λούκιον, τὸν πολλάκις παῤ αὐτῶν καὶ ἁλύσεις φορέσαντα, καὶ οὕτως ἀποθανόντα: καὶ Ἄγκυρα μὲν διὰ Μάρκελλον, Βέροια δὲ διὰ Κῦρον, καὶ Γάζα δἰ Ἀσκληπᾶν: τούτους γὰρ πολλά πρότερον ὑβρίσαντες, καὶ ἐξορισθῆναι πεποιήκασιν οἱ δείλαιοι. Θεόδουλον δὲ καὶ Ὀλύμπιον ἀπὸ τῆς Θρᾴκης ὄντας, καὶ ἡμᾶς δὴ καὶ πρεσβυτέρους ἡμετέρους οὕτως ἐποίησαν ζητηθῆναι, ὡς εἰ εὑρεθείημεν κεφαλῆς ὑποστῆναι τιμωρίαν: καὶ τάχα ἄν ἀπεθάνομεν οὕτως, εἰ μὴ παρὰ γνώμην αὐτῶν ἐφύγομεν καὶ τότε. Τοιαῦτα γάρ ἐστι τὰ μὲν κατὰ τῶν περὶ Ὀλύμπιον πρὸς τὸν ἀνθύπατον Δονάτον, τὰ δὲ

1033
καθ̓ ἡμῶν πρὸς Φιλάγριον δοθέντα γράμματα. Ταῦτα τῆς δυσσεβοῦς συμμορίας τὰ κατὰ τῶν ἁγίων τολμήματα.

Ὅσιος δὲ οὗτος Κορδούβης ἐπίσκοπος ἦν, καὶ ἐν τῇ μεγάλῃ διαπρέψας κατὰ Νίκαιαν συνόδῳ, καὶ τῶν ἐν τῇ Σερδικῇ συνεληλυθότων πρωτεύσας.

Ἐγὼ δὲ Λιβερίου τοῦ πανευφήμου τὴν ὑπὲρ τῆς ἀληθείας παῤῥησίαν, καὶ τοὺς ἀξιαγάστους λόγους, οἷς ἐχρήσατο πρὸς Κωνστάντιον, ἐνθεῖναι βούλομαι τῇ συγγραφῇ. Ἀνάγραπτοι γὰρ παρὰ τῶν τηνικαῦτα φιλοθέων γεγένηνται, ὡς ἱκανοὶ παραθῆξαι καὶ διεγεῖραι πρὸς ζῆλον τῶν θείων τοὺς ἐραστάς.

Οὗτος δὲ μετὰ Ἰούλιον, ὅς Σίλβεστρον διεδέξατο, τὴν Ῥωμαίων ἴθυνεν Ἐκκλησίαν.

Διάλογος Κωνσταντίου βασιλέως καὶ Λιβερίου πάπα Ῥώμης: Κωνστάντιος βασιλεὺς εἶπεν: Ἡμεῖς, καὶ διὰ τὸ Χριστιανόν σε εἶναι, καὶ ἐπίσκοπον τῆς ἡμετέρας πόλεως, ἄξιον ἐκρίναμεν, καὶ τοῦτο μεταστειλάμενοι παραινοῦμέν σοι, τῆς ἀποῤῥήτου ἀπονοίας τοῦ ἀνοσίου Ἀθανασίου τὴν κοινωνίαν ἀρνήσασθαι.

Τοῦτο γὰρ ἡ οἰκουμένη εὖ ἔχειν ἐδοκίμασε, συνόδου τε ψηφίσματι ἀλλότριον τῆς ἐκκλησιαστικῆς κοινωνίας ἔκρινε. Λιβέριος ἐπίσκοπος εἶπε: Βασιλεῦ, τὰ ἐκκλησιαστικὰ κρίματα μετὰ πολλῆς δικαιοκρισίας γίνεσθαι ὀφείλει. Διόπερ εἴ σου δοκεῖ τῇ εὐσβείᾳ, κριτήριον συσταθῆναι κέλευσον: καὶ εἰ ὀφθείη Ἀθανάσιος ἄξιος καταδίκης, τότε κατὰ τὸν τῆς ἐκκλησιαστικῆς ἀκολουθίας τύπον ἐξενεχθήσεται ἡ κατ̓ αὐτοῦ ψῆφος. Οὐδὲ γὰρ οἶόν τε καταψηφίσασθαι ἀνδρὸς, ὅν οὐκ ἐκρίναμεν. Κωνστάντιος βασιλεὺς εἶπε: Πᾶσα ἡ οἰκουμένη κατεψηφίσατο περὶ τῆς ἀνοσιότητος αὐτοῦ, καὶ ὡς ἐξ ἀρχῆς τὸν καιρὸν διαπαίζει. Λιβέριος ἐπίσκοπος εἶπεν: Ὅσοι ὑπέγραψαν, οὐκ αὐτόπται τῶν γεγενημένων ἦσαν, ἀλλὰ διὰ δόξαν, καὶ φόβον, καὶ ἀτιμίαν τὴν παρὰ σοῦ. Ὁ βασιλεύς: Τί ἐστι δόξα, καὶ φόβος, καὶ ἀτιμία; Λιβέριος: Ὅσοι τὴν δόξαν τοῦ Θεοῦ οὐκ ἀγαπῶσι, τὰς παρὰ σοῦ μᾶλλον δωρεὰς προτιμήσαντες, ὅν μὴ ταῖς ὄψεσιν εἶδον, οὐ κρίναντες κατεδίκασαν, ὅπερ ἐστὶν ἀλλότριον Χριστιανῶν.

Ὁ βασιλεύς: Καίτοι κέκριται κατὰ πρόσωπον ἐν τῇ γενομένῃ συνόδῳ ἐν Τύρῳ, καὶ ἐν τῇ συνόδῳ κατεψηφίσαντο πάντες οἱ ἐπίσκοποι τῆς οἰκουμένης.

Λιβέριος: Οὐδέποτε κατὰ πρόσωπον κέκριται ὁ ἄνθρωπος.

Ὅσοι γὰρ τότε συνελθόντες κατεψηφίσαντο αὐτοῦ, ἀναχωρήσαντος Ἀθανασίου ἐκ τοῦ κριτηρίου, κατεψηφίσαντο ἀλόγως. Εὐσέβιος ὁ εὐνοῦχος εἶπεν: Ἐν τῇ συνόδῳ τῇ κατὰ Νίκαιαν

1036
ἀλλότριος τῆς καθολικῆς πίστεως ἀπεδείχθη. Λιβέριος: Πέντε μόνοι ἐπέκριναν τῶν συμπλευσάντων αὐτῷ ἐν τῷ Μαρεώτῃ, οὓς ἀπέστειλαν κατὰ τοῦ ἐγκαλουμένου συστήσασθαι κατ̓ αὐτοῦ ὑπομνήματα.

Ἀπὸ τούτων τοίνυν οἱ δύο τεθνήκασι, Θεογόνιος καὶ Θεόδωρος, οἱ δὲ λοιποὶ τρεῖς ζῶσι, Μάρης, καὶ Οὐάλης, καὶ Οὐρσάκιος. Ἀπὸ τούτων τῶν ἀποσταλέντων κατὰ Σαρδικὴν τοῦ πράγματος τούτου ἕνεκα συνεκροτεῖτο ψῆφος, οἵ ἐν τῇ συνόδῳ βιβλία ἐπιδεδώκασι, συγγνώμην αἰτοῦντες ἐφ̓ οἷς ἐν τῷ Μαρεώτῃ κατὰ συκοφαντίαν ἐκ μονομεροῦς συνεστήσαντο κατὰ Ἀθανασίου ὑπομνήματα: ἅτινα βιβλία αὐτῶν νῦν ἔχομεν μετὰ χεῖρας. Τίνι δεῖ τούτων πείθεσθαι ἡμᾶς, βασιλεῦ, κοινωνεῖν, τοῖς πρότερον καταψηφισαμένοις, καὶ ἐκ δευτέρου συγγνώμην αἰτήσασιν, ἤ τοῖς νῦν τούτων καταψηφισαμένοις; Ἐπίκτητος ἐπίσκοπος εἶπε: Βασιλεῦ, οὐ πίστεως ἕνεκεν σήμερον, οὐδὲ κριμάτων ἐκκλησιαστικῶν ἀντιποιούμενος Λιβέριος τὸν λόγον ποιεῖται, ἀλλ̓ ἴνα τοῖς ἐν Ῥώμῃ συγκλητικοῖς καυχήσηται, ὡς συλλογισάμενος τὸν βασιλέα. Ὁ βασιλεὺς εἶπε Λιβερίῳ: Πόσον εἶ μέρος τῆς οἰκουμένης, ὅτι σὺ μόνος συναίρῃ ἀνθρώπῳ ἀνοσίῳ, καὶ τῆς οἰκουμένης τὴν εἰρήνην καὶ ὅλου τοῦ κόσμου λύεις; Λιβέριος: Οὐ διά τὸ ἐμὲ μόνον εἶναι ὁ τῆς πίστεως ἐλαττοῦται λόγος.

Καὶ γὰρ κατὰ τὸ παλαιὸν, τρεῖς μόνοι εὑρίσκονται ἀντιστάντες προστάξει. Εὐσέβιος ὁ εὐνοῦχος εἶπε: Τὸν βασιλέα ἡμῶν Ναβουχοδονόσορ ἐποίησας.

1037
Αιβέριος: Οὐχί: ἀλλ̓ οὕτως ἀλόγως καταδικάζεις ἄνθρωπον ὂν οὐκ ἐκρίναμεν. Ἀλλὰ καὶ ἐγὼ ἀξιῶ πρότερον οἰκουμενικὴν ὑπογραφὴν προχωρῆσαι, βεβαιοῦσαν τὴν πίστιν τὴν κατὰ Νίκαιαν ἐκτεθεῖσαν, ἵν̓ οὕτως, ἀνακληθέντων τῶν ἀδελφῶν ἡμῶν ἀπὸ τοῦ ἐξορισμοῦ, καὶ ἀποκατασταθέντων τοῖς ἰδίοις τόποις, εἰ ὀφθείησαν οἱ νῦν θορύβους ἐγγεννῶντες ταῖς Ἐκκλησίαις, συγκατατιθέμενοι τῆ ἀποστολικῇ πίστει, τότε ἐπὶ τῆς Ἀλεξανδρέων οἱ πάντες, ἀπαντήσαντες ἔνθα ὁ ἐγκαλούμενος καὶ οἱ ἐγκαλοῦντές εἰσι, καὶ ὁ ἀντιποιούμενος αὐτῶν, ἐξετάσαντες τὰ περὶ αὐτῶν, συμπεριενεχθῶμεν. Ἐπίκτητος ἐπίσκοπος εἶπεν: Ἀλλ̓ ὁ δρόμος τῶν δημοσίων οὐχ ὑποστήσεται τὴν χρείαν τῆς τῶν ἐπισκόπων παρόδου. Λιβέριος: Οὐ χρείαν ἔχει τὰ ἐκκλησιαστικὰ δημοσίου δρόμου: αἱ γὰρ ἐκκλησίαι ἱκαναί εἰσιν ἕως τῆς θαλάσσης διαπέμψασθαι τοὺς ἑαυτῶν ἐπισκόπους. Ὁ βασιλεύς: Τὰ ἤδη τύπον ἐσχηκότα ἀναλύεσθαι οὐ δυνατόν ἐστι.

Τῶν γὰρ πλειόνων ἐπισκόπων ἡ ψῆφος ἰσχύειν ὀφείλει.

Σὺ μόνος εἶ ὁ ἀντιποιούμενος τῆς φιλίας τοῦ ἀνοσίου ἐκείνου. Λιβέριος εἶπεν: Βασιλεῦ, οὐδέ ποτε ἠκούσαμεν, μὴ παρόντος τοῦ ἐγκαλουμένου, κριτοῦ ἀνοσιότητα καταγγέλλοντος, ὡς ἰδίαν ἔχθραν εἰσφέροντος τῷ ἀνθρώπῳ. Ὁ βασιλεύς: Πάντας μὲν κοινῶς ἠδίκησεν, οὐδένα δὲ οὕτως ὡς ἐμέ. Ὅστις μὴ ἀρκεσθεὶς ἐπὶ τῇ ἀπωλείᾳ τοῦ μειζοτέρου μου ἀδελφοῦ, οὐδὲ τὸν μακαρίτην Κώνσταντα ἐπαύσατο παροξύνων εἰς ἡμετέραν ἔχθραν, εἰ μὴ ἡμεῖς πλείονι ἡμερότητι ὑπηνέγκαμεν τὴν τοῦ παροξύνοντος καὶ τοῦ παροξυνομένου ῥοπήν. Οὐδὲν δέ μοι τοιοῦτον κατόρθωμα, οὐδὲ τὸ κατὰ Μαγνέντιον καὶ Σιλβανὸν, ὡς τοῦ μιαροῦ ἐκείνου περιαιρουμένου τῶν ἐκκλησιαστικῶν πραγμάτων. Λιβέριος: Μὴ διὰ τῶν ἐπισκόπων ἀμύνου τὴν ἔχθραν, βασιλεῦ. Αἱ γὰρ χεῖρες τῶν ἐκκλησιαστικῶν εἰς τὸ ἁγιάζειν εὐκαιρεῖν ὀφείλουσιν. Ὅθεν εἴ σοι δοκεῖ, κέλευσον ἀνακληθῆναι τοὺς ἐπισκόπους εἰς τοὺς ἰδίους τόπους: καὶ εἰ ὀφθείησαν ὁμόφρονες τοῦ σήμερον ἀντιποιουμένου ἐν τῇ κατὰ Νίκαιαν ἐκτεθείσῃ ὀρθοδόξῳ πίστει, τότε συνελθόντες ἐπὶ τὸ αὐτὸ ἴδοιεν ὑπὲρ εἰρήνης τοῦ κόσμου, ἴνα μὴ τὸν μὴ ἁμαρτήσαντα ἅνδρα χαραχθῆναι δοκιμασθῇ. Ὁ βασιλεύς: Ἔν ἐστι τὸ ζητούμενον. Βούλομαι γάρ σε ἀσπασάμενον τὴν πρὸς τὰς Ἐκκλησίας κοινωνίαν, πάλιν εἰς τὴν Ῥώμην ἀποστεῖλαι. Διὰ τοῦτο πείσθητι τῇ εἰρήνῃ, καὶ ὑπογράψας ὑπόστρεψον εἰς τὴν Ῥώμην. Λιβέριος: Ἤδη τοῖς ἀδελφοῖς τοῖς ἐν: Ῥώμῃ ἀπεταξάμην. Μείζους γάρ εἰσιν οἱ ἐκκλησιαστικοὶ θεσμοὶ τῆς ἐν Ῥώμῃ διατριβῆς. Ὁ βασιλεύς: Οὐκοῦν τριῶν ἡμερῶν ἔχεις σκέψεως διάστημα, εἰ βούλει ὑπογράψας ὑποστρέψαι εἰς τὴν Ῥώμην, ἤ ἐννοῆσαι ἐν ποίῳ τόπῳ

1040
μετατεθῆναι βούλει. Λιβέριος: Τὸ τῶν τριῶν ἡμερῶν διάστημα οὐ μετατίθησι λογισμόν. Ὅθεν ὅπου βούλει ἀπόστειλόν με. Ὁ δὲ βασιλεὺς, μετὰ δύο ἡμέρας κριθέντος Λιβερίου, καὶ μὴ μετατεθέντος τοῦ λογισμοῦ, εἶπεν ἐξορισθῆναι εἰς τὴν Βέροιαν τῆς Θρᾴκης. Ἐκβάντος Λιβερίου, ὁ βασιλεὺς ἀπέστειλε πεντακοσίους χρυσίνους αὐτῷ εἰς δαπάνας. Λιβεροις εἶπε τῷ προσκομίσαντι: Ἄπελθε, δὸς αὐτὰ τῷ βασιλεῖ: χρείαν γὰρ ἔχει δοῦναι τοῖς στρατιώταις αὐτοῦ. Ὁμοίως ἡ βασίλισσα ἔπεμψεν αὐτῷ τὰ αὐτὰ. Λιβέριος εἶπεν: Ἀπόδος αὐτὰ τῷ βασιλεῖ: χρείαν γὰρ αὐτῶν ἔχει εἰς τὴν τῶν στρατιωτῶν ἐξοδίασιν. Ἐὰν δὲ μὴ χρείαν ἔχῃ ὁ βασιλεὺς, δότω αὐτὰ τῷ Αὐξεντίῳ καὶ Ἐπικτήτῳ: χρείαν γὰρ ἔχουσιν τούτων. Ὡς δὲ παῤ αὐτῶν οὐκ ἔλαβεν, Εὐσέβιος ὁ εὐνοῦχος προσφέρει αὐτῷ ἑτέρους. Λιβέριος δὲ εἶπεν αὐτῷ: Τὰς ἐκκλησίας τῆς οἰκουμένης ἠρήμωσας, καὶ ὡς καταδίκῳ ἐλεημοσύνην μοι προσφέρεις; Ἄπελθε, πρῶτον γενοῦ Χριστιανός. Καὶ μετὰ τρεῖς ἡμέρας, μηδὲν δεξάμενος ἐξορίσθη

Περὶ τῆς ἐξορίας καὶ ἐπανόδου τοῦ ἁγίου Λιβερίου.

Ὁ μὲν δὴ νικηφόρος τῆς ἀληθείας ἀγωνιστὴς τὴν Θρᾴκην ὡς προσετάχθη κατέλαβε. Δύο δὲ διεληλυθότων ἐτῶν, ὁ μὲν Κωνστάντιος εἰς τὴν Ῥώμην ἀφίκετο. Αἱ δὲ τῶν ἐν τέλει καὶ ἀξιώμασιν ὁμόζυγοι τοὺς ἄνδρας ἐλιπάρουν. ἱκετεῦσαι τὸν Κωνστάντιον, ἀποδοῦναι τὸν νομέα τῇ ποίμνῃ, φάσκουσαι εἰ μὴ πείσοιεν, αὐτοὺς μὲν καταλείψειν, πρὸς δὲ τὸν μέγαν ἐκεῖνον διαδραμεῖσθαι ποιμένα. Οἱ δὲ ἔφασαν δεδιέναι τὸν βασιλέως θυμόν: ἄνδρας γὰρ ὄντας οὐδὲ μιᾶς ἴσως ἀξιώσει συγγνώμης: Ὑμῖν δὲ ἀντιβολούσαις φειδοῦς δήπουθεν μεταδώσει, καὶ δυοῖν θάτερον, ἢ τὴν ἱκετηρίαν δέξεται, ἢ μὴ πειθόμενος ἀπαθεῖς ἀποπέμψει. Ταύτην δεξάμεναι τὴν εἰσήγησιν αἱ ἀξιέπαινοι γυναῖκες, μετὰ τῆς συνήθους πολυτελείας προσῆλθον τῷ βασιλεῖ: ὅπως περιφανεῖς ἐκ τῆς ἐσθῆτος ὑπολαβὼν, αἰδοῦς αὐτὰς καὶ φειδοῦς ἀξιώσῃ. Οὕτω δὲ προσελθοῦσαι, ἱκέτευον οἰκτεῖραι πόλιν τοσαύτην ποιμένος ἐστερημένην, καὶ ταῖς τῶν λύκων ἐπιβουλαῖς εὐάλωτον γενομένην. Ὁ δὲ ἔφη μὴ δεῖσθαι νομέως ἑτέρου τὴν πόλιν: ποιμένα δὲ ἔχειν προμηθεῖσθαι δυνάμενον. Καὶ γὰρ ἐκεχειροτόνητο μετὰ τὸν μέγαν Λιβέριον τῶν διακόνων τις πιστῶν ἐκείνου: Φίληξ ἦν ὄνομα τούτῳ: ʽ??ʼς τὴν μὲν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν ἄσυλον διεφύλαττε, τοῖς δέ γε διαφθείρουσι ταύτην ἀδεῶς ἐκοινώνει. Οὐδεὶς μέντοι τῶν οἰκούντων τὴν Ῥώμην εἰς εὐκτήριον εἰσελήλυθεν οἶκον, ἔνδον ὄντος ἐκείνου. Τοῦτο δὲ καὶ αἱ γυναῖκες ἔφασαν ἐκεῖναι τῷ βασιλεῖ. Οὗ δὴ χάριν ἐπικαμφθεὶς, προσέταξε μὲν τὸν πάντα ἄριστον ἐκεῖνον ἐπανελθεῖν, κοινῇ δὲ ἀμφοτέρους τὴν Ἐκκλησίαν ἰθύνειν. Τούτων ἐν τῷ ἱπποδρόμῳ τῶν γραμμάτων ἀναγνωσθέντων, ἐξεβόησε τὸ πλῆθος, δίκαιον εἶναι λέγον τοῦ βασιλέως τὴν ψῆφον: διχῆ γὰρ διαιρεῖσθαι τοὺς θεατὰς, ἀπὸ τῶν χροιῶν τὰς ἐπωνυμίας ἔχοντας: καὶ χρῆναι τὸν μὲν τούτων, τὸν δὲ

1041
ἐκείνων ἡγεῖσθαι, Οὕτω κωμῳδήσαντες τοῦ βασιλέως τὰ γράμματα, κοινὴν ἀφῆκαν φωνήν: Εἷς Θεὸς, εἶς Χριστὸς, εἷς ἐπίσκοπος: αὐτὰς γὰρ θεῖναι τὰς φωνὰς ὑπέλαβον δίκαιον. Μετὰ ταύτας τοῦ φιλοχρίστου δήμου τὰς εὐσεβείᾳ καὶ δικαιοσύνῃ κοσμουμένας βοὰς ἐπανῆκε Λιβέριος ὁ θεσπέσιος. Ὁ δὲ Φίληξ ὑποχωρήσας, ἑτέραν ᾤκησε πόλιν. Ταῦτα τοῖς ἐν Μεδιολάνῳ τοῖς ἐπισκόποις συμβεβηκόσι συνῆψα, τὴν τοῦ διηγήματος ἁρμονίαν φυλάττων. Ἐπὶ δὲ τῶν γεγενημένων πάλιν ἐπάνειμι τὴν τάξιν.

Περὶ τῆς ἐν Ἀριμίνῳ γενομένης συνόδου.

Τῶν γὰρ τῆς πίστεως προμάχων ἐξελαθέντων, νομίσαντες οἱ τὴν βασιλέως γνώμην μετατιθέντες εἰς ἅπερ ἐβούλοντο, εὐπετῶς μάλα καταλύσειν τὴν ἀντίπαλον αὐτοῖς πίστιν, καὶ τὴν Ἀρείου βεβαιώσειν διδασκαλίαν, ἔπεισαν τὸν Κωνστάντιον εἰς τὴν Ἀρίμινον καὶ τοὺς τῆς ἑῴας καὶ τοὺς τῆς ἑσπέρας συναγαγεῖν ἐπισκόπους, προστάξαι τὴν οὐσίαν καὶ τὸ ὁμοούσιον περιελεῖν ἐκ τῆς πίστεως, τὰ κατὰ τῆς Ἀρείου κακοτεχνίας ἐξευρεθέντα παρὰ τῶν Πατέρων μηχανήματα. Ταῦτα γὰρ ἔλεγον τὴν τῶν Ἐκκλησιῶν πεποιηκέναι διαίρεσιν. Ἐπειδὴ δὲ συνῆλθον, φενακίσαι μὲν ἐπειράθησαν οἱ τῆς Ἀρείου λώβης μετειληχότες τῶν συναθροισθέντων τὸ πλῆθος, καὶ διαφερόντως τοὺς ἑσπερίους ἁπλοῖς ἤθεσι κεχρημένους.

Ἔφασκον δὲ μὴ χρῆναι δυοῖν ἕνεκα λέξεων, καὶ τούτων ἀγράφων, διασπασθῆναι τῆς Ἐκκλησίας τὸ σῶμα: ἀλλ̓ εἰπεῖν μὲν ὅμοιον τῷ γεγεννηκότι τὸν Υἱὸν κατὰ πάντα, τὸ δὲ τῆς οὐσίας παραλιπεῖν ὡς ἄγραφον ὄνομα. Ἀλλὰ τῆς ἐξαπάτης αἰσθόμενοι, τοὺς μὲν ταῦτα λέγοντας ἀπεκήρυξαν: αὐτοὶ δὲ τῷ βασιλεῖ τὴν οἰκείαν γνώμην διὰ γραμμάτων ἐδήλωσαν.

Παῖδες γὰρ ἔφασαν εἶναι καὶ κληρονόμοι τῶν ἐν Νικαίᾳ συνεληλυθότων Πατέρων. Εἰ δέ τι τῶν παῤ ἐκείνων γραφέντων ἀφελεῖν, ἣ προσθεῖναί τι τοῖς ἄριστα κειμένοις τολμήσαιμεν, νόθους ἑαυτοὺς ἀποφανοῦμεν, κατήγοροι τῶν γεγεννηκότων γενόμενοι.

Σαφέστερον δὲ αὐτῶν τὸν ἀκριβῆ κανόνα τῆς πίστεως τὰ παῤ αὐτῶν γραφέντα πρὸς Κωνστάντιον ἐπιδείξει.

Ἐπιστολὴ γραφεῖσα Κωνσταντίῳ βασιλεῖ παρὰ τῆς ἐν Ἀριμίνῳ ἀθροισθείσης συνόδου.

Ἐκ τῆς τοῦ Θεοῦ κελεύσεως, καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγματος, τὰ πάλαι δογματισθέντα γεγενῆσθαι πιστεύομεν. Εἰς γὰρ Ἀρίμινον ἐκ

1044
πασῶν τῶν πρὸς δύσιν πόλεων εἰς ταυτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς Ἐκκλησίας γνωρισθῇ, καὶ οἱ τἀναντία φρονοῦντες ἔκδηλοι γένωνται. Ὡς γὰρ ἐπὶ πλεῖστον διασκοποῦντες εὑρήκαμεν, ἄριστον ἐφάνη, τὴν πίστιν, τὴν ἔκπαλαι διαμένουσαν. ἣν καὶ οἱ προφῆται. καὶ τὰ Εὐαγγέλια, καὶ οἱ ἀπόστολοι διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν ἐκήρυξαν, τοῦ καὶ τ̔??ʼς σῆς βασιλείας φρουροῦ. καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατέχοντες φυλάξωμεν, καὶ φυλάττοντες μέχρι τέλους διατηρήσωμεν. Ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη, τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάξαι, καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων, ὧν ἡ διδασκαλία καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοὰς καὶ διανοίας: ἥτις ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς Ἀρείου αἱρέσεως ὑπῆρξε: δἰ ἧς οὐ μόνον αὐτὴ, ἀλλὰ καὶ αἱ λοιπαὶ αἱρέσεις καθῃρέθησαν. Ἐν ᾗ ὄντως καὶ τὸ προσθεῖναί τι σφαλερὸν καὶ τὸ ἀφελέσθαι ἐπικίνδυνον ὑπάρχει: ὡς εἴπερ θάτερον γένοιτο, ἔσται τοῖς ἐχθροῖς ἄδεια τοῦ ποιεῖν ἅπερ βούλονται. Ὅθεν Οὐρσάκιός τε καὶ Οὐάλης, ἐπειδὴ μέτοχοί τε καὶ σύμφωνοι τοῦ Ἀρειανικοῦ δόγματος ἦσαν καθεστηκότες, τῆς ἡμετέρας κοινωνίας χωρισθέντες ἀπεφάνθησαν. Ἧς ἵνα μετάσχωσιν, ἐφ̓ οἷς ἑαυτοῖς συνεγνώκεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς καὶ τὰ ἔγγραφα τὰ ὑπ̓ ἐκείνων γεγενημένα μαρτυρεῖ, δἰ ὦν ἁπάντων φειδὼ γεγένηται, καὶ τῶν ἐγκλημάτων συγγνώμη. Ἦν δὲ ὁ καιρὸς καθ̓ ὃν ταῦτα ἐπράττετο, ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὴ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων Ἐκκλησίας. Ἐγνωκότες δὲ ἅμα, καὶ τὸν μετὰ τὴν τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα: ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς, καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν, ἄτοπον ἐνομίσαμεν εἷναι μετ̓ ἐκεῖνόν τι καινοτομεῖν, καὶ τοσούτους ἀγίους ὁμολογητὰς καὶ μάρτυρας, τοὺς καὶ τοῦδε τοῦ δόγματος συγγραφεῖς τε καὶ ἐφευρετὰς παριδεῖν, οἵτινες κατὰ τὸν παλαιὸν τῆς Ἐκκλησίας δεσμὸν ἅπαντα φρονοῦντες διαμεμενήκασιν: ὧν ὁ Θεὸς
1045
τὴν πίστιν καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας μετέδωκε, διὰ τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, δἰ οὗ σοι καὶ τὸ βασιλεύειν οὕτως ὑπῆρξεν, ὡς καὶ τῆς καθ̓ ἡμᾶς οἰκουμένης κρατεῖν. Πάλιν γοῦν οἱ ἐλεεινοὶ καὶ οἰκτροὶ τῷ φρονήματι, ἀθεμίτῳ τολμήματι τῆς δυσσεβοῦς φρονήσεως κήρυκας ἑαυτοὺς ἀνήγγειλαν, καὶ ἐπιχειροῦσιν ἀνατρέπειν πᾶν ἀληθείας σύνταγμα. Ὡς γὰρ κατὰ τὸ σὸν πρόσταγμα συνέδριον τῆς συνόδου συνεκροτεῖτο, κἀκεῖνοι τῆς ἰδίας ἀπάτης ἐγύμνουν τὴν σκέψιν. Ἐπειρῶντο γὰρ πανουργίᾳ τινὶ καὶ ταραχῇ προσφέροντές τι καινοτομεῖν, τῆς τοιαύτης ἑταιρίας συναλισκομένους εὑρόντες, Γερμάνιόν τινα, καὶ Αὐξέντιον, καὶ Γάῖον, τοὺς τὴν αἵρεσιν καὶ διχοστασίαν ἐμ̔??ʼιοῦντας, ὧν ἡ διδασκαλία μία μὲν οὖσα πᾶν πλῆθος βλασφημιῶν ὑπερβέβηκεν. Ὡς δὲ συνεῖδον οὐχὶ τῆς αὐτῆς προαιρέσεως ὄντας, οὕτε ὁμογνωμονοῦντας ἐφ̓ οἷς κακῶς ἐφρόνουν, εἰς τὸ συμβούλιον ἡμῶν μετήγαγον ἑαυτοὺς, ὡς δοκεῖν ἕτερόν τι γράφειν. Ἦν δὲ ὁ καιρὸς βραχὺς, ὁ καὶ τὰς γνώμας αὐτῶν ἐξελέγχων. Ἵν̓ οὖν μὴ τοῖς αὐτοῖς ἀεὶ τὰ τῆς Ἐκκλησίας περιπίπτῃ. καὶ ταραχὴ καὶ θόρυβος καλινδούμενος ἅπαντα συγχέῃ, βέβαιον ἐφάνη τὰ πάλαι ὡρισμένα ἔννομα καὶ ἀμετακίνητα διαφυλάττειν, τοὺς δὲ προειρημένους τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι: δἰ ἣν αἰτίαν τοὺς ἀναδιδάξοντας πρέσβεις πρὸς τὴν σὴν ἐπιείκειαν ἀπεστάλκαμεν, τὴν γνώμην τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς μηνύσοντας. Τοῖς δὲ πρέσβεσι πρό γε πάντων τοῦτο παρεκελευσάμεθα, τὸ τὴν ἀλήθειαν πιστώσασθαι ἐκ τῶν πάλαι ἀρχαίων καὶ δικαίων ὁρμωμένους. Οἳ καὶ τὴν σὴν ὁσιότητα ἀναδιδάξουσιν, ὅτι οὐχ ὥσπερ ἔφησαν Οὐρσάκιός τε καὶ Οὐάλης, ἔσται εἰρήνη, εἵπερ τι τῶν δικαίων ἀνατραπείη: πῶς γὰρ εἰρήνην οἷόν τε ἄγειν τοὺς τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ ταραχὴ ἐκ τούτων σὺν ταῖς λοιπαῖς πόλεσι καὶ τῇ Ῥωμαίων Ἐκκλησίᾳ γενήσεται. Διὸ δὴ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ γαληνῷ βλέμματι τοὺς ἡμετέρους πρέσβεις ἀθρήσειας, μήτε πρὸς ὕβριν τῶν τετελευτηκότων καινόν τι μεταλλάττειν ἐπιτρέψειας: ἀλλ̓ ἐάσῃς ἐμμένειν ἡμᾶς τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις, οὕς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ Πνεύματος ἀγίου πεποιηκέναι φήσαιμεν ἄν. Τά γὰρ νῦν παῤ ἐκείνων καινοτομούμενα τοῖς
1048
μὲν πιστεύσασιν ἀπιστίαν ἐμποιεῖ, τοῖς δὲ ἀπιστοῦσιν ὠμότητα. Ἱκετεύομεν δὲ ἵνα κελεύσῃς τοὺς ἐν ἀλλοδαπαῖς διατρίβοντας, οὓς καὶ τὸ τῆς ἡλικίας ἐπίπονον, καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσασθαι, ἵνα μὴ ἔρημοι τῶν ἐπισκόπων ἀφῃρημένων αἱ ἐκκλησίαι μείνωσιν. Ἔτι δὲ καὶ πρὸς ἅπασι τοῦτο δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τι τῶν προϋπαρξάντων, μήτε πλεονάζῃ. ἀλλὰ πάντα ἄῤῥηκτα διαμένῃ ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα. μήτε λοιπὸν ἡμᾶς μοχθεῖν, καὶ τῶν ἰδίων παροικιῶν ἀλλοτρίους ἐπιτρέψειας γενέσθαι: ἀλλ̓ ἵνα οἱ ἐπίσκοποι σὺν τῷ ἰδίῳ λαῷ μετ̓ εἰρήνης εὐχαῖς τε καὶ λατρείαις σχολὴν ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς βασιλείας τε καὶ σωτηρίας, καὶ εἰρήνης, ἣν ἡ Θειότης εἰς τὸ διηνεκές σοι χαριεῖται. Οἱ δὲ ἡμέτεροι πρέσβεις τὰς ὑπογραφὰς καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν, οἵτινες καὶ ἐξ αὐτῶν τῶν θείων Γραφῶν τὴν σὴν ὁσιότητα ἀναδιδάξουσιν.

Τούτων γραφέντων, καὶ τῶν πρέσβεων ἀποσταλέντων, οἱ βασιλεῖ παραδυναστεύοντες τὴν μὲν ἐπιστολὴν λαβόντες ἀπέδοσαν τῷ βασιλεῖ, τοὺς δὲ πρέσβεις οὐκ εἰσήγαγον, περὶ τὰς κοινὰς εἱλεῖσθαι φροντίδας τὸν κρατοῦντα φήσαντες. Ταῦτα δὲ ἔδρων, ἡγούμενοι τοὺς ἐπισκόπους, δυσχεραίνοντας τοῦ χρόνου τὸ μῆκος, καὶ τὰς ἐγκεχειρισμένας πόλεις ποθοῦντας καταλαβεῖν, ἀναγκασθήσεσθαι διορύξαι καὶ καταλῦσαι τὸν κατὰ τῆς αἱρέσεως ἐξευρεθέντα περίβολον. Ἀλλ̓ οὐδὲν ὤνησε τὸ μηχάνημα. Πάλιν γὰρ οἱ γενναῖοι τῆς πίστεως πρόμαχοι ἑτέραν ἐπιστολὴν ἐξέπεμψαν τῷ βασιλεῖ, καὶ τοὺς πρέσβεις δεχθῆναι, καὶ σφᾶς ἀπολυθῆναι παρακαλοῦντες.

Ἐντίθημι δὲ καὶ ταύτην τῇ συγγραφῇ.

Ἑτέρμ συνόδου πρὸς Κωνστάντιον ἐπιστολή.

Νικητῇ Κωνσταντίῳ, εὐσεβεῖ βασιλεῖ, οἱ ἐν Ἀριμίνῳ ἐπίσκοποι.

Τὰ γράμματα τῆς σῆς εὐμενείας ἐδεξάμεθα, δέσποτα ἐνδοξότατε αὐτοκράτορ, ἅτινα περιέχει, ὅτι διὰ τὴν δημοσίαν ἀνάγκην τέως τοὺς ἡμετέρους πρέσβεις θεωρῆσαι οὐκ ἠδυνήθης: καὶ ἡμᾶς δὲ κελεύεις τὴν τούτων ἐπάνοδον ἐκδέξασθαι, ὅπως τὸν ἡμέτερον σκοπὸν καὶ τὰ δόγματα τῶν προγόνων ἡ σὴ εὐσέβεια ἐπιγνῷ. Ἀλλὰ μὴν ἐκεῖνο ὅ ἀπηγγέλμεθα, οὐδενὶ τρόπῳ ἑαυτοὺς ἀπὸ τῆς ἰδίας προθέσεως ἀναχωρήσαντας, καὶ νῦν δὲ τούτοις τοῖς γράμμασι τὴν σὴν εὐμένειαν ἀναδιδάσκομεν, καὶ παρακαλοῦμεν εὐμενεῖ προσόψει τὰ γράμματα τῆς ἡμετέρας ταπεινότητος, ἐν οἷς νῦν τῇ εὐσεβείᾳ σου ἀποκρινόμεθα. κἀκεῖνα ἅτινα διὰ τῶν ἡμετέρων πρέσβεων τῇ σῇ εὐλαβείᾳ ἀνενεχθῆναι ἐνετειλάμεθα, ἡδέως προσδέξῃ. Ὡς δὲ εἵη στυγνὸν καὶ ἀνακόλουθον, ἵνα ἐν τοῖς μακαριωτάτοις σου καιροῖς

1049
τοσαῦται Ἐκκλησίαι ἄνευ ἐπισκόπων δοκῶσιν εἷναι, ἡ σὴ εὐμένεια ὁμοίως ἡμῖν γινώσκει. Διὸ δὴ πάλιν, ἐνδοξότατε αὐτοκράτορ, δεόμεθα ἵνα πρὸ τῆς δεινότητος τοῦ χειμῶνος, εἰ ἀρέσκει τῇ σῇ φιλανθρωπίᾳ, εἰς τὰς Ἐκκλησίας τὰς ἡμετέρας ἐπανελθεῖν κελεύσῃς, ὅπως δυνηθῶμεν τῷ παντοκράτορι Θεῷ, καὶ τῷ Χριστῷ τῷ Υἱῷ αὐτοῦ, τῷ Δεσπότῃ καὶ Σωτῆρι ἡμῶν, ὑπὲρ τῆς καταστάσεως τοῦ κράτους σου ἄμα μετὰ τῶν λαῶν, καθὼς ἐποιήσαμεν καὶ ποιοῦμεν, μεγίστας ἱκεσίας προσενεγκεῖν.

Περὶ τῆς ἐν Νἰκῃ τῆς Θρᾴκης συνόδου, καὶ ἔκθεσις πίστεως παῤ ἐκείνων γραφεῖσα.

Μετὰ τήνδε τὴν ἐπιστολὴν, τὸν βασιλέως θυμὸν παραθήξαντες, ἄγουσιν ἄκοντας τῶν ἐπισκόπων τοὺς πλείστους εἴς τινα πόλιν τῆς Θρᾴκης: Νίκη δὲ ὄνομα ταύτῃ: καὶ πείθουσι τοὺς μὲν βουκολήσαντες δἰ ἁπλότητα, τοὺς δὲ δεδιξάμενοι, τὴν πάλαι κατὰ τῆς εὐσεβείας αὐτοῖς ἐξευρεθεῖσαν ἐξεργάσασθαι μηχανήν: καὶ τὴν μὲν οὐσίαν καὶ τὸ ὁμοούσιον ἐξορύξαι τῆς πίστεως, ἐνθεῖναι δὲ ἀντὶ τούτων τὸ ὅμοιον. Ἐντίθημι δὲ καὶ ταύτην τῇ ἱστορίᾳ, οὐχ ὡς εὖ ἔχουσαν, ἀλλ̓ ὡς τὴν Ἀρείου συμμορίαν διελέγχουσαν: οὐδὲ γὰρ ταύτης οἱ νῦν δυσσεβοῦντες ἀντέχονται, ἀλλ̓ ἀντὶ τοῦ ὁμοίου κηρύττουσι τὸ ἀνόμοιον Πίστις ἐκτεθεῖσα ἐν Νίκῃ τῆς Θρᾴκης, οὐκ εὖ ἔχουσα.

Πιστεύομεν εἰς ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν, Πατέρα παντοκράτορα, ἐξ οὗ τὰ πάντα. Καὶ εἰς τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, τὸν πρὸ πάντων τῶν αἰώνων, καὶ πρὸ πάσης ἀρχῆς γεννηθέντα ἐκ τοῦ Θεοῦ, δἰ οὖ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα. Γεννηθέντα δὲ μονογενῆ μόνον ἐκ μόνου τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ: ὅμοιον τῷ γεγεννηκότι αὐτὸν Πατρὶ, κατὰ τὰς Γραφάς. Οὗ τὴν γέννησιν οὐδεὶς οἶδεν, εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν Πατήρ. Τοῦτον οἴδαμεν μονογενῆ Θεοῦ Υἱὸν, πέμποντος τοῦ Πατρὸς, παραγεγενῆσθαι ἐκ τῶν οὐρανῶν, καθὼς γέγραπται, εἰς καθαίρεσιν ἁμαρτίας καὶ θανάτου: καὶ γεννηθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου, καθὼς γέγραπται, κατὰ σάρκα: καὶ συναναστραφέντα μετὰ τῶν μαθητῶν: καὶ πάσης τῆς οἰκονομίας πληρωθείσης κατὰ τὴν βούλησιν τοῦ Πατρὸς, σταυρῷ προσηλωθέντα, ἀποθανόντα καὶ ταφέντα, καὶ εἰς τὰ καταχθόνια κατελθόντα: ὃν αὐτὸς ὁ ᾅδης ἐτρόμαξε: καὶ ἀνελθόντα ἀπὸ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ συναναστραφέντα μετὰ τῶν μαθητῶν τεσσαράκοντα ἡμερῶν πληρουμένων: καὶ ἀναληφθέντα εἰς τοὺς οὐρανοὺς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός: ἐρχόμενον δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἀναστάσεως μετὰ δόξης πατρικῆς, ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ εἰς Πνεῦμα ἅγιον, ὅπερ αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς Ἰησοῦς Χριστὸς Θεὸσ̓ καὶ Κύριος ἐπηγγείλατο ἀποστεῖλαι τῷ γένει τῶν ἀνθρώπων

1052
τὸν Παράκλητον, καθὼς γέγραπται, τὸ Πνεῦμα τῆς ἀληθείας. Ὅπερ καὶ αὐτὸς ἀπέστειλεν ἀνελθὼν εἰς τοὺς οὐρανοὺς, καὶ καθίσας ἐν δεξιᾷ τοῦ Πατρός: ἐκεῖθεν δὲ ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς.

Τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ἐνετέθη ὑπὸ τῶν Πατέρων, ἀγνοούμενον δὲ τοῖς λαοῖς σκάνδαλον ἔφερε, διὰ τὸ ἐν ταῖς Γραφαῖς τοῦτο μὴ ἐμφέρεσθαι. ἤρεσε περιαιρεθῆναι, καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας τοῦ λοιποῦ γίνεσθαι, διὰ τὸ μνήμην οὐσίας τοῦ λοιποῦ γίνεσθαι, διὰ τὸ μάλιστα τὰς θείας Γραφὰς μηδαμοῦ περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐσίας μεμνῆσθαι. Μήτε μὴν δεῖν ἐπὶ προσώπου Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μίαν ὑπόστασιν ὀνομάζεσθαι. Ὅμοιον δὲ λέγομεν τῷ Πατρὶ τὸν Υἱὸν, καθὼς καὶ αἱ θεῖαι Γραφαὶ λέγουσι καὶ διδάσκουσι. Πάσας δὲ τὰς αἱρέσεις, τὰς ἤδη πρότερον καθαιρεθείσας, ἢ καὶ εἴ τινες νεωστὶ ἀνεφύησαν ὑπεναντίαι ταύτης τῆς γραφῆς τῆς ἐκτεθείσης, ἀνάθεμα ἔστωσαν. Ταῦτα μὲν οἱ μὲν δείσαντες, οἱ δὲ φενακισθέντες, συνέγραψαν: οἱ δὲ συνθέσθαι μὴ βουληθέντες, εἰς τὰς τῆς οἰκουμένης ἐσχατιὰς ἐξεπέμφθησαν.

Συνοδικὸς τόμος Δαμάσου Ῥώμης. καὶ τῶν δυτικῶν ἐπισκόπων, περὶ τῆς κατὰ Ἀρίμινον συνόδου.

Ὅτι μέντοι τῆσδε τῆς ἐκθέσεως ἄπαντες κατηγοροῦσιν οἱ τῆς ἀληθείας ἀγωνισταὶ, καὶ διαφερόντως οἱ τὴν ἐσπέραν οἰκοῦντες, μαρτυρεῖ τὰ πρὸς Ἰλλυρίους παῤ ἐκείνων γραφέντα. Ἐξῆρχε δὲ τῶν γεγραφότων Δάμασος, τῆς μὲν Ῥωμαίων Ἐκκλησίας μετὰ Λιβέριον τὴν προεδρίαν λαχὼν, παμπόλλοις δὲ ἀρετῆς κοσμούμενος εἴδεσιν. Ἐννενήκοντα δὲ κοινωνοὺς ἔσχε τῶν γραμμάτων ἐξ Ἰταλίας, καὶ Γαλατίας τῆς νῦν Γαλλίας ὀνομαζομένης, εἰς τὴν Ῥώμην συνεληλυθότας. Ἐνέθηκα δ̓ ἂν καὶ τὰ τούτων ὀνόματα, εἰ μὴ παρέλκον ὑπέλαβον. Ἔγραψαν δὲ τάδε: Οἱ ἐπίσκοποι οἱ ἐπὶ τῆς Ῥωμαίων εἰς τὸ ἱερὸν συνελθόντες συνέδριον, Δάμασος, καὶ Οὐαλεριανὸς, καὶ οἱ λοιποὶ, τοῖς ἀγαπητοῖς ἀδελφοῖς τοῖς ἐν Ἰλλυρικῷ καθεστῶσιν ἐπισκόποις, ἐν Θεῷ χαίρειν.

Πιστεύομεν τὴν ἁγίαν πίστιν ἡμῶν ἐν τῇ διδασκαλίᾳ τῶν ἀποστόλων θεμελιωθεῖσαν: ταύτην κατέχειν, καὶ ταύτην τῷ λαῷ ὑφηγεῖσθαι, ἥτις ἀπὸ τῶν ὁρισθέντων παρὰ τῶν Πατέρων οὐδενὶ λόγῳ διαφωνεῖ, Θεοῦ ἱερεῖς, ὑφ̓ ὧν δίκαιόν ἐστι τοὺς λοιποὺς παιδεύεσθαι. Ἀλλὰ δἰ ἀναφορᾶς τῶν ἐν Γαλλίᾳ καὶ Βενετίᾳ ἀδελφῶν ἔγνωμέν τινας αἵρεσιν σπουδάζειν. Ὅπερ κακὸν οὐ μόνον παραφυλάττεσθαι ὀφείλουσιν οἱ ἐπίσκοποι, ἀλλὰ καὶ ὅσα ἀπειρίᾳ τινῶν, ἢ ἀπλότητι τῶν σκαιαῖς κεχρημένων ἑρμηνείαις γέγονεν, ἀνθίστασθαι ἀπὸ τοῦ νῦν διαφόροις διδασκαλίαις, διανοουμένους μὴ πάνυ ὀλισθαίνειν, ἀλλὰ μᾶλλον τῶν Πατέρων ἡμῶν κατεγειν τὴν γνώμην,

1053
ὁσάκις ἂν διὰφορσι βουλαὶ ταῖς ἀκοαῖς αὐτῶν ἐπεισφέρωνται. Τοιγαροῦν Αὐξέντιον τὸν Μεδιολάνου ἐξαιρέτως ἐν τούτῳ τῷ πράγματι κατακεκρίσθαι προγέγραπται. Δίκαιον οὖν ἐστι πάντας τοὺς ἐν τῷ Ῥωμαίων κόσμῳ διδασκάλους τοῦ νόμου τὰ περὶ τοῦ νόμου φρονεῖν. καὶ μὴ διαφόροις διδασκαλίαις τὴν πίστιν μιαίνειν. Καὶ γὰρ ἡνίκα πρῶτον ἡ κακία τῶν αἱρετικῶν ἀκμάζειν ἤρξατο. ὡς καὶ νῦν μάλιστα ὑφέρπει τῶν Ἀρειανῶν ἡ βλασφημία, οἱ Πατέρες ἡμῶν τριακόσιοι δέκα καὶ ὀκτὼ ἐπίσκοποι, καὶ οἱ ἐκ τῆς Ῥωμαίων ἁγιώτατοι ἐπίσκοποι, εἰς Νίκαιαν γενομένου τοῦ σκέμματος, τοῦτο τὸ τεῖχος ὑπεναντίον τῶν ὅπλων τοῦ διαβόλου ὥρισαν, καὶ ταύτῃ τῇ ἀντιδότῳ τὰ θανάσιμα φάρμακα ἀπεώσαντο, ὥστε τὸν Πατέρα καὶ τὸν Υἱὸν μιᾶς οὐσίας, μιᾶς θεότητος, μιᾶς ἀρετῆς. μιᾶς δυνάμεως, καὶ ἑνὸς χαρακτῆρος πιστεύεσθαι χρῆναι, καὶ τῆς αὐτῆς ὑποστάσεως καὶ οὐσίας καὶ τὸ Πνεῦμα τὸ ἅγιον: τὸν δὲ ἄλλως φρονοῦντα, ἀλλότριον εἶναι τῆς ἡμετέρας κοινωνίας ἔκριναν. Ὅνπερ σωτηριώδη ὅρον, καὶ τὴν προσκυνητὴν σκέψιν, διαφθεῖραι μετὰ ταῦτα ἄλλαις σκέψεσί τινες καὶ μιᾶναι ἠθέλησαν. Ἀλλὰ ὲν αὐτῇ τῇ ἀρχῇ ἀπ̓ αὐτῶν τούτων, οἵτινες ἐν Ἀριμίνῳ ἀνανεῶσαι ἢ ψηλαφῆσαι ἠναγκάζοντο, μέχρι τούτων διωρθώθη. ὡς ὁμολογεῖν αὐτοὺς ἑτέρᾳ διαλέξει ὑφηρπάσθαι, ἢ ὅτι οὐκ ἐνενόησαν τῇ τῶν Πατέρων γνώμῃ τῇ ἐν Νικαίᾳ ἀρεσάσῃ ἐναντίον εἶναι. Οὐδὲ γὰρ πρόκριμά τι ἠδυνήθη γενέσθαι ὑπὸ τοῦ ἀριθμοῦ τῶν ἐν Ἀριμίνῳ συναχθέντων. ὁπότε συνέστηκε. μήτε τῶν Ῥωμαίων ἐπισκόπου. οὗ πρὸ πάντων ἔδει τὴν γνώμην ἐκδέξασθαι, οὔτε Οὐῖκεντίου, ὅς ἐπὶ τοσούτοις ἔτεσι τὴν ἐπισκοπὴν ἀσπίλως ἐφύλαξεν, οὕτε τῶν ἄλλων τοῖς τοιούτοις συγκαταθεμένων: ὁπότε καὶ μάλιστα, καθὰ προειρήκαμεν, αὐτοὶ οὗτοι, οἵτινες κατὰ συσκευὴν ὑποκλίνεσθαι ἔδοξαν, οἱ αὐτοὶ καλλίονι γνώμῃ χρησάμενοι, ἀπαρέσκειν αὐτοῖς ταῦτα ἐμαρτύραντο.

Συνορᾷ οὗν ἡ ὑμετέρα καθαρότης, ταύτην μόνην τὴν πίστιν, ἥτις ἐν Νικαίᾳ κατὰ σὴν αὐθεντίαν τῶν ἀποστόλων ἐθεμελιώθη. διηνεκεῖ βεβαιότητι καθεκτέαν εἷναι: καὶ μεθ̓ ἡμῶν τοὺς ἀνατολικοὺς, οἵτινες ἑαυτοὺς τῆς καθολικῆς ἐπιγινώσκουσι, τοὺς δὲ δυτικοὺς καυχᾶσθαι. Πιστεύομεν δὲ, οὐκ εἰς μακρὰν τοὺς ἅλλα νοσοῦντας αὐτῇ τῇ ἐπιχειρήσει

1056
ἀπὸ τῆς ἡμετέρας κοινωνίας χωρισθήσεσθαι, καὶ περιαιρεθήσεσθαι ἀπ̓ αὐτῶν τὸ τοῦ ἐπισκόπου ὄνομα, ὥστε τοὺς λαοὺς τῆς πλάνης αὐτῶν ἐλευθερωθέντας ἀναπνεῦσαι. Οὐδενὶ γὰρ τρόπῳ διορθοῦσθαι δυνήσονται τὴν πλάνην τῶν ὄχλων, ὁπότε αὐτοὶ ὑπὸ τῆς πλάνης κατέχονται. Συμφωνείτω τοίνυν μετὰ πάντων τῶν τοῦ Θεοῦ ἱερέων καὶ τῆς ὑμετέρας τιμιότητος ἡ γνώμη, ἐν ᾗ ὑμᾶς παγίους καὶ βεβαίους εἶναι πιστεύομεν. Οὕτω καὶ ἡμεῖς μεθ̓ ὑμῶν πιστεύειν ὀφείλομεν. Τοῖς ἀμοιβαίοις τῆς ὑμετέρας ἀγάπης εὐφράνατε ἡμᾶς. Ἔῤῥωσθε, ἀδελφοὶ τιμιώτατοι.

Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας ἐπιστολὴ περὶ τῆς αὐτῆς συνόδου.

Καὶ Ἀθανάσιος δὲ ὁ μέγας, ἐν τῇ πρὸς τοὺς Ἄφρους ἐπιστολῇ τοιαῦτα, περὶ τῆς ἐν Ἀριμίνῳ συνόδου διέξεισι. Τούτων δὲ οὕτως δεικνυμένων, τίς ἀποδέξεται τοὺς τὴν Ἀρίμινον, ἢ ἄλλην σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ ὀνομάζοντας; ἢ τίς οὐκ ἂν μισήσειε τοὺς ἀθετοῦντας μὲν τὰ τῶν Πατέρων, τὰ δὲ νεώτερα ἐν τῇ Ἀριμίνῳ κατὰ φιλονεικίαν καὶ βίαν συντεθέντα προκρίνοντας; τίς δὲ τούτοις συνελθεῖν ἐθελήσειεν, ἀνθρώποις μηδὲ τὰ ἑαυτῶν ἀποδεχομένοις; Οἱ γὰρ ἐν ταῖς ἑαυτῶν δέκα που καὶ πλέον, καθὰ προείπομεν, συνόδοις ἄλλοτε ἄλλο γράφοντες, καθὰ προείπομεν, συνόδοις ἄλλοτε ἄλλο γράφοντες, δῆλοί εἰσιν ἑκάστης αὐτοὶ κατήγοροι γινόμενοι.

Πάσχουσι δὲ τοῦτο, οἷον καὶ οἱ τότε τῶν Ἰουδαίων προδόται πεπόνθασιν. Ὡς γὰρ ἐκεῖνοι, καταλείψαντες τὴν μόνην πηγὴν τοῦ ζῶντος ὕδατος, ὤρυξαν ἑαυτοῖς λάκκους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν: γέγραπται δὲ τοῦτο παρὰ τῷ προφήτῃ Ἱερεμίᾳ: οὕτως οὗτοι, μαχόμενοι πρὸς τὴν οἰκουμενικὴν σύνοδον, ὤρυξαν ἑαυτοῖς συνόδους πολλὰς, καὶ πᾶσαι κεναὶ παῤ αὐτοῖς, καὶ ὡς δράγματα μὴ ἔχοντα ἰσχὺν ἐφάνησαν. Μὴ τοίνυν ἀνεχώμεθα τῶν τὴν Ἀρίμινον, ἢ ἄλλην ὀνομαζόντων σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ γενομένην. Καὶ γὰρ καὶ αὐτοὶ, οἱ τὴν Ἀρίμινον ὀνομάζοντες. ἐοίκασι μή εἰδέναι τὰ ἐν αὐτῇ πραχθέντα: ἢ γὰρ ἂν ἐσιώπησαν.

Οἴδατε γὰρ, ἀγαπητοὶ, μαθόντες καὶ ὑμεῖς παρὰ τῶν ἐλθόντων ἐξ ὑμῶν εἰς τὴν Ἀρίμινον, ὡς Οὐρσάκιος καὶ Οὐάλης, Εὐδόξιός τε καὶ Αὐξέντιος, ἐκεῖ δὲ ἦν σὺν αὐτοῖς καὶ Δημόφιλος, καθῃρέθησαν θελήσαντες ἕτερα παρὰ τὰ ἐν Νικαίᾳ γράφειν: ὅτε ἀπαιτηθέντες ἀναθεματίσαι τὴν Ἀρειανὴν αἵρεσιν, παρῃτήσαντο, καὶ μᾶλλον αὐτῆς ἠθέλησαν εἶναι προστάται. Οἱ δέ γε ἐπίσκοποι, οἱ ἀληθῶς γνήσιοι δοῦλοι τοῦ Κυρίου, καὶ ὀρθῶς πιστεύοντες, ἦσαν δὲ ἐγγύς που διακόσιοι, ἔγραψαν ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ μόνῃ, καὶ μηδὲν πλέον ἢ ἔλαττον παῤ ἐκείνην ζητεῖν καὶ φρονεῖν. Ταῦτα καὶ Κωνσταντίῳ δεδηλώκασι, τῷ καὶ τὴν σύνοδον γενέσθαι κελεύσαντι.

1057
Ἀλλ̓ οἱ ἐν τῇ Ἀριμίνῳ καθαιρεθέντες, ἀπελθόντες πρὸς Κωνστάντιον, πεποιήκασι μὲν ὑβρισθῆναι αὐτοὺς, ἀπειλὰς δὲ γενέσθαι μὴ ἀνακάμψειν εἰς τὰς ἰδίας παροικίας τοὺς κἀαὐτῶν ἀποφηναμένους, βίαν τε παθεῖν ἐν τῇ Θρᾴκῃ ὲν αὐτῷ τῷ χειμῶνι ὥστε τῶν παῤ αὐτῶν καινοτομουμένων ἀνέχεσθαι. Εἴπερ οὖν τινες τὴν Ἀρίμινον ὀνομάζουσι, δεικνύτωσαν πρῶτον τὴν καθαίρεσιν τῶν προειρημένων, καὶ ἅπερ ἔγραψαν οἱ ἐπίσκοποι, λέγοντες μηδὲν πλέον ζητεῖν τῶν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθέντων, μηδὲ ὀνομάζειν ἄλλην σύνοδον παῤ ἐκείνην. Ἀλλὰ ταῦτα μὲν κρύπτουσι, τὰ δὲ ἐν τῇ Θρᾴκῃ κατὰ βίαν πραχθέντα προβάλλονται: ἐξ ὧν δείκνυνται, τῆς μὲν Ἀρειανῆς αἱρέσεως ὄντες, ἀλλότριοι δὲ τῆς ὑγιαινούσης πίστεως. Καὶ αὐτὴν δὲ τὴν μεγάλην σύνοδον, καὶ τὰς παῤ ἐκείνων, ἐάν τις ἀντεξετάζειν ἐκ παραλλήλου ἐθέλοι, εὕροι ἂν τῶν μὲν τὴν θεοσέβειαν, τούτων δὲ τὴν ἀλογίαν. Οἱ γὰρ ἐν Νικαίᾳ συνελθόντες, οὐ καθαιρεθέντες συνῆλθον, ἀλλὰ καὶ ὁμολογήσαντες τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱόν. Οὗτοι δὲ καὶ ἅπαξ καὶ δεύτερον καθαιρεθέντες, καὶ τρίτον ἐν αὐτῇ τῇ Ἀριμίνῳ. γράφειν ἐτόλμησαν, μὴ χρῆναι λέγειν οὐσίαν ἢ ὑπόστασιν ἔχειν τὸν Θεόν. Κατὰ μὲν δὴ τὴν ἑσπέραν παρὰ τῶν Ἀρείου θιασωτῶν τοιαῦτα καὶ τοσαῦτα κατὰ τῶν τῆς ἀληθείας δογμάτων κατεσκευάσθη σοφίσματά τε καὶ μηχανήματα.

Περὶ τῆς Λεοντίου τοῦ τῆς Ἀντιοχείας ἐπισκόπου κακοτεχνίας, καὶ τῆς Φλαβιανοῦ καὶ Διοδώρου παῤῥησίας.

Ἐν Ἀντιοχείᾳ δὲ μετὰ Στέφανον, ὅς Φλάκιτον διαδεξάμενος τῶν ἐκκλησιαστικῶν ἐξηλάθη συλλόγων, Λεόντιος τὴν προεδρίαν ἐδέξατο, παρὰ τοὺς ἐν Νικαίᾳ γραφέντας ὅρους ταύτην λαβών. Ἐκτομίας γὰρ ἦν, αὐτουργὸς γενόμενος τῆς τόλμης λέγει δὲ καὶ τὴν αἰτίαν τῆς τόλμης ὁ μακάριος Ἀθανάσιος.

Ὁ μὲν γὰρ Λεόντιος διαβαλλόμενος μετὰ γυναικός τινος νεωτέρας, λεγομένης Εὐστολίας, κεκωλυμένος συνοικεῖν αὐτῇ, δἰ αὐτὴν ἑαυτὸν ἀπέκοψεν, ἵν̓ ὲπ̓ ἀδείας ἔχῃ διατρίβειν μετ̓ αὐτῆς. Καὶ τὴν μὲν ὑποψίαν οὐκ ἀπενίψατο: διὰ τοῦτο δὲ μᾶλλον καὶ πρεσβύτερος ὥν καθῃρέθη. Ταῦτα μὲν οὗν περὶ τῆς ἄλλης αὐτοῦ γέγραφε βιοτῆς. Ἐγὼ δὲ τὸ κακόηθες αὐτοῦ καὶ πανοῦργον ὲν κεφαλαίῳ δηλώσω.

Τῆς γὰρ δὴ Ἀρείου βλασφημίας μετέχων, κρύπτειν ἐπειρᾶτο τὴν νόσον. Καὶ διχῆ διῃρημένους τοὺς ἱερωμένους καὶ τὸν λοιπὸν ὅμιλον θεωρῶν, καὶ τοὺς μὲν τὸν καὶ σύνδεσμον ἐπὶ τῆς τοῦ Υἱοῦ δοξολογίας τιθέντας, τοὺς δὲ τὴν μὲν διά πρόθεσιν ἐπὶ τοῦ Υἱοῦ, τὴν δὲ ἐν ἐπὶ τοῦ Πνεύματος προσαρμόζοντας,

1060
σιγῇ τὴν δοξολογίαν προσέφερε: μόνον δὲ τὸ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ ἤκουον οἱ πελάζοντες.

Καὶ ʽ??ʼἰ μὲν τὰ ἄλλα μὴ πολλὴν ἐδήλου τὴν τῆς ψυχῆς πονηρίαν, εἶπεν ἄν τις αὐτὸν ταῦτα μηχανᾶσθαι τ̔??ʼς τοῦ λαοῦ προμηθούμενον ὁμονοίας. Ἐπειδὴ δὲ δεινὰ πολλὰ κατὰ τῶν ἀληθείας ἐτεχνάσατο συνηγόρων, καὶ τοὺς τῆς ἀσεβείας μετέχοντας πάσης ἠξίου κηδεμονίας, δῆλος ἦν κρύπτων τὴν λώβην, διά τε τοῦ πλήθους τὸ δέος καὶ διὰ τὰς Κωνσταντίου κατὰ τῶν ἀνόμοιον τὸν Υἱὸν λέγειν τολμώντων χαλεπὰς ἀπειλάς. Δεδήλωκε δὲ τὴν ἐκείνου γνώμην τὰ πεπραγμένα. Ὅσοι μὲν γὰρ τοῖς ἀποστολικοῖς ἢ χειροτονίας ἀπήλαυσαν: οἱ δὲ τῆς Ἀρείου μανίας μετειληχότες, καὶ παῤῥησίας μετελάγχανον ὅτι μάλιστα πλείστης, καὶ τοῖς ἱερατικοῖς ἐγκατελέγοντο τάγμασι. Κατ̓ ἐκεῖνον τὸν καιρὸν καὶ Ἀέτιος ὁ Εὐνομίου διδάσκαλος, ὅς τὴν Ἀρείου βλασφημίαν ταῖς ἐπινοίαις ἐπηύξησε, τῷ τῶν διακόνων ἐγκατελέγη χορῷ. Ἀλλὰ Φλαβιανὸς καὶ Διόδωρος, τ̔??ʼν μὲν ἀσκητικὴν ἀσπαζόμενοι πολιτείαν, προφανῶς δὲ τῶν ἀποστολικῶν ὑπερμαχοῦντες δογμάτων, ἄντικρυς τοῦ Λεοντίου διήλεγξαν τὰς κατὰ τῆς εὐσεβείας ἐπιβουλὰς, ἄνδρα φήσαντες, πονηροῖς μὶν ἐπιτηδεύμασιν ἐντραφέντα, ἐκ δὲ τῆς δυσσεβείας περιφάνειαν κτήσασθαι μηχανώμενον, ἐπὶ λύμῃ τῆς Ἐκκλησίας τοῦ τῆς διακονίας ὀνόματος ἠξιῶσθαι: ἠπείλουν δὲ καὶ τῆς ἐκκλησιαστικῆς ἀποστήσεσθαι κοινωνίας, καὶ τὴν ἐσπέραν καταλήψεσθαι, καὶ δῆλα ποιήσειν τὰ τυρευόμενα. Ταῦτα δείσας Λεόντιος, τῆς μὲν λειτουργίας ἔπαυσε τὸν Ἀέτιον, τῆς δὲ ἄλλης αὐτὸν θεραπείας ἠξίου. Ἡ δὲ ἀξιάγαστος ξυνωρὶς Φλαβιανὸς καὶ Διόδωρος, ἱερατικῆς μὲν λειτουργίας μηδέπω τετυχηκότες, τῷ δὲ λαῷ συντεταγμένοι, νύκτωρ καὶ μεθ̓ ἡμέραν εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον διήγειρον ἅπαντας. Οὗτοι πρῶτοι, διχῆ διελόντες τοὺς τῶν ψαλλόντων χοροὺς, ἐκ διαδοχῆς ᾅδειν τὴν Δαυῖτικὴν ἐδίδαξαν μελῳδίαν. Καὶ τοῦτο ἐν Ἀντιοχείᾳ πρῶτον ἀρξάμενον, πάντοσε διέδραμε, καὶ κατέλαβε τῆς οἰκουμένης τὰ τέρματα. Οὗτοι τῶν θείων τοὺς ἐραστὰς εἰς τοὺς τῶν μαρτύρων σηκοὺς συναγείροντες, πάννυχοι διετέλουν σὺν ἐκείνοις τὸν Θεὸν ἀνυμνοῦντες. Ταῦτα δὲ ὀρῶν ὁ Λεόντιος, κωλύειν μὲν οὐκ ἐνόμιζεν ἀσφαλές: ἐώρα γὰρ τὸ πλῆθος εὖ μάλα περὶ τοὺς ἀρίστους ἐκείνους διακείμενον ἄνδρας: ἐπιεικείᾳ δὲ τοὺς λόγους χρωννὺς, ἐν ταῖς ἐκκλησίαις ταύτην γίνεσθαι παῤ αὐτῶν τὴν λειτουργίαν ἠξίου. Οἱ δὲ, καὶ λίαν ἀκριβῶς τὴν ἐκείνου πονηρίαν εἰδότες, τὸ κελευόμενον ἔδρων, καὶ τοὺς ἐραστὰς εἰς τὴν ἐκκλησίαν συνήθροιζον μάλα προθύμως, ὑμνεῖν τὸν ἀγαθὸν Δεσπότην παρεγγυῶντες.

1061
Τὸν μέντοι Λεόντιον οὐδὲν ἔπεισε κολάσαι τὴν πονηρίἁ??ʼ, ἀλλὰ τὸ τῆς ἐπιεικείας περιθέμενος προσωπεῖον, καὶ Στεφάνου καὶ Φλακίτου τὴν βδελυρίαν ἀπέκρυψε. Τοὺς γὰρ τῶν δογμάτων τὴν διαφθορὰν εἰσδεξαμένους, εἰ καὶ τὸν ἀκόλαστον ἠσπάσαντο βίον, τοῖς τῶν πρεσβυτέρων καὶ διακόνων ἐγκατέλεγε τάγμασι: τοὺς δὲ τοῖς παντοδαποῖς εἴδεσι τῆς ἀρετῆς κοσμουμένους, καὶ τῶν ἀποστολικῶν δογμάτων ἀντεχομένους, ἀγεράστους κατέλιπε. Τούτου δὴ χάριν, ὀ μὲν κλῆρος πλείους εἶχε τοὺς τῆς αἱρετικῆς λύμης μετειληχότας, τοῦ δὲ λαοῦ τὸ πλεῖστον τῶν ὀρθῶν ὑπερεμάχει δογμάτων. Οὐδὲ γὰρ οἱ τὰς διδασκαλίας προσφέροντες γυμνοῦν ἐθάῤῥουν τὴν βλασφημίαν.

Ὅσα μὲν οὗν Φλάκιτος καὶ Στέφανος καὶ Λεόντιος δυσσεβῆ καὶ παράνομα ἐν Ἀντιοχείᾳ δεδράκασι, συγγραφῆς μὲν οἰκείας δεῖται διὰ τὸ πλῆθος, τῆς δὲ τοῦ Δαβὶδ θρηνῳδίας διὰ τὸ μέγεθος. Καὶ περὶ τούτων γὰρ λέγειν χρή: Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν. Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. Εἶπαν: Δεῦτε, καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους: καὶ οὐ μὴ μνησθῇ ἱστορίας συγγράψωμεν.

Περὶ τῆς Εὐδοξίου τοῦ Γερμανικέως καινοτομίας, καὶ Βασιλείου τοῦ Ἀγκύρας, καὶ Εὐσταθίου τοῦ Σεβαστείας, κατὰ τούτου γεγενημένης σπουδῆς.

Γερμανίκεια πόλις ἐστὶν ἐν μεθορίῳ τῆς Κιλίκων, καὶ Σύρων, καὶ Καππαδοκῶν κειμένη, εἰς δὲ τὴν Εὐφρατησίαν καλουμένην ἐπαρχίαν τελεῖ. Τῆς δὲ τῆς Ἐκκλησίας προστατεύων Εὐδόξιος, εἶτα Λεόντιον τεθνηκέναι μαθὼν, κατέλαβε μὲν τὴν Ἀντιόχειαν, ἥρπασε δὲ τὴν προεδρίαν, συὸς ἀγρίου δίκην λυμαινόμενος τὸν ἀμπελῶνα τὸν θεῖον. Οὐδὲ γὰρ Λεοντίῳ παραπλησίως τὴν κακοήθειαν συνεκάλυπτεν: ἀλλ̓ ἄντικρυς κατὰ τῶν ἀποστολικῶν ἐλύττα δογμάτων, καὶ τοὺς ἀντιλέγειν τολμῶντας παντοδαπαῖς περιέβαλλε συμφοραῖς. Κατὰ τοῦτον δὲ τὸν χρόνον, Ἀγκύρας μὲν τῆς Γαλατῶν μητροπόλεως Βασίλειος κατεῖχε τὰ τῆς Ἐκκλησίας πηδάλια, Μάρκελλον διαδεξάμενος: Εὐστάθιος δὲ Σεβαστείας ἡγεῖτο, ἣ τῆς Ἀρμενίας ἐπρώτευεν. Οὗτοι τὴν Εὐδοξίου παρανομίαν καὶ λύτταν μεμαθηκότες, Κωνσταντίῳ τῷ βασιλεῖ τὰ τολμηθέντα διὰ γραμμάτων ἐδήλωσαν. Ἔτι δὲ οὗτος ἐν τῷ πρὸς δυόμενον ἥλιον διέτριβε τμήματι, τὴν παρὰ τῶν τυράννων γεγενημένην βλάβην ἰώμενος μετὰ τὴν ἐκείνων ἀναίρεσιν. Συνήθεις δὲ ἦσαν οὗτοι τῷ βασιλεῖ, καὶ πλείστης ὅσης διὰ τὴν ἀξιέπαινον βιοτὴν ἀπήλαυον παῤῥησίας.