Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Ὁ τῆς ἱστορίας σκοπός.

Ζωγράφοι μὲν, σανίσι καὶ τοίχοις τὰς παλαιὰς ἐγγράφοντες ἱστορίας, τέρψιν μὲν τοῖς ὁρῶσι προσφέρουσι, τῶν δὲ γεγενημένων τὴν μνήμην ἐπὶ πλεῖστον ἀνθοῦσαν φυλάττουσι. Λογογράφοι δὲ, ἀντὶ μὲν σανίδων ταῖς βίβλοις, ἀντὶ δὲ χρωμάτων τοῖς τῶν λόγων ἄνθεσι κεχρημένοι, διαρκεστέραν καὶ μονιμωτέραν τῶν πεπραγμένων ποιοῦσι τὴν μνήμην: ὁ γὰρ χρόνος λωβᾶται τῶν ζωγράφων τὴν τέχνην. Τούτου δὴ χάριν κἀγὼ τῆς ἐκκλησιαστικῆς ἱστορίας τὰ λειπόμενα συγγράψαι πειράσομαι. Οὐ γὰρ ὅσιον ᾠήθην λαμπροτάτων ἔργων καὶ ὀνησιφόρων διηγημάτων τὸ κλέος παριδεῖν ὑπὸ τῆς λήθης συλώμενον. Διὰ γὰρ δὴ τοῦτο καὶ τῶν συνήθων τινὲς, ἐπὶ τόνδε με τὸν πόνον πολλάκις παρώτρυναν. Ἐγὼ δὲ τῇ μὲν ἐμαυτοῦ δυνάμει τόδε τὸ ἔργον σταθμώμενος, τὴν ἐγχείρησιν ʽ??ʼῤῥωδῶ. Θαῤῥῶν δὲ τῷ φιλοτίμῳ δοτῆρι τῶν ἀγαθῶν, μείζοσιν ἢ κατ̓ ἐμαυτὸν ἐγχειρῶ. Εὐσέβιος μὲν οὗν ὁ Παλαιστῖνος, ἀπὸ τῶν ἱερῶν ἀποστόλων τῆς ἱστορίας ἀρξάμενος, μέχρι τοῦ Κωνσταντίνου θεοφιλοῦς βασιλείας, τὰ ταῖς Ἐκκλησίαις συμβεβηκότα συνέγραψεν: ἐγὼ δὲ τῆς συγγραφῆς ἐκείνης τὸ τέλος ἀρχὴν τῆς ἱστορίας ποιήσομαι.

884

Πόθεν ἤρξατο τῶν Ἀρειανῶν ἡ αἵρεσις.

Τῶν ἀνοσιουργῶν ἐκείνων καὶ δυσσεβῶν καταλυθέντων τυράννων, Μαξεντίου, φημὶ, καὶ Μαξιμίνου, καὶ Αικιννίου, κατηυνάσθη τῆς Ἐκκλησίας ἡ ζάλη, ἢν οἱ ἀλάστορες ἐκἑ??ʼνοι καθ̔??ʼπερ τινὲς καταιγῖδες ἐκίνησαν, καὶ γαλήνης λοιπὸν ἀπήλαυε σταθερᾶς, τῶν στροβίλων παυσαμένων ἀνέμων. Καὶ Κωνσταντῖνος δὲ ὁ πανεύφημος βασιλεὺς, ὃς οὐκ ἀπ̓ ἀνθρώπων, οὐδὲ δἰ ἀνθρώπου, ἀλλ̓ οὐρανόθεν, κατὰ τὸν θεῖον Ἀπόστολον, τῆς κλήσεως ταύτης ʽ??ʼτυχε, ταύτην αὐτῇ ἐπρυτάνευε Νόμους γὰρ ἔγραψε, θύειν μὲν εἰδώλοις ἀπείργων, δομᾶσθαι δὲ τὰς ἐκκλησίας παρεγγυῶν. Καὶ ἄρχοντας μὲν πίστει κοσμουμένους ἐφίστη τοῖς ἔθνεσι, γεραίρειν κελεύων τοὺς ἱερέας, καὶ τοῖς παροινεῖν εἰς τούτους ἐπιχειροῦσιν ὄλεθρον ἀπειλῶν. Τότε δὴ οἱ μὲν τὰς καταλυθείσας ἐκκλησίας ἀνήγειρον: οἱ δὲ ἑτέρας εὐρυτέρας ἀνῳκοδόμουν καὶ λαμπροτέρας. Τούτων οὕτω δρωμένων, τὰ μὲν ἡμέτερα χορείας ἦν ἔμπλεα, καὶ θυμηδίας: τὰ δὲ τῶν ἐναντίων, κατηφείας καὶ ʽ??ʼθυμίας μεστά. Τὰ μὲν γὰρ τῶν εἰδώλων ἀπεκέκλειστο τεμένη: ἐν δὲ ταῖς ἐκκλησίαις ἑορταὶ καὶ πανηγύρεις ἐπετελοῦντο συχναί. Ἀλλ̓ ὁ παμπόνηρος καὶ βάσκανος δαίμων, ὁ τῶν ἀνθρώπων ἀλάστωρ, οὐκ ἤνεγκεν ἐξ οὐρίων φερομένην τὴν Ἐκκλησίαν ὀρῶν: ἀλλὰ τὰς κακομηχάνους ἐκίνει βουλὰς, καταλῦσαι φιλονεικῶν τὴν ὑπὸ τοῦ Ποιητοῦ καὶ Δεσπότου τῶν ὅλων κυβερνωμένην. Ἐώρα γὰρ τὴν Ἐλληνικὴν πλάνην δήλην γεγενημένην, καὶ φωραθέντα τὰ ποικίλα τῶν δαιμόνων τεχνάσματα, καὶ τὴν μὲν κτίσιν παρὰ τῶν πλείστων οὐκ ἔτι προσκυνουμένην, τὸν δὲ Ποιητὴν ἀντὶ ταύτης ὑμνούμενον. Οὗ δὴ χάριν, οὐκ ἔτι προφανῶς τὸν κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀνεῤῥίπιζε πόλεμον, ἀλλ̓ ἄνδρας εὑρὼν, τῆς μὲν Χριστιανικῆς προσηγορίας ἠξιωμένους, φιλοτιμίᾳ, δὲ καὶ κενῇ δόξῃ δεδουλωμένους, ὄργανα τούτους τῶν οἰκείων ἀπέφηνε τεχνασμάτων: καὶ διὰ τούτων πολλοὺς εἰς τὴν προτέραν ἐπανήγαγε πλάνην, οὐ τὴν κτίσιν πάλιν προσκυνεῖσθαι παρασκευάσας, ἀλλὰ τὸν Ποιητὴν καὶ Δημιουργὸν συνταχθῆναι τῇ κτίσει κατασκευάσας. Ποῦ δὲ τὴν

885
ἀρχὴν, καὶ ὅπως ἔσπειρε τὰ ζιζάνια, ἐγὼ διηγήσομαι: Ἀλεξάνδρεια πόλις ἐστὶ μεγίστη καὶ πολυάνθρωπος, οὐκ Αἰγυπτίων μόνον, ἀλλὰ καὶ Θηβαίων καὶ Λιβύων τῶν πρὸς Αἴγυπτον τὴν ἡγεμονίαν πεπιστευμένη. Ταύτης μετὰ Πέτρον ἐκεῖνον τὸν νικηφόρον ἀγωνιστὴν, ὃς ἐπὶ τῶν δυσσεβῶν τυράννων τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσατο, Ἀχιλλᾶς μὲν ὀλίγον χρόνον προὔστη, καὶ τὰ τῆς Ἐκκλησίας κατέσχε πηδάλια: μετὰ δὲ τοῦτον Ἀλέξανδρος, ὁ γενναῖος τῶν εὐαγγελικῶν δογμάτων γενόμενος πρόμαχος. β. 2. Κατὰ τοῦτον τὸν χρόνον Ἄρειος, τῷ μὲν καταλόγῳ τῶν πρεσβυτέρων ἐντεταγμένος, τὴν δὲ τῶν θείων Γραφῶν πεπιστευμένος ἐξήγησιν, ἰδὼν τὸν Ἀλέξανδρον τῆς ἀρχιερωσύνης ἐγχειρισθέντα τοὺς οἴακας, οὐκ ἤνεγκε τοῦ φθόνου τὴν προσβολήν: ἀλλ̓ ὑπὸ τούτου νυττόμενος, ἀφορμὰς ἔριδος ἐπεζήτει καὶ μάχης. Καὶ τὴν μὲν ἀξιέπαινον τοῦ ἀνδρὸς πολιτείαν θεώμενος, συκοφαντίας ὑφαίνειν οὐκ ἠδύνατο ἡσυχίαν δὲ ὅμως ἄγειν αὐτὸν ὁ φθόνος ἐκώλυε.

Τοῦτον εὑρὼν ὁ τῆς ἀληθείας ἀντίπαλος ἐπίτηδες ὄργανον τῆς αὐτοῦ κακουργίας, δἰ αὐτοῦ κυκᾷ καὶ κινεῖ τῆς Ἐκκλησίας τὴν ζάλην. Τῇ γὰρ ἀποστολικῇ Ἀλεξάνδρου διδασκαλίᾳ προφανῶς ἀντιτείνειν ἀνέπειθε. Καὶ ὁ μὲν τοῖς θείοις λόγοις ἑπόμενος, ὁμότιμον ἔλεγε τοῦ Πατρὸς τὸν Υἱὸν, καὶ τὴν αὐτὴν οὐσίαν ἔχειν τῷ γεγεννηκότι Θεῷ: ὁ δὲ Ἄρειος ἄντικρυς τῇ ἀληθείᾳ μαχόμενος, κτίσμα καὶ ποίημα προσηγόρευε, καὶ τὸ, ἦν ποτε ὅτε οὐκ ἦν, προσετίθει, καὶ τὰ ἄλλα ὅσα ἐκ τῶν ἐκείνου γρμμάτων σαφέστερον μαθησόμεθα. Καὶ ταῦτα οὐ μόνον ἐν Ἐκκλησίᾳ διετέλει λέγων, ἀλλὰ κὰν τοῖς ἔξω συλλόγοις καὶ συνεδρίοις. Καὶ τὰς οἰκίας περινοστῶν, ἐξηνδραπόδιζεν ὅσους ἴσχυεν. Ἀλέξανδρος δὲ, ὁ τῶν ἀποστολικῶν δογμάτων συνήγορος, πρῶτον μὲν αὐτὸν παραινέσεσι ἐπειρᾶτό πως μεταπείθειν καὶ συμβουλαῖς. Ἐπειδὴ δὲ κορυβαντιῶντα εἶδε, καὶ ἀναφανδὸν κηρύττοντα τὴν ἀσέβειαν, τῶν ἱερατικῶν ἐξήλασε καταλόγων: ἤκουσε γὰρ τοῦ θείου νόμου βοῶντος: Ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ.

Κατάλογος τῶν πρωτευόντων ἐπισκόπων.

Κατὰ τοῦτον δὲ τὸν χρόνον, τῆς μὲν Ῥωμαίων Ἐκκλησίας Σίλβεστρος κατεῖχε τὰς ἡνίας, Μιλτιάδην διαδεξάμενος, ὅς μετὰ Μαρκελλῖνον, τὸν ὲν τῷ διωγμῷ διαπρέψαντα, τὴν τῆς ἀρχιερωσύνης χειροτονίαν ἐδέξατο. Ἐν Ἀντιοχείᾳ δὲ μετὰ Τύραννον,

888
τῆς τῶν Ἐκκλησιῶν ἀρξαμένης εἰρήνης, Βιτάλιος τὴν ἡγεμονίαν παρέλαβεν, ὃς καὶ τὴν ἐν τῇ Παλαιᾷ καταλυθεῖσαν ὑπὸ τῶν τυράννων ᾠκοδόμησεν ἐκκλησίαν.

Φιλογόνιος δὲ μετὰ τοῦτον τὴν προεδρίαν λαβὼν, τά τε λειπόμενα τῇ οἰκοδομίᾳ προστέθεικε, καὶ τὸν ὑπὲρ τῆς εὐσεβείας ἐν τοῖς Αικιννίου καιροῖς ἐπεδείξατο ζῆλον. Τὴν ἐν Ἱεροσολύμοις δὲ μετὰ Ἑρμωνᾶν Μακάριος ἐπιστεύθη, φερώνυμος ἁνὴρ, καὶ παντοδαποῖς κοσμούμενος ἀγαθοῖς. Τῆς δὲ Κωνσταντινουπόλεως κατὰ τοῦτον αὐτὸν τὸν καιρὸν, Ἀλέξανδρος τῆς ἀρχιερατικῆς ἠξιοῦτο λειτουργίας, ἀποστολικοῖς χαρίσμασι λαμπρυνόμενος. Τότε τοίνυν ὁ τῆς Ἀλεξανδρέων Ἀλέξανδρος, ὁρῶν τὸν Ἄρειον τῷ τῆς φιλαρχίας κατεχόμενον οἴστρῳ, καὶ τοὺς ὑπὸ τῆς βλασφημίας ἐζωγρημένους ἀγείροντα, καὶ συλλόγους ἰδίους ποιούμενον, τοῖς τῶν Ἐκκλησιῶν ἡγεμόσι τὴν τούτου βλασφημίαν διὰ γραμμάτων ἐδήλωσεν. Ἐγὼ δὲ τὴν πρὸς τὸν ὁμώνυμον αὐτοῦ γραφεῖσαν ἐπιστολὴν ἐνθήσω τῇ συγγραφῇ, σαφῶς ἅπαντα τὰ κατ̓ ἐκεῖνον διδάσκουσαν, ὡς ἂν μή τις ὑπολάβῃ ταῦτα πλάττοντά με συγγράφειν: καὶ μετὰ τήνδε τὴν αὐτοῦ γε Ἀρείου, καὶ μετ̓ ἐκείνην τὰς ἄλλας, ὧν ἡ τῆς ἱστορίας δεῖται διήγησις: ἵνα μαρτυρῶσι τῇ ἀληθείᾳ τῆς συγγραφῆς, καὶ σαφέστερον τὰ γεγενημένα διδάσκωσι.

Γράφει δὲ ὁ τῆς Ἀλεξανδρέων Ἀλέξανδρος πῥ??ʼς τὸν ὁμώνυμον ταῦτα:

Ἀλεξάνδρου ἐπισκόπου Ἀλεξανδρείας ἐπισιὁ??ʼὴ πρὸς Ἀλέξανδρον ἐπίσκοπον Κωνσταντινουπόλεως.

Τῷ τιμιωτάτῳ ἀδελφῷ καὶ ὁμοψύχῳ Ἀλεξάνδρῳ Ἀλέξανδρος ὲν Κυρίῳ χαίρειν.

Ἡ φίλαρχος τῶν μοχθηρῶν ἀνθρώπων καὶ φιλάργυρος πρόθεσις ταῖς δοκούσαις ἀεὶ μείζοσι παροικίαις πέφυκεν ἐπιβουλεύειν, διὰ ποικίλων προφάσεων τῶν τοιούτων ἐπιτιθεμένων τῇ ἐκκλησιαστικῇ εὐσιβείᾳ.

Οἰστρηλατούμενοι γὰρ ὑπὸ τοῦ ἐνεργοῦντος ὲν αὐτοῖς διαβόλου εἰς τὴν προκειμένην αὐτοῖς ἡδονὴν, πάσης εὐλαβείας ἀποσκιρτήσαντες, πατοῦσι τὸν τῆς κρίσεως τοῦ Θεοῦ φόβον. Περὶ ὧν ἀναγκαῖον.

889
ἦν μοι τῷ πάσχοντι δηλῶσαι τῇ ὑμετέρᾳ εὐλαβείᾳ, ʽ??ʼνα φυλάττησθε τοὺς τοιούτους, μή τις αὐτῶν τολμήσῃ καὶ ταῖς ὑμετέραις παροικίαις ἐπιβῆναι, ἤτοι δἰ ἑαυτῶν ʽἱκανοὶ γὰρ ὑποκρίνασθαι πρὸς ἀπάτην οἱ γόητεσ̓, ἣ διὰ γραμμάτων ψευδῶς κεκομψευμένων, καὶ δυναμένων ὑφαρπάσαι τὸν ἁπλῇ πίστει καὶ ἀκεραίῳ προσεσχηκότα. Ἄρειος γοῦν καὶ Ἀχιλλᾶς συνωμοσίαν ἔναγχος ποιησάμενοι, τὴν Κολλούθου φιλαρχίαν πολὺ χεῖρον ἣ ἐκεῖνος ἐζήλωσαν. Ὁ μὲν γὰρ αὐτοῖς τούτοις ἐγκαλῶν, τῆς ἑαυτοῦ μοχθηρᾶς προαιρέσεως εὗρε πρόφασιν. Οἱ δὲ τὴν ἐκείνου Χριστεμπορίαν θεωροῦντες, οὐκ ἔτι τῆς Ἐκκλησίας ὑποχείριοι μένειν ἐκαρτέρησαν: ἀλλ̓ ἑαυτοῖς σπήλαια λῃστῶν οἰκοδομήσαντες, ἀδιαλείπτως ἐν αὐτοῖς ποιοῦνται συνόδους, νύκτωρ τε καὶ μεθ̓ ἡμέραν ὲν ταῖς κατὰ Χριστοῦ καὶ ἡμῶν διαβολαῖς ἀσκούμενοι.

Οἴ πάσης τῆς εὐσεβοῦς ἀποστολικῆς δόξης κατηγοροῦντες, Ἰουδαϊκῷ προσχήματι Χριστομάχον συνεκρότησαν ἐργαστήριον, τὴν θεότητα τοῦ Σωτῆρος ἡμῶν ἀρνούμενοι, καὶ τοῖς πᾶσιν ἴσον εἷναι κηρύσσοντες.

Πᾶσαν τε αὐτοῦ τῆς σωτηρίου οἰκονομίας καὶ δἰ ἡμᾶς ταπεινώσεως φωνὴν ἐκλεξάμενοι, ἐξ αὐτῶν συναγείρειν πειρῶνται τῆς ἀσεβείας ἑαυτῶν τὸ κήρυγμα, τῆς ἀρχῆθεν θεότητος αὐτοῦ, καὶ παρὰ τῷ Πατρὶ δόξης ἀλέκτου τοὺς λόγους ἀποστρεφόμενοι.

Τὴν γοῦν Ἑλλήνων τε καὶ Ἰουδαίων ἀσεβῆ περὶ Χριστοῦ δόξαν κρατύνοντες, τὸν παῤ αὐτῶν ἔπαινον ὡς ἔνι μάλιστα θηρῶνται, πάντα μὲν ὅσα καθ̓ ἡμῶν παῤ αὐτοῖς γελᾶται πραγματευόμενοι, στάσεις δὲ ἡμῖν καθ̓ ἡμέραν καὶ διωγμοὸς ἐπεγείροντες: καὶ τοῦτο μὲν δικαστήρια συγκροτοῦντες δἰ ἐντυχίας γυναικαρίων ἀτάκτων ʽ??ʼ ἠπάτησαν: τοῦτο δὲ τὸν Χριστιανισμὸν διασύροντες ἐκ τοῦ περιτροχάζειν πᾶσαν ἀγυιὰν ἀσέμνως τὰς παῤ αὐτοῖς νεωτέρας. Ἀλλὰ καὶ τὸν ἄῤῥηκτον τοῦ Χριστοῦ χιτῶνα, ὃν οἱ δήμιοι διελεῖν οὐκ ἐβουλεύσαντο, αὐτοὶ σχίσαι ἐτόλμησαν.

Ἡμεῖς μὲν οὖν ἃ καὶ τῷ βίῳ αὐτῶν, καὶ τῇ ἀνοσίῳ ἐπιχειρήσει πρέπει, διὰ τὸ λανθάνειν βραδέως ἐπιστήσαντες, παμψηφεὶ τῆς προσκυνούσης Χριστοῦ τὴν θεότητα αὐτοὺς Ἐκκλησίας ἐξηλάσαμεν.

Ἐπεχείρησαν δὲ, περιδρομαῖς χρώμενοι καθ̓ ἡμῶν, παρεκβαίνειν πρὸς τοὺς ὁμόφρονας συλλειτουργοὺς, σχήματι μὲν εἰρήνης καὶ ἑνώσεως ἀξίωσιν ὑποκρινόμενοι, τὸ δ̓ ἀληθὲς συναρπάσαι τινὰς αὐτῶν εἰς τὴν ἰδίαν νόσον διὰ χρηστολογίας σπουδάζοντες: καὶ στωμυλώτερα γράμματα παῤ αὐτῶν αἰτοῦντες, ἵνα παραναγινώσκοντες αὐτὰ τοῖς ὑπ̓ αὐτῶν

892
ἠπατημένοις, ἀμετανοήτους ἐφ̓ οἷς ἐσφάλησαν κατασκευάσωσιν, ἐπιτριβομένους εἰς ἀσέβειαν, ὡς ἂν συμψήφους αὐτοῖς καὶ ὁμόφρονας ἔχοντας ἐπισκόπους. Οὐχ ἅπερ γοῦν παῤ ἡμῖν πονηρῶς ἐδίδαξάν τε καὶ διεπράξαντο ὁμολογοῦσιν αὐτοῖς, δἰ ʽ??ʼ καὶ ἐξώσθησαν: ἀλλ̓ ἢ σιωπῇ ταῦτα παραδιδόασιν, ἢ πεπλασμένοις λόγοις καὶ ἐγγράφοις ἐπισκιάζοντες ἀπατῶσι. Πιθανωτέραις γοῦν καὶ βωμολόχοις ὁμιλίαις τὴν φθοροποιὸν αὐτῶν διδασκαλίαν ἐπικρύπτοντες, συναρπάζουσι τὸν εἰς ἀπάτην ἐκκείμενον, οὐκ ἀπεχόμενοι καὶ τοῦ παρὰ πᾶσι συκοφαντεῖν τὴν ἡμετέραν εὐσέβειαν, Ὅθεν καὶ συμβαίνει τινὰς τοῖς γράμμασιν αὐτῶν ὑπογράφοντας εἰς Ἐκκλησίαν εἰσδέχεσθαι: μεγίστης, ὡς οἶμαι, διαβολῆς ἐπικειμένης τοῖς τοῦτο τολμῶσι συλλειτουργοῖς, τῷ μήτε τὸν ἀποστολικὸν κανόνα τοῦτο συγχωρεῖν, ἀλλὰ καὶ ὑπεκκαίειν τὴν ἐπ̓ αὐτοῖς διαβολικὴν κατὰ Χριστοῦ ἐνέργειαν. Δἰ ἃ δή καὶ οὐδὲν μελλήσας, ἀγαπητοὶ, δηλῶσαι ὑμῖν τὴν τῶν τοιούτων ἀπιστίαν ἐμαυτὸν διανέστησα, λεγόντων, ὅτι Ἥν ποτε ὅτε οὐκ ἦν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ γέγονεν ὕστερον ὁ πρότερον μὴ ὑπάρχων, τοιοῦτος γενόμενος ὅτε καί ποτε γέγονεν, οἷος καὶ πᾶς πέφυκεν ἄνθρωπος. Πάντα γὰρ, φασὶν, ὁ Θεὸς ἐξ οὐκ ὄντων ἐποίησε, συναναλαμβάνοντες τῇ τῶν ἁπάντων λογικῶν τε καὶ ἀλόγων κτίσει καὶ τὸν Υἱὸν τοῦ Θεοῦ. Οἷς ἀκολούθως καί φασιν αὐτὸν τρεπτῆς εἷναι φύσεως, ἀρετῆς τε καὶ κακίας ἐπιδεκτικόν: καὶ τῇ ἐξ οὐκ ὄντων ὑποθέσει, καὶ τὰς θείας τοῦ ἑ??ʼναι αὐτὸν ἀεὶ συναναιροῦντες Γραφὰς, αἴ τὸ ἄτρεπτον τοῦ Λόγου, καὶ τὴν θεότητα τῆς σοφίας, τοῦ Λόγου, σημαίνουσιν, ἃ ἐστιν ὁ Χριστός.

Δυνάμεθα γοῦν καὶ ἡμεῖς, ὥς φασιν οἱ ἀλάστορες, υἱοὶ γενέσθαι Θεοῦ, ὥσπερ κἀκεῖνος. Γέγραπται γάρ: Υἱοὺς ἐγέννησα καὶ ὕψωσα. Ἐπιφερομένου δὲ αὐτοῖς τοῦ λέγοντος ἑξῆς τοῦ ῥητοῦ: Αὐτοὶ δέ με ἠθέτησαν: ὅπερ οὐ φυσικόν ἐστι τῷ Σωτῆρι, ὄντι τῆς φύσεως ἀτρέπτου: πάσης εὐλαβείας ἑαυτοὺς ἐρημώσαντες, τοῦτό φασι, προγνώσει καὶ προθεωρίᾳ περὶ αὐτοῦ εἰδότα τὸν Θεὸν, ὅτι οὐκ ἀθετήσει, ἐξειλέχθαι αὐτὸν ἀπὸ πάντων. Οὐ γὰρ φύσει καὶ κατ̓ ἐξαίρετον τῶν ἄλλων υἱῶν ἔχοντά

893
τι ʽΟὔτε γὰρ φύσει υἱός τῖς ἐστι τοῦ Θεοῦ, φασὶν, οὔτε τινὰ ἔχων ἰδιότητα πρὸς αὐτὸν̓, ἀλλὰ καὶ αὐτὸν τρεπτῆς τυγχάνοντα φύσεως, διὰ τρόπων ἐπιμέλειαν καὶ ἄσκησιν μὴ τρεπόμενον ἐπὶ τὸ χεῖρον, ἐξελέξατο.

Ὡς εἰ καὶ Παῦλος τοῦτο βιάσαιτο καὶ Πέτρος, μηδὲν διαφέρειν τούτων τὴν ἐκείνου υἱότητα. Εἰς παράστασιν τῆς φρενοβλαβοῦς ταύτης διδασκαλίας καὶ ταῖς Γραφαῖς ἐμπαροινοῦντες, καὶ παρατιθέμενοι τὸ ὲν Ψαλμοῖς περὶ Χριστοῦ ῥητὸν, οὕτως ἔχον: Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν: διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Περὶ μὲν οὖν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ οὕτε ἐξ οὐκ ὄντων γεγένηται, οὔτε ἦν ποτε ὅτε οὐκ ἦν, αὐτάρκης παιδεῦσαι Ἰωάννης ὁ εὐαγγελιστὴς γράφων οὕτως περὶ αὐτοῦ: Ὁ μονογενὴς Υἱὸς, ὁ ὤν εἰς τὸν κόλπον τοῦ Πατρός. Προνοούμενος γὰρ ὁ Θεῖος δεικνύναι διδάσκαλος ἀλλήλων ἀχώριστα πράγματα δύο, τὸν Πατέρα καὶ τὸν Υἱὸν, ὄντα αὐτὸν ὲν τοῖς κόλποις τοῦ Πατρὸς ὠνόμασεν. Ἀλλὰ γὰρ καὶ ὅτι τοῖς ἐξ οὐκ ὄντων γενομένοις ὁ Λόγος τοῦ Θεοῦ οὐ συναριθμεῖται, πάντα δἰ αὐτοῦ γεγονέναι ὁ αὐτός φησιν Ἰωάννης. Τὴν γὰρ ἰδιότροπον αὐτοῦ ὑπόστασιν ἐδήλωσεν εἰπών: Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος: πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Εἰ γὰρ πάντα δἰ αὐτοῦ ἐγένετο, πῶς ὁ τοῖς γενομένοις τὸ εἶναι χαρισάμενος, αὐτός ποτε οὐκ ἦν̔??ʼ Οὐ γάρ πως ὁ Λόγος, τὸ ποιοῦν, τοῖς γενομένοις τῆς αὐτῆς εἷναι φύσεως διορίζεται: εἴ γε αὐτὸς μὲν ἦν ἐν ἀρχῇ, πάντα δὲ δἰ αὐτοῦ ἐγένετο, καὶ ἐξ οὐκ ὄντων ἐποίησεν. Ἐναντίον γὰρ δοκεῖ τοῖς ἐξ οὐκ ὄντων γενομένοις τὸ ὂν, καὶ ἀφεστηκὸς σφόδρα.

Τὸ μὲν γὰρ, μεταξὺ Πατρὸς καὶ Υἱοῦ οὐδὲν δείκνυσιν εἷναι διάστημα, οὐδ̓ ἄχρι τινὸς ἐννοίας τοῦτο φαντασιῶσαι τῆς ψυχῆς δυναμένης: τὸ δὲ ἐξ οὐκ ὄντων δημιουργεῖσθαι τὸν κόσμον, νεωτέραν ἔχει τῆς ὑποστάσεως καὶ πρόσφατον τὴν γένεσιν, ὑπὸ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ πάντων εἰληφότων τὴν τοιαύτην οὐσίωσιν. Μακρὸν γοῦν θεωρήσας τοῦ Θεοῦ Λόγου τὸ ἦν, καὶ ὑπεραῖρον τῆς τῶν γεννητῶν διανοίας, ὁ εὐλαβέστατος Ἰωάννης, γένεσιν αὐτοῦ καὶ ποίησιν ἀπηξίωσεν εἰπεῖν, οὐδὲ ταῖς ὁμοστοίχοις συλλαβαῖς τὸ ποιοῦν τοῖς γιγνομένοις ὀνομάσαι τολμήσας: οὐχ ὅτι ἀγέννητος ἦν ʽἒν γὰρ ἀγέννητον, ὁ Πατὴῤ, ἀλλ̓ ὅτι διανοίας τῶν

896
εὐαγγελιστῶν, τάχα δὲ καὶ ἀγγέλων. καταλήψεως ὐπερεπέκεινά ἐστιν ἡ τοῦ Μονογενοῦς Θεοῦ ἀνεκδιήγητος ὑπόστασις.

Εἰς εὐσεβεῖς οὐκ οἶμαι λογιζομένους τοὺς μέχρι τούτων ἐπερωτᾷν τι τολμῶντας, διὰ τὸ ἀνήκοον τοῦ: Χαλεπώτερά σου μὴ ζήτει, καὶ ὑψηλότερά σου μὴ ἐξέταζε. Εἰ γὰρ ἑτέρων πολλῶν ἡ γνῶσις, καὶ τούτων ἀσυγκρίτως κολοβωτέρων, κέκρυπται τὴν ἀνθρωπίνην κατάληψιν ʽοἶά ἐστι παρὰ Παύλῳ: Ἅ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ʽ??ʼ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὑτόν: ἀλλὰ καὶ τὰ ἄστρα φησὶν ὁ Θεὸς τῷ Ἀβραὰμ ἀριθμῆσαι μὴ δύνασθαι: καὶ ἔτι, Ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ, φησὶ, τίς ἐξαριθμήσει;ʼ:ʼ πῶς ἂν περιεργάσαιτό τις τὴν τοῦ Θεοῦ Λόγου ὑπόστασιν, ἐκτὸς εἰ μὴ μελαγχολικῇ διαθέσει ληφθεὶς τυγχάνοι, περὶ ἦς τὸ προφητικὸν Πνεῦμά φησι: Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ἢν καὶ αὐτὸς ὁ Σωτὴρ ἡμῶν εὐεργετῶν τοὺς πάντων τῶν ὲν κόσμῳ κίονας, τοὺς θεηγόρους φημὶ ἀποστόλους, τὴν περὶ τούτων γνῶσιν αὐτῶν ἀποφορτίσασθαι ἐσπούδασε: πᾶσι μὲν οὖν αὐτοῖς οὐ φυσικὴν εἶναι λέγων τὴν κατάληψιν: μόνῳ δὲ τῷ Πατρὶ ἀνακεῖσθαι τὴν τοῦ θειοτάτου τούτου μυστηρίου ἑ??ʼησιν, Οὐδεὶς γὰρ ἔγνω, τίς ἐστιν ὁ Υἱὸς, λέγων, εἰ μὴ ὁ Πατὴρ, καὶ τὸν Πατέρα οὐδεὶς ἔγνω, εἰ μή ὁ Υἱός. Περὶ οὖ καὶ τὸν Πατέρα οἶμαι λέγειν: Τὸ μυστήριόν μου ἐμοί. Ὅτι δὲ μανιῶδες τὸ ἐξ οὐκ ὄντων τὸν Υἱὸν γεγονέναι φρονεῖν, χρονικὴν ἔχοντα τὴν προβολὴν, αὐτόθεν δείκνυται τὸ ἐξ οὐκ ὄντων, κἄν ἀγνοῶσιν οἱ ἀνόητοι τὴν τῆς φωνῆς αὐτῶν μανίαν. Ἡ γὰρ χρόνοις ἐμπολιτεύεσθαι δεῖ τὸ οὐκ ἦν, ἢ αἰῶνός τινι διαστήματι. Εἰ τοίνυν ἀληθὲς τὸ πάντα δἰ αὐτοῦ γεγονέναι, δῆλον ὅτι καὶ πᾶς αἰὼν, καὶ χρόνος, καὶ διαστήματα, καὶ τὸ πότε, ἐν οἷς τὸ οὐκ ἦν εὑρίσκεται, δἰ αὐτοῦ ἐγένετο. Καὶ πῶς οὐκ ἀπίθανον τὸν καὶ χρόνους, καὶ αἰῶνας, καὶ καιροὺς, ἐν οἶς τὸ οὐκ ἦν συμπέφυρται, ποιήσαντα, αὐτόν ποτε μὴ εἶναι λέγειν; Ἀδιανόητον γὰρ καὶ πάσης ἀμαθίας

897
ἀνάπλεων, τὸν αἴτιον γενόμενόν τινος, αὐτὸν μεταγενέστερον λέγειν τῆς ἐκείνου γενέσεως.

Προηγεῖται γὰρ κατ̓ αὐτοὺς τῆς τὰ ὅλα δημιουργουσης τοῦ Θεοῦ σοφίας ἐκεῖνο τὸ διάστημα, ἐν ᾧ φασι μὴ γεγενῆσθαι τὸν Υἱὸν ὑπὸ τοῦ Πατρός ψευδομένης κατ̓ αὐτοὺς καὶ τῆς πρωτότοκον αὐτὸν εἶναι πάσης κτίσεως ἀναγορευούσης Γραφῆς Σύμφωνα γοῦν τούτοις βοᾷ καὶ ὁ μεγαλοφωνότατος Παῦλος φάσκων περὶ αὐτοῦ: Ὅν ἔθηκε κληρονόμον πάντων, δἰ ʽ??ʼ καὶ τοὺς αἰῶνας ἐποίησεν. Ἀλλὰ καὶ, Ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι, εἴτε Κυριότητες, εἴτε Θρόνοι, πάντα δἰ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων. Ἀσεβεστάτης οὖν φανείσης τῆς, ἐξ οὐκ ὄντων, ὑποδέσεως, ἀνάγκη τὸν Πατέρα ἀεὶ ἑ??ʼναι Πατέρα. Ἔστι δὲ Πατὴρ ἀεὶ παρόντος τοῦ Υἱοῦ, δἰ ʽ??ʼν χρηματίζει Πατήρ. Ἀεὶ δὲ παρόντος αὐτῷ τοῦ Υἱοῦ, ἀεί ἐστιν ὁ Πατὴρ τέλειος, ἀνελλιπὴς τυγχάνων ἐν τῷ καλῷ: οὐ χρονικῶς, οὐδὲ ἐκ διαστήματος, οὐδὲ ἐξ οὐκ ὄντων γεννήσας τὸν μονογενῆ Υἱόν. Τί δέ; οὐκ ἀνόσιον τὸ λέγειν, ποτὲ μὴ εἷναι τὴν σοφίαν τοῦ Θεοῦ, τὴν λέγουσαν: Ἐγὼ ἤμην παῤ αὐτῷ ἁρμόζουσα: ἐγὼ ἤμην ᾖ προσέχαιρεν; ἢ τὴν δύναμιν τοῦ Θεοῦ μὴ ὑπάρχειν ποτὲ, ἢ τὸν Λόγον αὐτοῦ ἠκρωτηριάσθαι ποτὲ, ἣ τὰ ἅλλα ἐξ ὦν ὁ Υἱὸς γνωρίζεται, καὶ ὁ Πατὴρ χαρακτηρίζεται; τὸ γὰρ ἀπαύγασμα τῆς δόξης μὴ εἶναι: λέγειν, συναναιρεῖ καὶ τὸ πρωτότυπον φῶς, οὗ ἐστιν ἀπαύγασμα.

Ει δὲ καὶ ἠ εἰκὼν τοῦ Θεοῦ οὐκ ἦν ἀεὶ, δῆλον ὅτι οὐδὲ οὖ ἐστὶν εἰκὼν ἔστιν ἀἑ??ʼ: ἀλλὰ καὶ τῷ μὴ εἶναι τὸν τῆς ὑποστάσεως τοῦ Θεοῦ χαρακτῆρα, συναναιρεῖται κἀκεῖνος ὁ πάντως παῤ αὐτοῦ χαρακτηριζόμενος.

Ἐξ ἦς ἔστιν ἰδεῖν τὴν υἱότητα τοῦ Σωτῆρος ἡμῶν οὐδὲ μίαν ἔχουσαν κοινωνίαν πρὸς τὴν τῶν λοιπῶν υἱότητα. Ὅν τρόπον γὰρ ἡ ἄῤῥητος αὐτοῦ ὑπόστασις ἀσυγκρίτῳ ὑπεροχῇ ἐδείχθη ὑπερκειμένη πάντων οἷς αὐτὸς τὸ εἷναι ἐχαρίσατο, οὕτως καὶ ἥ υἱότης αὐτοῦ, κατὰ φύσιν τυγχάνουσα τῆς πατρικῆς θεότητος, ἀλέκτῳ ὑπεροχῇ διαφέρει τῶν δἰ αὐτοῦ θέσει υἱοθετηθέντων, Ὁ μὲν γὰρ ἀτρέπτου φύσεως τυγχάνει, τέλειος ὢν καὶ διὰ πάντων ἀνενδεής: οἱ δὲ τῇ εἰς ἑκάτερα τροπῇ ὑποκείμενοι, τῆς παρὰ τούτου βοηθείας δέονται. Τί γὰρ ἂν καὶ προκόψαι ἔχοι ἡ τοῦ Θεοῦ σοφία, ἢ τί πρὁ??ʼλαβεῖν ἡ αὐτοαλήθεια, ἢ ὁ Θεὸς Λόγος; πῶς ἂν ἔχοι βελτιωθῆναι ἢ ἡ ζωὴ, ἢ τὸ ἀληθινὸν φῶς; Εἰ δὲ τοῦτο, πόσῳ πλεῖον τυγχάνει ἀφύσικον μωρίας ποτὲ δεκτικὴν γενέσθαι τὴν σοφίαν, ἢ τὴν τοῦ Θεοῦ δύναμιν ἀσθὲν̔??ʼᾳ προσπλακῆναι,

900
ἢ ἀλογίᾳ τὸν λόγον ἀμαυρωθῆναι, ἢ τῷ ἀληθινῷ φωτὶ ἐπιμιχθῆναι σκότος; τοῦ μὲν Ἀποστόλου αὐτόθεν λέγοντος Τίς κοινωνία φωτὶ πρὸς σκότος, ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ; τοῦ δὲ Σσλομῶντος, ὅτι ἀδύνατον ἄν εἵη κἄν μέχρι πρὸς ἐννοίας εὑρεθῆναι ὁδοὺς ὄφεως ἐπὶ πέτρας, ἥτις, κατὰ Παῦλον, ἐστὶν ὁ Χριστός. Οἱ δὲ κτίσματα αὑτοῦ τυγχάνοντες, ἄνθρωποί τε καὶ ἄγγελοι, καὶ εὐλογίας εἰλήφασι προκόπτειν ἀρεταῖς ἀσκούμενοι, καὶ νομίμους ἐντολὰς πρὸς τὸ μὴ ἁμαρτάνειν. Διὸ δὴ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, φύσει τοῦ Πατρὸς Υἱὸς τυγχάνων, ὑπὸ πάντων προσκυνεῖται. Οἱ δὲ ἀποθέμενοι τὸ πνεῦμα τῆς δουλείας, ἐξ ἀνδραγαθημάτων καὶ προκοπῆς τὸ τῆς υἱοθεσίας λαβόντες πνεῦμα, διὰ τοῦ φύσει Υἱοῦ εὐεργετούμενοι, γίγνονται θέσει υἱοί.

Τὴν μὲν οὖν γνησίαν αὐτοῦ καὶ ἰδιότροπον, καὶ φυσικὴν, καὶ κατεξαίρετον υἰότητα ὁ Παῦλος οὕτως ἀπεφήνατο περὶ Θεοῦ εἰπών: Ὅς γε τοῦ ἰδίον Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ̓ ὑπὲρ ἡμῶν, δηλονότι τῶν μὴ φύσει υἱῶν, παρέδωκεν αὐτόν. Πρὸς γὰρ ἀντἱ??ʼ διαστολὴν τῶν οὐκ ἰδίων, Υἱὸν ἴδιον αὐτὸν ἔφησεν εἶναι. Ἐν δὲ τῷ Εὐαγγελίῳ: Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Ἐν δὲ Ψαλμοῖς ὁ Σωτήρ φησιν: Κύριος εἶπε πρός με: Υἱός μου εἶ σύ. Γνησιότητα ἐμφανίζων, σημαίνει μὴ εἷναι αὐτοῦ γνησίους υἱοὺς ἄλλους τινὰς παῤ αὐτόν. Τί δὲ καὶ τό: Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε; οὐχὶ ἄντικρυς τῆς πατρικῆς μαιεύσεως φυσικήν ἐνδείκνυται υἱότητα, οὐ τρόπων ἐπιμελείᾳ, καὶ προκοπῆς ἀσκήσει, ἀλλὰ φύσεως ἰδιώματι ταύτην λαχόντος; Ὅθεν καὶ ἀμετάπτωτον ἔχει τὴν υἱότητα ʽ?ʽ?ʼ μονογενὴς Υἱὸς τοῦ Πατρός: τὴν δὲ τῶν λογικῶν υἱοθεσίαν, οὐ κατὰ φύσιν ὑπάρχουσαν αὐτοῖς, ἀλλὰ τρόπων ἐπιτηδειότητι καὶ δωρεᾷ Θεοῦ, καὶ μεταπτωτὴν ὁ??ʼδεν ὁ λόγος. Ἰδόντες γὰρ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ἔλαβον ἑαυτοῖς γυναῖκας, καὶ τὰ ἑξῆς: καὶ, Υἱοὺς ἐγέννησ̔??ʼ καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν, διὰ Ἡσαἱ̈́??ʼ εἰρηκέναι τὸν Θεὸν ἐδιδάχθημεν.

Πολλὰ λέγειν ἔχιον. ἀγαπητοὶ, παρέρχομαι, φορτικὸν εἶναι νομίσας διὰ πλειόνων διδασκάλους ὁμόφρονας ὑπομιμνήσκειν. Αὐτοὶ γὰρ θεδ̔??ʼδακτοί ἑστ̔??ʼ οὐκ ἀγνοοῦντες ὅ??ʼ ἡ ἔναγχ̔??ʼς ἐπαναστᾶσα τῇ ἐκκλησιαστικῇ εὐσεβείᾳ διδασκαλία, Ἑ̓??ʼίωνὀς ἐστι καὶ Ἀρτεμ̔??ʼ, καὶ ζῆλος τοῦ κατὰ Ἀντιόχειαν Παύλου τοῦ Σαμοσ̔??ʼως, συνόδῳ καὶ κρἱ??ʼι τῶν ἁπανταχοῦ ἐπισκόπων ἀποκηρυχθέντος τῆς Ἐκκλησίας: ἔν διαδεξάμενος

901
Λουκιανὸς, ἀποσυνάγωγος ἔμεινε τριῶν ἐπισκόπων πολυετεῖς χρόνους. Ὧν τῆς ἀσεβείας τὴν τρύγα ἐῤῥοφηκότες νῦν ἡμῖν οἱ ἐξ οὐκ ὄντων ἐπεφύησαν, τὰ ἐκείνων κεκρυμμένα μοσχεύματα, Ἄρειός τε καὶ Ἀχιλλᾶς, καὶ ἡ τῶν σὺν αὐτοῖς πονηρευομένων σύνοδος: καὶ οὐκ ὁ??ʼδ̓ ὅπως ἐν Συρίᾳ χειροτονηθέντες ἐπίσκοποι τρεῖς, διὰ τοῦ συναινεῖν αὐτοῖς ἐπὶ τὸ χεῖρον ὑπεκκαίουσι. Περὶ ὧν ἡ κρίσις ἐπανακείσθω τῇ ὑμετέρᾳ δοκιμασίᾳ. Οἵ τὰς μὲν τοῦ σωτηρίου πάθους, ταπεινώσεώς τε καὶ κενώσεως, καὶ τῆς καλουμένης αὐτοῦ πτωχείας, καὶ ὦν ἐπικτήτους ὁ Σωτὴρ δἰ ἡμᾶς ἀνεδέξατο φωνὰς, διὰ μνήμης ἔχοντες, παρατίθενται ἐπὶ παραγραφῇ τῆς ἀνωτάτω καὶ ἀρχῆθεν αὐτοῦ θεότητος: τῶν δὲ τῆς φυσικῆς αὐτοῦ δόξης τε καὶ εὐγενείας καὶ παρὰ τῷ Πατρὶ μονῆς σημαντικῶν λόγων ἐπιλήσμονες γεγόνασιν: οἷόν ἐστι τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν. Ὅπερ φησὶν ὁ Κύριος, οὐ Πατέρα ἑαυτὸν ἀναγορεύων, οὐδὲ τὰς τῇ ὑποστάσει δύο φύσεις μίαν εἷναι σαφηνίζων: ἀλλ̓ ὅτι τὴν πατρικὴν ἐμφέρειαν ἀκριβῶς πέφυκε σώζειν ὁ Υἱὸς τοῦ Πατρὸς, τὴν κατὰ πάντα ὁμοιότητα αὐτοῦ ἐκ φύσεως ἀπομαξάμενος, καὶ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρὸς τυγχάνων, καὶ τοῦ πρωτοτύπου ἔκτυπος χαρακτήρ. Ὅθεν καὶ τῷ τηνικαῦτα ποθοῦντι ἰδεῖν Φιλίππῳ ἀφθόνως ὁ Κύριος ἐμφανίζει: πρὸς ὃν λέγοντα, Δεῖξον ἡμῖν τὸν Πατέρα, λέγει: Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα: ὥσπερ δἰ ἐσόπτρου ἀκηλιδώτου καὶ ἐμψύχου θείας εἰκόνος αὐτοῦ θεωρουμένου τοῦ Πατρός; ὅν ʽ??ʼμοιον ἐν Ψαλμοῖς οἱ ἁγιώτατοί φασιν: Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Διὸ δὴ καὶ ὁ τιμῶν τὸν Υἱὸν, τιμᾷ τὸν Πατέρα: καὶ εἰκότως. Πᾶσα γὰρ ἀσεβὴς φωνὴ. εἰς τὸν Υἱὸν λέγεσθαι τολμωμένη, εἰς τὸν Πατέρα τὴν ἀναφορὰν ἔχει.

Καὶ τί λοιπὸν ἔτι θαυμαστὸν ὅ μέλλω γράφειν, ἀγαπητοὶ, εἰ τὰς κατ̓ ἐμοῦ ψευδεῖς διαβολὰς, καὶ τοῦ εὐσεβεστάτου ἡμῶν λαοῦ, ἐκθήσομαι; Οἱ γὰρ κατὰ τῆς θεότητος τοῦ Υἱοῦ τοῦ Θεοῦ παραταξάμενοι, οὐδὲ τὰς καθ̓ ἡμῶν ἀχαρίστους παροινίας παραιτοῦνται λέγειν: οἵ γε οὐδὲ τῶν ἀρχαίων τινὰς συγκρίνειν ἑαυτοῖς ἀξιοῦσιν, οὐδὲ οἷς ἡμεῖς ἐκ παίδων ὡμιλήσαμεν διδασκάλοις ἐξισοῦσθαι ἀνέχονται: ἀλλ̓ οὐδὲ τῶν νῦν πανταχοῦ συλλειτουργῶν τινα εἰς μέτρον σοφίας ἡγοῦνται, μόνοι σοφοὶ, καὶ ἀκτήμονες, καὶ δογμάτων εὑρεταὶ λέγοντες εἶναι, καὶ αὐτοῖς ἀποκεκαλύφθαι μόνοις ἅπερ οὐδενὶ τῶν ὑπὸ τὸν ἥλιον ἑτέρῳ πέφυκεν ἐλθεῖν εἰς ἔννοιαν Ὥ ἀνοσίου τύφου, καὶ ἀμέτρου μανίας, καὶ μελαγχολικοῖς ἡρμοσμένης δόξης κενῆς, καὶ ʽ??ʼκοῦ φρονήματος εἰς

904
τὰς ἀνοσίους αὐτῶν ψυχὰς ἀποσκιρώσαντοσς3 Ὁ??ʼ κἁ??ʼῄδεσεν αὐτοὺς ἡ τῶν ἀρχαίων Γραφῶν φιλόθεος σαφήνεια, οὐδὲ ἡ τῶν συλλειτουργῶν σύμφωνος περὶ Χριστοῦ εὐλάβεια τὴν κατ̓ αὐτοῦ θρασύτητα αὐτῶν ἠμαύρωσεν. Ὧν οὐδὲ τὰ δαιμόνια τῆς ἀνοσιουργίας ἀνέξεται, φωνὴν βλάσφημον κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ εἰπεῖν φυλαττόμενα.

Ταῦτα μὲν οὖν ἡμῖν κατὰ τὴν παροῦσαν δύναμιν ἐπαπορείσθω πρὸς τοὺς ἀπαιδεύτῳ ὕλῃ κατὰ τοῦ Χριστοῦ κονισαμένους, καὶ τὴν εἰς αὐτὸν εὐσέβειαν ἡμῶν συκοφαντεῖν προθεμένους. Φασὶ γὰρ ἡμᾶς, οἱ φληνάφων ἐφευρεταὶ μύθων, ἀποστρεφομένους τὴν ἐξ οὐκ ὄντων ἀσεβῆ καὶ ἄγραφον κατὰ Χριστοῦ βλασφημίαν, ἀγέννητα διδάσκειν δύο, δυοῖν θάτερον λέγοντες δεῖν εἷναι οἱ ἀπαίδευτοι, ἢ ἐξ οὐκ ὄντων αὐτὸν εἶναι φρονεῖν, ἣ πάντως ἀγέννητα λέγειν δύο: ἀγνοοῦντες, οἱ ἀνάσκητοι, ὧς μακρὸν ἂν εἴη μεταξὺ Πατρὸς ἀγεννήτου, καὶ τῶν κτισθέντων ὑπ̓ αὐτοῦ ἐξ οὑκ ὄντων, λογικῶν τε καὶ ἀλόγων: ὧν μεσιτεύουσα φύσις μονογενής, δἰ ἦς τὰ ὅλα ἐξ οὐκ ὄντων ἐποίησεν ὁ Πατὴρ τοῦ Θεοῦ Λόγου, ἐξ αὐτοῦ τοῦ ὄντος Πατρὸς γεγέννηται: ὡς καὶ αὐτός που διεμαρτύρατο λέγων ὁ Κύριος: Ὁ ἀγαπῶν τὸν Πατέρα, ἀγαπᾷ καὶ τὸν Υἱὸν τὸν ἐξ αὐτοῦ γεγεννημένον. Περὶ ὧν ἡμεῖς οὕτως πιστεύομεν, ὡς τῇ ἀποστολικῇ Ἐκκλησίᾳ δοκεῖ. Εἰς μόνον ἀγέννητον Πατέρα, οὐδένα τοῦ εἶναι αὐτῷ τὸν αἴτιον ἔχοντα, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον, ἀεὶ κατὰ ταυτὰ καὶ ὡσαύτως ἔχοντα, οὔτε προκοπὴν, οὔτε μείωσιν ἐπιδεχόμενον, νόμου, καὶ προφητῶν, καὶ Εὐαγγελίων δοτῆρα, πατριαρχῶν, καὶ ἀποστόλων, καὶ ἀπάντων ἁγίων Κύριον. Καὶ εἰς ʽ??ʼ Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ μονογενῆ, γεννηθέντα οὐκ ἐκ τοῦ μὴ ὄντος, ἀλλ̓ ἐκ τοῦ ὄντος Πατρὸς, οὐ κατὰ τὰς τῶν σωμάτων ὁμοιότητας, ταῖς τομαῖς, ἢ ταῖς ἐκ διαιρέσεων ἀποῤῥίαις, ὥσπερ Σαβελλίῳ καὶ Βαλεντίνῳ δοκεῖ: ἀλλ̓ ἀῤῥήτως καὶ ἀνεκδιηγήτως, κατὰ τὸν εἰπόντα, ὡς ἀνωτέρω παρεθήκαμεν: Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; τῆς ὑποστάσεως αὐτοῦ πάσῃ τῇ γεννητῇ φύσει ἀπεριεργάστου τυγχανούσης, καθὼς καὶ αὐτὸς ὁ Πατὴρ ἀπεριέργαστός ἐστι, διὰ τὸ μὴ χωρεῖν τὴν τῶν λογικῶν φύσιν τῆς πατρικῆς θεογονίας τὴν εἴδησιν. Ἅπερ ʽ??ʼ παῤ ἐμοῦ δεῖ μαθεῖν ἄνδρας τῷ τῆς ἀληθείας πνεύματι κινουμένους, ὑπηχούσης ἡμᾶς καὶ τῆς φθασάσης Χριστοῦ περὶ τούτου φωνῆς, καὶ διδασκούσης: Καὶ οὐδεὶς οἶδε τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ οὐδεὶς οἶδε τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατήρ. Ἄτρεπτον τοῦτον

905
καὶ ἀναλλοίωτον. ὠς τὸν Πατέρα, ἀπροσδεῆ, καὶ τέλειον Υἱὸν, ἐμφερῆ τε τῷ Πατρὶ μεμαθήκαμεν, μόνῳ τῷ ἀγεννήτῳ λειπόμενον ἐκείνου. Εἰκὼν γάρ ἐστιν ἀπηκριβωμένη καὶ ἀπαράλλακτος τοῦ Πατρός.

Πάντων γὰρ εἶναι τὴν εἰκόνα πλήρη, δἰ ὧν ἡ μείζων ἐμφέρεια, δῆλον: ὡς αὐτὸς ἐπαίδευσεν ὁ Κύριος, Ὁ Πατήρ μου, λέγων, μείζων μού ἐστι. Καὶ κατὰ τοῦτο καὶ τὸ ἀεὶ εἶναι τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς πιστεύομεν. Ἀπαύγασμα γάρ ἐστι τῆς δόξης, καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως. Ἀλλὰ μή τις τὸ ἀεὶ πρὸς ὑπόνοιαν ἀγεννήτου λαμβανέτω, ὡς οἴονται οἱ τὰ τῆς ψυχῆς αἰσθητήρια πεπηρωμένοι.

Οὕτε γὰρ τὸ ἦν, οὔτε τὸ ἀεὶ, οὔτε τὸ πρὸ αἰώνων ταὐτόν ἐστι τῷ ἀγεννήτῳ: ἀλλ̓ οὐδ̓ ὁτιοῦν ἀνθρώπων ἔννοια ὀνοματοποιῆσαι σπουδάσει, δηλοῖ τὸ ἀγέννητον.

Ὡς καὶ ὑμᾶς οὕτως ἐκδέχεσθαι πιστεύω, καὶ τεθάῤῥηκα τῇ περὶ πάντων ὑμῶν ὀρθῇ προθέσει, κατὰ μηδένα τρόπον τούτων τῶν ὀνομάτων τὸ ἀγέννητον δηλούντων. Ἔοικε γὰρ οἱονεὶ χρόνων εἶναι παρέκτασις ταῦτα τὰ ὀνόματα, τὴν μέντοι κατ̓ ἀξίαν τοῦ Μονογενοῦς θεότητα, καὶ οἶον ἀρχαιότητα σημαίνειν μὴ δυνάμενα, τῶν δὲ ἁγίων ἀνδρῶν, ὡς δύναμις ἑκάστῳ, ἐμφανίσαι τὸ μυστήριον βιαζομένων, καὶ συγγνώμην αἰτούντων παρὰ τῶν ἀκροατῶν δἰ εὐλόγου ἀπολογίας, διὰ τοῦ λέγειν: Εἰς ἃ ἐφθάσαμεν. Εἰ δέ τι παρὰ τὸ ἀνθρώπινον διὰ χειλέων φθέγμα μεῖζόν τι προσδοκῶσιν οἱ ἄνδρες, τὰ ἐκ μέρους αὐτοῖς γνωρισθέντα καταργεῖσθαι λέγοντες, δῆλον ὅτι καὶ πολὺ τοῦ ἐλπιζομένου λείπεται τὸ ἦν, καὶ τὸ ἀεὶ, καὶ τὸ πρὸ αἰώνων, ἅπερ δ̓ ἂν ᾖ, οὐκ ἔστι ταὐτὰ τῷ ἀγεννήτῳ. Οὐκοῦν τῷ μὲν ἀγεννήτῳ Πατρὶ οἰκεῖον ἀξίωμα φυλακτέον, μηδένα τοῦ εἶναι αὐτῷ τὸν αἴτιον λέγοντας: τῷ δὲ Υἱῷ τὴν ἁρμόζουσαν τιμὴν ἀπονεμητέον, τὴν ἄναρχον αὐτῷ παρὰ τοῦ Πατρὸς γέννησιν ἀνατιθέντας: καὶ ὡς ἐφθάσαμεν αὐτῷ σέβας ἀπονέμοντες, μόνον εὐσεβῶς καὶ εὐφήμως τὸ ἦν, καὶ τὸ ἀεὶ, καὶ τὸ πρὸ αἰώνων λέγοντες ἐπ̓ αὐτοῦ: τὴν μέντοι θεότητα αὐτοῦ μὴ παραιτούμενοι, ἀλλὰ τῇ εἰκόνι καὶ τῷ χαρακτῆρι τοῦ Πατρὸς ἀπηκριβωμένην ἐμφέρειαν κατὰ πάντα ἀνατιθέντες: τὸ δὲ ἀγέννητον τῷ Πατρὶ μόνον ἰδίωμα παρεῖναι δοξάζοντες: ἄτε δὴ καὶ αὐτοῦ φάσκοντος τοῦ Σωτῆρος: Ὁ Πατήρ μου μείζων μού ἐστι. Πρὸς δὲ τῇ εὐσεβεῖ ταύτῃ περὶ Πατρὸς καὶ Υἱοῦ δόξῃ, καθὼς ἡμᾶς αἱ θεῖαι Γραφαὶ διδάσκουσιν, ἓν Πνεῦμα ἄγιον ὁμολογοῦμεν, τὸ καινίσαν τούς τε

908
τῆς Παλαιᾶς Διαθήκης ἁγίους ἀνθρώπους, καὶ τοὺς τῆς χρηματιζούσης Καινῆς παιδευτὰς θείους. Μίαν καὶ μόνην καθολικὴν, τὴν ἀποστολικὴν Ἐκκλησίαν, ἀκαθαίρετον μὲν ἀεὶ, κἂν πᾶς ὁ κόσμος αὐτῇ πολεμεῖν βουλεύηται, νικηφόρον δὲ πάσης τῆς τῶν ἑτεροδόξων ἀσεβεστάτης ἐπαναστάσεως, εὐθαρσεῖς ἡμᾶς κατασκευάσαντος τοῦ οἰκοδεσπότου αὐτῆς, διὰ τοῦ βοᾷν: Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Μετὰ τοῦτο τὴν ἐκ νεκρῶν ἀνάστασιν οἴδαμεν, ἧς ἀπαρχὴ γέγονεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, σῶμα φορέσας ἀληθῶς, καὶ οὐ δοκήσει, ἐκ τῆς Θεοτόκου Μαρίας. Ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας ἐπιδημήσας τῷ γένει τῶν ἀνθρώπων, σταυρωθεὶς καὶ ἀποθανὼν, ἁλλ̓ οὐ διὰ ταῦτα τῆς ἑαυτοῦ θεότητος ἥττων γεγενημένος. Ἀναστὰς ἐκ νεκρῶν, ἀναληφθεὶς ἐν οὐρανοῖς καθήμενος ἐν δεξιᾷ τῆς μεγαλωσύνης.

Ταῦτα ἐκ μέρους ἐνεχάραξα τῇ ἐπιστολῇ, τὸ καθ̓ ἕκαστον ἐπ̓ ἀκριβείας γράφειν φορτικὸν, ὡς ἔφην, εἶναι νομίσας, διὰ τὸ μηδὲ τὴν ἱερὰν ὑμῶν ταῦτα λεληθέναι σπουδήν. Ταῦτα διδάσκομεν, ταῦτα κηρύττομεν, ταῦτα τῆς Ἐκκλησίας τὰ ἀποστολικὰ δόγματα, ὑπὲρ ὧν καὶ ἀποθνήσκομεν, τῶν ἐξόμνυσθαι αὐτὰ βιαζομένων ἧττον πεφροντικότες, εἰ καὶ διὰ βασάνων ἀναγκάζουσι, τὴν ὲν αὐτοῖς ἐλπίδα μὴ ἀποστρεφόμενοι.

Ὧν ἐναντίοι γενόμενοι οἱ ἀμφὶ τὸν Ἄρειον καὶ Ἀχιλλᾶν, καὶ οἱ τῆς ἀληθείας σὺν αὐτοῖς πολέμιοι, ἀπεώσθησαν τῆς Ἐκκλησίας, ἀλλότριοι γενόμενοι τῆς εὐσεβοῦς ἡμῶν διδασκαλίας, κατὰ τὸν μακάριον Παῦλον λέγοντα: Εἱ τις ὑμᾶς εὐαγγελίζεται παῤ ὃ παρελάβετε, ἀνάθεμα ἔστω, κἂν ἄγγελος ἐξ οὐρανοῦ εἱναι προσποιῆται. Ἀλλὰ καὶ: Εἰ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ̓ εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος, καὶ τὰ ἑξῆς. Τούτους ἀναθεματισθέντας ἀπὸ τῆς ἀδελφότητος, μηδεὶς ὑμῶν δεχέσθω, μηδὲ ἀνεχέσθω τῶν λεγομένων ἢ γραφομένων ὑπ̓ αὐτῶν.

Πάντα γὰρ οἱ γόητες ψεύδονται, ἀλήθειαν οὐ μὴ λαλήσωσι.

Περιέρχονται γὰρ τὰς πόλεις, οὐδὲν ἕτερον σπουδάζοντες, ἢ τῷ τῆς φιλίας προσχήματι, καὶ τῷ τῆς εἰρήνης ὀνόματι, δἰ ὑποκρίσεως καὶ κολακείας γράμματα διδόναι καὶ λαμβάνειν, πρὸς τὸ πλανᾷν διὰ τούτων τὰ ὑπ̓ αὐτῶν ἠπατημένα ὀλίγα γυναικάρια σεσωρευμένα ἁμαρτίαις, καὶ τὰ ἑξῆς.

Τούτους οὖν τοὺς τὰ τοσαῦτα κατὰ Χριστοῦ τολμήσαντας, τοὺς τὸν Χριστιανισμὸν τοῦτο μὲν δημοσίᾳ διασύραντας, τοῦτο δὲ ἐπὶ δικαστηρίων ἐπιδεικτιᾷν φιλοτιμουμένους, τοὺς διωγμὸν ἡμῖν ἐν εἰρήνῃ τὸ ὅσον ἐπ̓ αὐτοῖς ἐπεγείραντας, τοὺς τὸ ἅῤῥητον

909
μυστήριον τῆς Χριστοῦ γενέσεως ἐκνευρίσαντας, τούτους ἀποστραφέντες, ἀγαπητοὶ καὶ ὁμόψυχοι ἀδελφοὶ, σύμψηφοι γίνεσθε κατὰ τῆς μανιώδους αὐτῶν τόλμης, καθ̓ ὁμοιότητα τῶν ἀγανακτησάντων συλλειτουργῶν ἡμῶν, καὶ ἐπιστειλάντων μοι κατ̓ αὐτῶν, καὶ τῷ τόμῳ συνυπογραψάντων, ʽ??ʼ καὶ διεπεμψάμην ὑμῖν διὰ τοῦ υἱοῦ μου τοῦδε Ἀπίωνος τοῦ διακόνου, τοῦτο μὲν πάσης Αἰγύπτου καὶ Θηβαΐδος, τοῦτο δὲ Λιβύης τε καὶ Πενταπόλεως, καὶ Συρίας, καὶ ἔτι Λυκίας καὶ Παμφυλίας, Ἀσίας, Καππαδοκίας, καὶ τῶν ἄλλων περιχώρων: ὧν καθ̓ ὁμοιότητα καὶ παῤ ὑμῶν δέξασθαι πέποιθα. Πολλῶν γάρ μοι βοηθημάτων πρὸς τοὺς βλαβέντας πεπορισμένων, καὶ τοῦτο εὕρηται λυσιφάρμακον τοῦ ὑπ̓ αὐτῶν ἀπατηθέντος λαοῦ, πειθομένων καὶ ταῖς τῶν συλλειτουργῶν ἡμῶν συγκαταθέσεσιν εἰς μετάνοιαν διὰ τούτου ἔρχεσθαι σπουδαζόντων. Ἀσπάσασθε ἀλλήλους σὺν τῇ παῤ ὑμῶν ἀδελφότητι. Ἐῤῥῶσθαι ὑμᾶς ὲν Κυρίῳ εὔχομαι, ἀγαπητοί: ὀναίμην ὑμῶν τῆς φιλοχρίστου ψυχῆς.

Εἰσὶ δὲ οἱ ἀναθεματισθέντες αἱρεσιῶται, ἀπὸ πρεσβυτέρων, Ἄρειος: ἀπὸ διακόνων δὲ, Ἀχιλλᾶς, Εὐξώϊος, Ἀειθαλᾶς, Λούκιος, Σαρμάτης, Ἰούλιος, Μηνᾶς, Ἄρειος ἕτερος, Ἑλλάδιος.

Συνῳδὰ τούτοις ἐπέστειλε καὶ Φιλογονίῳ τῷ τῆς Ἀντιοχέων Ἐκκλησίας προέδρῳ, καὶ Εὐσταθίῳ τῷ τηνικαῦτα τὴν Βέῤῥοιαν ἰθύνειν πεπιστευμένῳ, καὶ τοῖς ἄλλοις ὅσοι τῶν ἀποστολικῶν δογμάτων ἦσαν συνήγοροι. Ἀλλ̓ οὐδὲ ὁ Ἄρειος ἡσυχίαν ἅγειν ἠνέσχετο: ἔγραψε δὲ καὶ αὐτὸς πρὸς ἐκείνους οὓς ὁμόφρονας ἔχειν ἡγεῖτο. Ὅτι δὲ οὐδὲν ψευδὲς κατ̓ αὐτοῦ ἔγραψεν ὁ θεῖος Ἀλέξανδρος, αὐτὸς Ἄρειος ἐν τοῖς πρὸς Εὐσέβιον τὸν Νικομηδείας μεμαρτύρηκε γράμμασιν. Ἐνθήσω δὲ καὶ ταύτην τῇ συγγραφῇ, ἴνα καὶ τοὺς κοινωνοὺς τῆς ἀσεβείας δήλους τοῖς ἀγνοοῦσι ποιήσω.

Ἀρείου ἐπιστολὴ πρὸς Εὐσέβιον τῆς Νικομηδείας ἐπίσκοπον.

Κυρίῳ ποθεινοτάτῳ, ἀνθρώπῳ Θεοῦ, πιστῷ, ὀρθοδόξῳ, Εὐσεβίῳ, Ἄρειος ὁ διωκόμενος ὑπὸ Ἀλεξάνδρου τοῦ πάπα ἀδίκως, διὰ τὴν πάντα νικῶσαν ἀλήθειαν, ἧς καὶ σὺ ὑπερασπίζῃ, ὲν Κυρίῳ χαίρειν.

Τοῦ πατρός μου Ἀμμωνίου ἐρχομένου εἰς τὴν Νικομήδειαν, εὔλογον ὀφειλόμενον ἐφάνη προσαγορεῦσαί σε δἰ αὐτοῦ, ὁμοῦ τε ὑπομνῆσαι τὴν ἔμφυτόν σου ἀγάπην, καὶ διάθεσιν, ἣν ἔχεις εἰς τοὺς

912
ἀδελφοὺς διὰ τὸν Θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, ὅτι μεγάλως ἡμᾶς ἐκπορθεῖ καὶ ἐκδιώκει , καὶ πάντα κάλων κινεῖ καθ̓ ἡμῶν ὁ ἐπίσκοπος, ὥστε καὶ ἐκδιῶξαι ἡμᾶς ἐκ τῆς πόλεως ὡς ἀνθρώπους ἀθέους, ἐπειδὴ οὐ συμφωνοῦμεν αὐτῷ δημοσίᾳ λέγοντι: Ἀεὶ ὁ Θεὸς, ἀεὶ ὁ Υἱός: ἅμα Πατὴρ, ἅμα Υἱός: συνυπάρχει ἀγεννήτως ὁ Υἱὸς τῷ Θεῷ ἀειγεννής ἐστιν, ἀγεννητογενής ἐστιν: οὕτε ἐπινοίᾳ, οὔτε ἀτόμῳ τινὶ προάγει ὁ Θεὸς τοῦ Υἱοῦ: ἀεὶ Θεὸς, ἀεὶ Υἱὸς, ἐξ αὐτοῦ ἐστι τοῦ Θεοῦ ὁ Υἱός. Καὶ ἐπειδὴ Εὐσέβιος ὁ ἀδελφός σου ὁ ἐν Καισαρείᾳ, καὶ θεόδοτος, καὶ Παυλῖνος, καὶ Ἀθανάσιος, καὶ Γρηγόριος, καὶ Ἀέτιος, καὶ πάντες οἱ κατὰ τὴν Ἀνατολὴν, λέγουσιν ὅτι προῦπάρχει ὁ Θεὸς τοῦ Υἱοῦ ἀνάρχως, ἀνάθεμα ἐγένοντο, δίχα μόνου Φιλογονίου, καὶ Ἑλλανικοῦ, καὶ Μακαρίου, ἀνθρώπων αἱρετικῶν, ἀκατηχήτων, τὸν Υἱὸν λεγόντων. οἱ μὲν ἐρυγὴν. οἱ δὲ προβολὴν, οἱ δὲ συναγέννητον. Καὶ τούτων τῶν ἀσεβειῶν οὐδὲ ἀκοῦσαι δυνάμεθα, ἐὰν μυρίους ἡμῖν θανάτους παραπειλήσωσιν οἱ αἱρετικοί.

Ἡμεῖς δὲ τί λέγομεν καὶ φρονοῦμεν, καὶ ἐδιδάξαμεν καὶ διδάσκομεν; Ὅτι ὁ Υἱὸς οὐκ ἔστιν ἀγέννητος, οὐδὲ μέρος ἀγεννήτου κατ̓ οὐδένα τρόπον, οὐδὲ ἐξ ὑποκειμένου τινός: ἀλλ̓ ὅτι θελήματι καὶ βουλῇ ὑπέστη πρὸ χρόνων καὶ πρὸ αἰώνων πλήρης Θεὸς, μονογενὴς, ἀναλλοίωτος, καὶ πρὶν γεννηθῇ, ἤτοι κτισθῇ, ἣ ὁρισθῇ, ἢ θεμελιωθῇ, οὐκ ἦν: ἀγέννητος γὰρ οὐκ ἦν. Διωκόμεθα ὅτι εἴπαμεν: Ἀρχὴν ἔχει ὁ Υἱὸς, ὁ δὲ Θεὸς ἄναρχός ἐστι.

Διὰ τοῦτο διωκόμεθα: καὶ ὅτι εἴπαμεν ὅτι ἐξ οὐκ ὄντων ἐστίν. Οὕτω δὲ εἴπαμεν, καθότι οὐδὲ μέρος Θεοῦ, οὐδὲ ἐξ ὑποκειμένου τινός: διὰ τοῦτο διωκόμεθα: λοιπὸν σὺ οἶδας. Ἐῤῥῶσθαί σε ἐν Κυρίῳ εὔχομαι μεμνημένον τῶν θλίψεων ἡμῶν, Συλλουκιανιστὰ ἀληθῶς. Εὐσέβιε.

Τούτων τῶν ὑπὸ τούτου καταλεχθἕ??ʼτων, Εὐσέβιος μὲν Καισαρείας ἐπίσκοπος ἦν, Θεόδοτος δὲ Λαοδικείας, Τύρου δὲ Παυλῖνος, Ἀναζαρβοῦ δὲ Ἀθανάσιος, καὶ Γρηγόριος Βηρυτοῦ, Ἀέτιος δὲ Λύδδων: Λ̔??ʼδδα δέ ἐστιν ἡ νῦν καλουμένη Διόσπολις. Τούτους μὲν οὖν συμφώνους ἔχειν ὁ Ἄρειος ἐσεμνύνετο.

Ἀντιπάλους δὲ κέκληκε, Φιλογόνιον τῆς Ἀντιοχέων τὸν πρόεδρον, καὶ Ἑλλανικὸν τὸν Τριπόλεως, καὶ τὸν Ἱεροσολύμων Μακάριον, συκοφαντίας κατὰ τουτων

913
σ̔??ʼῤῥάψας, ἐπειδήπερ ἀΐδιον καὶ προαιώνιον ἔφασαν τὸν Υἱὸν, καὶ τοῦ Πατρὸς ὁμότιμόν τε καὶ ὁμοούσιον. Ταύτην δεξάμενος Εὐσέβιος τὴν ἐπιστολὴν, ἤμεσε καὶ αὐτὸς τὴν οἰκείαν ἀσέβειαν.

Γράφει δὲ οὕτω πρὸς Παυλῖνον τῆς Τυρίων ἡγούμενον.

Εὐσεβίου ἐπισκόπου Νικομηδείας ἐπιστολὴ πρὸς Παυλῖνον ἐπίσκοπον Τύρου.

Τῷ δεσπότῃ μου Παυλίνῳ Εὐσέβιος ἐν Κυρίῳ χαίρειν.

Οὔτε ἡ τοῦ δεσπότου μου Εὐσεβίου σπουδὴ ἡ ὑπὲρ ἀληθοῦς λόγου παρεσιωπήθη, ἀλλ̓ ἔφθασεν ἕως καὶ ἡμῶν, οὔτε ἡ σοῦ ἐπὶ τούτῳ σιωπὴ, δέσποτα: καὶ ὡς ἦν ἀκόλουθον, ἐπὶ μὲν τῷ δεσπότῃ μου Εὐσεβίῳ εὐφράνθημεν, ἐπὶ δὲ σοὶ λυπούμεθα, στοχαζόμενοι καὶ τὴν σιωπὴν ἀνδρὸς τοιούτου ἧτταν ἡμῶν εἶναι. Διὸ παρακαλῶ εἰδότα σε ὡς ἀπρεπὲς ἀνδρὶ φρονίμῳ, ἀλλοῖα φρονεῖν καὶ σιωπᾷν τ̓ ἀληθῆ, ἀνασκαλεύσαντι τῷ πνεύματι τὸν λογισμὸν περὶ τὸ γράφειν, περὶ τούτου ἄρχου, λυσιτελοῦντος καὶ σοὶ καὶ τοῖς ἀκούουσί σου, μάλισθ̓ ὅταν κατ̓ ἀκολουθίαν τῆς Γραφῆς, καὶ τοῖς ἴχνεσι τῶν λόγων αὐτῆς καὶ τῶν βουλημάτων ἐθέλῃς γράφειν. Ὅτι γὰρ οὔτε δ̔??ʼο ἀγέννητα ἀκηκόαμεν, οὔτε ἔν εἰς δύο διῃρημένον, οὐδὲ σωματικόν τι πεπονθὸς μεμαθήκαμεν ἢ πεπιστεύκαμεν, δέσποτα. Ἀλλ̓ ἒν μὲν τὸ ἀγέννητον, ἔν δὲ τὸ ὑπ̓ αὐτοῦ ἀληθῶς, καὶ οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ γεγονὸς, καθόλου τῆς φύσεως τῆς ἀγεννήτου μὴ μετέχον. ἢ ὂν ἐκ τῆς οὐσίας αὐτοῦ: ἀλλὰ γεγονὸς ὁλοσχερῶς ἕτερον τῇ φύσει καὶ τῇ δυνάμει, πρὸς τελείαν ὁμοιότητα διαθέσεώς τε καὶ δυνάμεως τοῦ πεποιηκότος γενόμενον: οὗ τὴν ἀρχὴν οὐ λόγῳ μόνον ἀδιήγητον, ἀλλὰ καὶ ἐννοίᾳ, οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν ὑπὲρ ἀνθρώπους πάντων, εἶναι ἀκατάληπτον πεπιστεύκαμεν. Καὶ ταῦτα οὐχὶ λογισμοὺς ἑαυτῶν ὑποθέμενοι, ἀλλ̓ ἀπὸ τῆς ἁγίας Γραφῆς μεμαθηκότες λέγομεν κτιστὸν εἶναι καὶ θεμελιωτὸν, καὶ γενητὸν τῇ οὐσίᾳ, καὶ τῇ ἀναλλοιώτῳ καὶ ἀῤῥήτῳ φύσει, καὶ τῇ ὁμοιότητι τῇ πρὸς τὸν πεποιηκότα μεμαθήκαμεν, ὡς αὐτὸς ὁ Κύριός φησιν: Ὁ Θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, καὶ πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Εἰ δὲ ἐξ αὐτοῦ, τοῦτ̓ ἔστιν, ἀπ̓ αὐτοῦ ἦν, ὡς ἂν μέρος αὐτοῦ, ἢ ἐξ ἀποῤῥοίας τῆς οὐσίας, οὐκ ἂν ἔτι κτιστὸν οὐδὲ θεμελιωτὸν εἶναι ἐλέγετο: οὐδὲ αὐτὸς ἀγνοεῖς, κύριε, ἀληθῶς. Τὸ γὰρ ἐκ τοῦ

916
ἀγεννήτου ὑπάρχον, κτιστὸν ἔτι ὑφ̓ ἑτέρου ἢ ὑπ̓ αὐτοῦ, ἢ θεμελιωτὸν οὐκ ἂν εἴη, ἐξ ἀρχῆς ἀγέννητον ὑπάρχον. Εἰ δὲ τὸ γεννητὸν αὐτὸν λέγεσθαι ὑπόφασίν τινα παρέχει, ὡς ἂν ἐκ τῆς οὐσίας τῆς πατρικῆς αὐτὸν γεγονότα, καὶ ἔχειν ἐκ τούτου τὴν ταυτότητα τῆς φύσεως: γινώσκομεν ὡς οὐ περὶ αὐτοῦ μόνου τὸ γεννητὸν εἶναί φησιν ἡ Γραφὴ, ἀλλὰ καὶ ἐπὶ τῶν ἀνομοίων αὐτῷ κατὰ πάντα τῇ φύσει.

Καὶ γὰρ ἐπ̓ ἀνθρώπων φησίν: Υἱοὺς ἐγέννησα καὶ ὕψωσα: αὐτοὶ δέ με ἠθέτησαν. Καί: Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες. Καὶ ἐν ἑτέροις: Τίς, φησὶ, ὁ τετοκὼς βόλους δρόσου; οὐ τὴν φύσιν ἐκ τῆς φύσεως διηγούμενος, ἀλλὰ τὴν ἐφ̓ ἑκάστῳ τῶν γενομένων ἐκ τοῦ βουλήματος αὐτοῦ γένεσιν.

Οὐδὲν γάρ ἐστιν ἐκ τῆς οὐσίας αὐτοῦ: πάντα δὲ βουλήματι αὐτοῦ γενόμενα ἕκαστον ὡς καὶ ἐγένετό ἐστιν. Ὁ μὲν γὰρ Θεός: τὰ δὲ πρὸς ὁμοιότητα αὐτοῦ λόγῳ ὅμοια ἐσόμενα, τὰ δὲ καθ̓ ἑκουσιασμὸν γενόμενα. Τὰ δὲ πάντα δἰ αὐτοῦ ὑπὸ τοῦ Θεοῦ γενόμενα: πάντα δὲ ἐκ τοῦ Θεοῦ. Ἅπερ λαβὼν, καὶ ἐξεργασάμενος κατὰ τὴν προσοῦσάν σοι θεόθεν χάριν, γράψαι τῷ δεσπότῃ μου Ἀλεξάνδρῳ σπούδασον.

Πεπίστευκα γὰρ ὡς εἰ γράψειας αὐτῷ, ἐντρέψειας αὐτόν. Πρόσειπε ἅπαντας τοὺς ἐν Κυρίῳ. ʽ??ʼῤῥωμένον σε καὶ ὑπὲρ ἡμῶν εὐχόμενον ἡ θεία χάρις διαφυλάττοι, δέσποτα.

Τοιαῦτα καὶ οὗτοι πρὸς ἀλλήλους ἐπέστελλον, εἰς τὸν κατὰ τῆς ἀληθείας καθοπλιζόμενοι πόλεμον.

Οὕτω δὲ τῆς βλασφημίας ἐν ταῖς κατὰ τὴν Αἴγυπτον καὶ τὴν Ἑῴαν Ἐκκλησίαις διασπαρείσης, ἔριδες ἐν ἑκάστῃ πόλει καὶ κώμῃ, καὶ μάχαι περὶ τῶν θείων δογμάτων ἐγίγνοντο. Ὁ δὲ λοιπὸς ὅμιλος θεατὴς ἦν τῶν γιγνομένων, καὶ τῶν λεγομένων κριτής: καὶ οἱ μὲν τὰ τούτων, οἱ δὲ τὰ ἐκείνων ἐπῄνουν, καὶ τραγῳδίας τὰ δρώμενα καὶ θρήνων ἄξια ἦν. Οὐ γὰρ ἀλλόφυλοι καὶ πολέμιοι, καθάπερ πάλαι, τὰς Ἐκκλησίας ἐπολιόρκουν: ἀλλ̓ ὁμόφυλοι καὶ ὁμοῤῥόφιοι καὶ ὁμοτράπεζοι κατ̓ ἀλλήλων ἀντὶ δοράτων ἐκίνουν τὰς γλώττας: μᾶλλον δὲ, μέλη ἀλλήλων ὄντες, καὶ εἰς ἔν τελοῦντες σῶμα, κατ̓ ἀλλήλων ὡπλίζοντο

Τὰ κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ.

Ταῦτα μαθὼν ὁ πάνσοφος βασιλεὺς, πρῶτον μὲν αὐτὴν ἐπειράθη τὴν τῶν κακῶν ἐμφράξαι πηγὴν, καὶ τινα τῶν ἐπ̓ ἀγχινοίᾳ περιβοήτων εἰς τὴν Ἀλεξάνδρειαν μετὰ γραμμάτων ἀπέστειλε, σβέσαι τὴν ἔριν πειρώμενος, καὶ τὸ στασιάζον συναγαγεῖν εἰς ὁμόνοιαν προσδοκῶν. Ἐπειδὴ δὲ τῆς ἐλπίδος ἐψεύσθη, τὴν πολυθρύλλητον ἐκείνην εἰς τὴν Νικαέων συνήγειρε σύνοδον, δημοσίοις ὄνοις καὶ ἡμιόνοις καὶ

917
ὀρεῦσι καὶ ἵπποις χρήσασθαι τοὺς ἐπισκόπους, καὶ τοὺς σὺν τούτοις ἀφικνουμένους παρεγγυήσας. Ἐπειδὴ δὲ ἠθροίσθησαν ὅσοι τῆς ὁδοιπορίας τὸν πόνον ἐνεγκεῖν ἠδυνήθησαν, ἀφίκετο καὶ αὐτὸς εἰς τὴν Νίκαιαν, ἰδεῖν τε τὴν τῶν ἀρχιερέων πληθὺν ἐφιέμενος, καὶ τὴν ὁμόνοιαν αὐτοῖς πρυτανεῦσαι ποθῶν: καὶ παραχρῆμα πάντα ἀφθόνως αὐτοῖς χορηγεῖσθαι προσέταξεν.

Ὀκτωκαίδεκα δὲ καὶ τριακόσιοι συνῆλθον ἀρχιερεῖς. Ὁ δὲ τῆς Ῥώμης, διὰ γῆρας ἀπελείφθη βαθύ δύο μέντοι πρεσβυτέρους ἀπέστειλε, συνθέσθαι τοῖς πραττομένοις παρεγγυήσας. Ἦσαν δὲ κατ̓ ἐκεῖνον τὸν χρόνον, πολλοὶ μὲν ἀποστολικοῖς χαρίσμασι διαπρέποντες: πολλοὶ δὲ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ, κατὰ τὸν θεῖον Ἀπόστολον, ἐν τῷ σώματι φέροντες. Ἰάκωβος μὲν γὰρ ὁ Ἀντιοχείας τῆς Μυγδονίας, Σύροι δὲ αὐτὴν καὶ Ἀσσύριοι Νίσιβιν ὀνομάζουσι, καὶ νεκροὺς ἀνέστησε, καὶ ἐν τοῖς ζῶσι συνέταξε, καὶ ἄλλα μυρία εἰργάσατο θαύματα, ἃ περιττὸν ἡγοῦμαι τῇδε πάλιν ἐνθεῖναι τῇ συγγραφῇ, ἐν τῇ Φιλοθέῳ ταῦτα διηγησάμενος ἱστορίᾳ. Παῦλος δὲ ὁ Νεοκαισαρείας ʽφρούριον δὲ τοῦτο ταῖς τοῦ Εὐφράτου παρακείμενον ὄχθαισ̓, τῆς Λικιννίου παραπήλαυσε λύττης. Ἄμφω γὰρ ἦν τὼ χεῖρε πεπεδημένος, σιδήρου πεπυρακτωμένου προσβαλόντος αὐταῖν, καὶ τὰ κινητικὰ τῶν ἄρθρων νεῦρα συστείλαντος καὶ νεκρώσαντος. Ἕτεροι δὲ ὀρωρυγμένους εἶχον τοὺς δεξιοὺς ὀφθαλμούς: ἄλλοι δὲ τὰς ἀγκύλας ἐκκεκομμένοι τὰς δεξιάς. Εἶς τούτων ἦν Παφνούτιος ὁ Αἰγύπτιος.

Καὶ ἀπαξαπλῶς ἦν ἰδεῖν δῆμον μαρτύρων κατὰ ταυτὸν συνηθροισμένον. Οὐκ ἦν δ̓ ἄμοιρος ὅμως τῶν ἐναντίων ὁ θεῖος οὗτος καὶ ἀοίδιμος ὅμιλος: ἀλλ̓ ἦσάν τινες, εὐαρίθμητοι μὲν, ὕπουλοι δὲ, καὶ τὰ βράχη μιμούμενοι , καὶ τὴν πονηρίαν καλύπτοντες, καὶ ταῖς Ἀρείου βλασφημίαις οὐ προφανῶς συνηγοροῦντες. Συνεληλυθότων δὲ πάντων, οἶκον μέγιστον ἐν τοῖς βασιλείοις ηὐτρέπισεν ὁ βασιλεὺς, βάθρα καὶ θρόνους ὅτι μάλιστα πλείστους ἐν τούτῳ τεθῆναι κελεύσας, τῷ τῶν ἀρχιερέων ἀποχρῶντας συλλόγῳ. Οὕτω τὸ πρέπον αὐτοῖς εὐτρεπίσας γέρας, εἰσελθεῖν τε ἐπέτρεψε, καὶ περὶ τῶν προκειμένων βουλεύσασθαι. Εἰσελήλυθε δὲ καὶ αὐτὸς ἔσχατος σὺν ὀλίγοις, ἀξιέπαινον μὲν ἔχων τὸ μέγεθος, ἀξιάγαστον δὲ τὴν ὥραν, θαυμασιωτέραν δὲ τὴν τοῖς μετώποις ἐπικαθημένην αἰδῶ. Θρόνου δὲ σμικροῦ τεθέντος ἐν μέσῳ κεκάθικεν, ἐπιτρέψαι τοῦτο τοὺς ἐπισκόπους αἰτήσας: σὺν αὐτῷ δὲ καὶ ἅπας ὁ θεῖος ἐκεῖνος ἐκαθέσθη χορός. Παραυτίκα δὲ πρῶτος ὁ μέγας Εὐστάθιος, ὁ τῆς Ἀντιοχέων Ἐκκλησίας τὴν προεδρίαν λαχών: Φιλογόνιος γὰρ, οὗ πρόσθεν ἐμνήσθην, εἰς τὸν ἀμείνω μεταβεβήκει βίον: τοῦτον δὲ ἄκοντα ποιμαίνειν ἀντ̓ ἐκείνου τὴν Ἐκκλησίαν ἐκείνην ψήφῳ κοινῇ κατηνάγκασαν ἀρχιερεῖς τε καὶ ἱερεῖς, καὶ ἅπας ὁ λεὼς ὁ φιλόχριστος: οὗτος τοῖς

920
ἄνθεσι τῶν ἐγκωμίων τὴν βασιλέως ἐστεφἅ??ʼωσε κεφαλὴν, καὶ τὴν περὶ τὰ θεῖα σπουδὴν εὐλογίαις ἠμείψατο. Παυσαμένου δὲ τούτου, βασιλεὺς ὁ πανεύφημος τοὺς περὶ τῆς ὁμονοίας τε καὶ συμφωνίας προσενήνοχε λόγους, τῆς τε τῶν τυράννων ἐκείνων ἀναμιμνήσκων ὠμότητος, καὶ τῆς ἐπ̓ αὐτοῦ θεόθεν παρασχεθείσης ἐντιμοτάτης εἰρήνης: καὶ ὡς δεινὸν εἴη καὶ ἄγαν δεινὸν, τῶν πολεμίων καταλυθέντων, καὶ μηδενὸς ἀντιτείνειν τολμῶντος, ἀλλήλους βάλλειν, καὶ τοῖς δυσμενέσιν ἡδονὴν καὶ γέλωτα προξενεῖν: ἄλλως τε καὶ περὶ θείων διαλεγομένους πραγμάτων, καὶ τοῦ παναγίου Πνεύματος τὴν διδασκαλίαν ἀνάγραπτον ἔχοντας. Εὐαγγελικαὶ γὰρ, φησὶ, βίβλοι καὶ ἀποστολικαὶ, καὶ τῶν παλαιῶν προφητῶν τὰ θεσπίσματα, σαφῶς ἡμᾶς ἃ χρὴ περὶ τοῦ Θείου φρονεῖν ἐκπαιδεύουσι. Τὴν πολεμοποιὸν οὖν ἀπελάσαντες ἔριν, ἐκ τῶν θεοπνεύστων λόγων λάβωμεν τῶν ζητουμένων τὴν λύσιν. Ταῦτα καὶ τὰ τούτοις παραπλήσια, οἷα δὴ παῖς φιλοπάτωρ, τοῖς ἱερεῦσιν ὡς πατράσι προσέφερε, τῶν ἀποστολικῶν δογμάτων τὴν συμφωνίαν πραγματευόμενος. Τῆς δὲ συνόδου τὸ μὲν πλεῖστον τοῖς λεγομένοις ἐπείθετο. καὶ τήν τε πρὸς ἀλλήλους ὁμόνοιαν, τήν τε τῶν δογμάτων ὑγείαν ἠσπάζετο. Ὀλίγοι δὲ τινες, ὦν καὶ πρόσθεν ἐμνήσθην, καὶ πρὸς ἐκείνοις Μηνόφαντος ὁ Ἐφέσιος, καὶ ὁ Σκυθοπολίτης Πατρόφιλος, Θεογόνιός τε Νικαίας αὐτῆς ἐπίσκοπος ὢν, καὶ ὁ Νερωνιάδος Νάρκισσος: Κιλικίας δὲ τῆς δευτέρας ἡ Νερωνιάς ἐστι πόλις, ἢν νῦν Εἰρηνούπολιν ὀνομάζομεν: καὶ μετὰ τούτων, Θεωνᾶς τε ὁ Μαρμαρίτης, καὶ ὁ Πτολεμαΐδος τῆς Αἰγυπτίων Σεκοῦνδος, τοῖς ἀποστολικοῖς ἀντέλεγον δόγμασιν, Ἀρείῳ συνηγοροῦντες. Ὑπαγορεύσαντες δὲ καὶ πίστεως διδασκαλίαν, ἐπέδοσαν τῷ κοινῷ: ἢν ἀναγνωσθεῖσαν εὐθέως διέῤῥηξαν ἅπαντες, νόθον καὶ κίβδηλον ὀνομάσαντες. Θορύβου δὲ πλείστου κατ̓ αὐτῶν γενομένου, καὶ πάντων προδοσίαν αὐτῶν τῆς εὐσεβείας κατηγορούντων, δείσαντες ἐξανέστησαν, καὶ πρῶτοι τὸν Ἄρειον ἀπεκήρυξαν, πλὴν Σεκούνδου καὶ Θεωνᾶ. Οὕτω δὲ τοῦ δυσσεβοῦς ἐκποδὼν γενομένου, συμφώνως ἄπαντες τὴν μέχρι καὶ νῦν ἐν ταῖς Ἐκκλησίαις πολιτευομένην πίστιν ὑπαγορεύσαντες, καὶ ταῖς ὑπογραφαῖς βεβαιώσαντες, διέλυσαν τὸ συνέδριον.

Ἔλεγχος Ἀρειανιζόντων ἐκ τῶν Εὐσταθίου καὶ Ἀθανασίου συγγραμμάτων.

Ὑπούλως μέντοι καὶ οὐκ εἰλικρινῶς οἱ προῤῥηθέντες τῇδε τῇ πίστει συνέθεντο: καὶ μαρτυρεῖ τά τε ὕστερον παῤ αὐτῶν τυρευθέντα κατὰ τῶν τῆς εὐσεβείας προμάχων, καὶ τὰ παῤ αὐτῶν ἐκείνων περὶ αὐτῶν συγγραφέντα. Εὐστάθιος μὲν γὰρ ἐκεῖνος, ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος, οὗ καὶ πρόσθεν ἐμνήσθην, ταῦτα περὶ αὐτῶν ἔγραψε, τά τε γεγενημένα

921
διδάσκων, καὶ τὴν βλασφημίαν ἐλέγχων, καὶ τὴν παροιμιακὴν ἑρμηνεύων ῥῆσιν τὴν φάσκουσαν: Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Βαδιοῦμαι δὲ ἐντεῦθεν. ἤδη καὶ ἐπὶ τὰ πεπραγμένα.

Τί οὖν, ἐπειδὴ διὰ ταῦτα σύνοδος εἰς τὴν Νικαέων ἀφικνεῖται μεγίστη, διακοσίων μήτι γε καὶ ἑβδομήκοντα τὸν ἀριθμὸν ὁμόσε συναχθέντων; τὸ γὰρ σαφὲς διὰ τὸν τῆς πολυανδρίας ὄχλον οὐχ οἷός τέ εἰμι γράφειν, ἐπειδὴ μὴ πάντη τοῦτο περισπουδάστως ἀνίχνευον. Ὡς δὲ ἐζητεῖτο τῆς πίστεως ὁ τρόπος, ἐναργὴς μὲν ἔλεγχος τὸ γράμμα τῆς Εὐσεβίου προὐβάλλετο βλασφημίας. Ἐπὶ πάντων δὲ ἀναγνωσθὲν, αὐτίκα συμφορὰν μὲν ἀστάθμητον τῆς ἐκτροπῆς ἔνεκα τοῖς αὐτηκόοις προὐξένει, αἰσχύνην δ̓ ἀνήκεστον τῷ γράψαντι παρεῖχεν. Ἐπειδὴ δὲ τὸ ἐργαστήριον τῶν ἀμφὶ τὸν Εὐσέβιον σαφῶς ἑάλω, τοῦ παρανόμου γράμματος διαῤῥαγέντος ὑπ̓ ὄψει πάντων, ὁμοῦ τινες ἐκ συσκευῆς, τοὔνομα προβαλλόμενοι τῆς εἰρήνης, κατεσίγασαν μὲν ἅπαντας τοὺς ἄριστα λέγειν εἰωθότας. Οἱ δ̓ Ἀρειομανῖται δείσαντες, μήπως ἄρα τοσαύτης ἐν ταὐτῷ συνόδου συγκεκροτημένης ἐξοστρακισθεῖεν, ἀπαγορεύουσι μὲν καὶ ἀναθεματίζουσι προπηδήσαντες τὸ ἀπηγορευμένον δόγμα, συμφώνοις γράμμασιν ὑπογράψαντες αὐτοχειρί. Τῶν δὲ προεδριῶν διὰ πλείστης ὅσης περιδρομῆς κρατήσαντες, δέον αὐτοὺς ὑπόπτωσιν λαμβάνειν, τοτὲ μὲν λεληθότως, τοτὲ δὲ προφανῶς τὰς ἀποψηφισθείσας πρεσβεύουσι δόξας, διαφόροις ἐπιβουλεύοντες τοῖς ἐλέγχοις. Βουλόμενοι δὲ παγιῶσαι τὰ ζιζανιώδη φυτουργήματα, δεδοίκασι τοὺς ἐπιγνώμονας, καὶ ἐκκλίνουσι τοὺς ἐφόρους: καὶ ταύτῃ τοὺς τῆς εὐσεβείας κήρυκας ἐκπολεμοῦσιν. Οὐχ οὕτω δὲ πιστεύομεν, ὡς ἀνθρώπους ἀθέους δύνασθαι κρατῆσαι πώποτε τοῦ Θείου.

Κἂν γὰρ πάλιν ἰσχύσωσι, καὶ πάλιν ἡττηθήσονται, κατὰ τὸν σεμνόφωνον προφήτην Ἡσαῒαν. Ταῦτα μὲν οὖν ὁ μέγας Εὐστάθιος.

Ὁ δὲ τούτου συναγωνιστὴς, καὶ τῆς ἀληθείας πρόβολος Ἀθανάσιος, ὁ τῆς Ἀλεξάνδρου τοῦ πανευφήμου προεδρίας διάδοχος, οἷς πρὸς τοὺς Ἄφρους ἐπιστέλλων γέγραφε, καὶ ταῦτα προστέθεικε. Τῶν γὰρ συνελθόντων ἐπισκόπων βουλομένων, τὰς μὲν παρὰ τῶν Ἀρειανῶν ἐφευρεθείσας τῆς ἀσεβείας λέξεις ἀνελεῖν, τὸ ἐξ οὐκ ὄντων, καὶ τὸ λέγειν κτίσμα καὶ ποίημα τὸν Υἱὸν, καὶ τὸ ἦν ποτε ὅ??ʼε οὐκ ἦν, καὶ ὅτι τρεπτῆς ἐστι φύσεως, τὰς δὲ τῶν

924
Γραφῶν ὁμολὸγουμένας γράψαι, ὅτι τε ἐκ τοῦ Θεοῦ ὁ Υἱὸς φύσει μονογενής ἐστι, Λόγος, δύναμις, σοφία μόνη τοῦ Πατρὸς, Θεὸς ἀληθινὸς, ὡς εἶπεν ὁ Ἰωάννης, καὶ ὡς ἔγραψεν ὁ Παῦλος, ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς τοῦ Πατρὸς ὑποστάσεως: οἱ περὶ Εὐσέβιον, ὑπὸ τῆς ἰδίας κακοδοξίας ἑλκόμενοι, διελάλουν ἀλλήλοις: Συνθώμεθα. Καὶ γὰρ καὶ ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν. Εἷς γὰρ Θεὸς ἐξ οὗ τὰ πάντα, καὶ, Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Ἐλογίζοντο δὲ καὶ τὸ ἐν τῷ Ποιμένι γραφέν: Πρῶτον πάντων πίστευσον ὅτι εἷς ἐστιν ὁ Θεὸς, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας, καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι. Ἀλλ̓ οἱ ἐπίσκοποι θεωρήσαντες τὴν κακουργίαν ἐκείνων, καὶ τὴν τῆς ἀσεβείας κακοτεχνίαν, λευκότερον εἰρήκασι τὸ ἐκ τοῦ Θεοῦ, καὶ ἔγραψαν ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἷναι τὸν Υἱόν: ἴνα τὰ μὲν κτίσματα, διὰ τὸ μὴ ἀφ̓ ἑαυτῶν ἥ χωρὶς αἰτίου εἶναι, ἀλλ̓ ἀρχὴν ἔχειν τοῦ γίνεσθαι, λέγηται ἐκ τοῦ Θεοῦ, ὁ δὲ Υἱὸς μόνος ἰδίως ἐκ τῆς τοῦ Πατρὸς οὐσίας. Τοῦτο γὰρ ἴδιον μονογενοῦς καὶ ἀληθινοῦ Λόγου τοῦ Πατρός. Καὶ περὶ μὲν τοῦ γεγράφθαι ἐκ τῆς οὐσίας ἡ πρόφασις αὕτη. Πάλιν δὲ τῶν ἐπισκόπων ἐρωτώντων τοὺς δοκοῦντας ὀλίγους, εἰ λέγοιεν τὸν Υἱὸν οὐ, κτίσμα, ἀλλὰ δύναμιν, σοφίαν τε μόνην τοῦ Πατρὸς, καὶ εἰκόνα ὰΐδιόν τε καὶ ἀπαράλλακτον κατὰ πάντα τοῦ Πατρὸς, καὶ Θεὸν ἀληθινὸν, κατελήφθησαν οἱ περὶ Εὐσέβιον διανεύοντες ἀλλήλοις, ὅτι καὶ ταῦτα φθάνει καὶ εἰς ἡμᾶς. Καὶ γὰρ καὶ ἡμεῖς εἰκὼν καὶ δόξα Θεοῦ λεγόμεθα, καὶ περὶ ἡμῶν εἴρηται: Ἀεὶ γὰρ καὶ ἡμεις οἱ ζῶντες: καὶ, Δυνάμεις πολλαί εἰσιν. —Ἐξῆλθε γὰρ, φησὶ, πᾶσα ἡ δύναμις τοῦ Θεοῦ ἐκ γῆς Αἰγύπτου. Η δὲ κάμπη καὶ ἡ ἀκρὶς λέγεται δύναμις μεγάλη. Καί: Κύριος τῶν δυνάμεων μεθ̓ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Ἀλλὰ καὶ τὸ ἰδίους ἡμᾶς εἷναι τοῦ Θεοῦ, ἔχομεν οὐχ ἁπλῶς, ἀλλ̓ ὅτι καὶ ἀδελφοὺς ἡμᾶς ἐκάλεσεν. Εἰ δὲ καὶ Θεὸν ἀληθινὸν λέγουσι τὸν Υἱὸν, οὐ λυπεῖ ἡμᾶς: γενόμενος γὰρ ἀληθινός ἐστιν. Αὕτη τῶν Ἀρειανῶν ἡ διεφθαρμένη διάνοια. Ἀλλὰ καὶ ἐνταῦθα οἱ ἐπίσκοποι, θεωρήσαντες ἐκείνων τὸ δόλιον, συνήγαγον ἐκ τῶν Γραφῶν τὸ ἀπαύγασμα, τήν τε πηγὴν καὶ ποταμὸν, καὶ χαρακτῆρα πρὸς τὴν ὑπόστασιν, καὶ τό: Ἐν
925
τῷ φωτί σου ὀψόμεθα φῶς: καὶ τό: Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ λευκότερον λοιπὸν καὶ συντόμως ἔγραψαν ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱόν. Τὰ γὰρ προειρημένα πάντα ταύτην ἔχει τὴν σημασίαν. Καὶ ὁ γογγυσμὸς δὲ αὐτῶν, ὅτι ἄγραφοί εἰσιν αἱ λέξεις, ἐλέγχεται παῤ αὐτῶν μάταιος. Ἐξ ἀγράφων γὰρ ἀσεβήσαντες, ἄγραφα δὲ τὸ, ἐξ οὐκ ὄντων, καὶ τὸ, ἦν ποτε ὅτε οὐκ ἦν, αἰτιῶνται ὅτι ἐξ ἀγράφων μετ̓ εὐσεβείας ἐννοουμένων λέξεων κατεκρίθησαν.

Αὐτοὶ μὲν γὰρ, ὥς ἐκ κοπρίας εὑρόντες, ἐλάλησαν ἀληθῶς ἀπὸ γῆς: οἱ δὲ ἐπίσκοποι, οὐχ ἑαυτοῖς εὑρόντες τὰς λέξεις, ἀλλ̓ἐκ τῶν Πατέρων ἔχοντες τὴν μαρτυρίαν, οὕτως ἔγραψαν. Ἐπίσκοποι γὰρ ἦσαν ἀρχαῖοι, πρὸ ἐτῶν ἐγγύς που ἑκατὸν τριάκοντα, τῆς τε μεγάλης Ῥώμης, καὶ τῆς ἡμετέρας πόλεως, ὁ??ʼ ᾐτιάσαντο τοὺς ποίημα λέγοντας τὸν Υἱὸν, καὶ μὴ ὁμοούσιον τῷ Πατρί. Καὶ τοῦτο ἐγίνωσκεν Εὐσέβιος, ὁ γενόμενος ἐπίσκοπος τῆς Καισαρείας, πρότερον μὲν συντρέχων τῇ Ἀρειανῇ αἱρέσει, ὕστερον δὲ ὑπογράψας τῇ ἐν Νικαίᾳ συνόδῳ, ἔγραψε καὶ τοῖς ἰδίοις, διαβεβαιούμενος ὅτι Καὶ τῶν παλαιῶν τινας λογίους καὶ ἐπιφανεῖς ἐπισκόπους συγγραφέας εὕρομεν, ἐπὶ τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ θεότητος, τῷ τοῦ ὁμοουσίου χρησαμένους ὁνόματι.

Οὔτοι μὲν οὗν κατακρύψαντες τὴν νόσον ʽἔδεισαν γὰρ τῶν ἐπισκόπων τὸ πλῆθοσ̓, τοῖς ἐκτεθεῖσι συνέθεντο, τὴν προφητικὴν κατηγορίαν ἐπισπασάμενοι.

Βοᾷ γὰρ καὶ πρὸς αὐτοὺς ὁ τῶν ὅλων Θεός: Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ αὐτῶν πόῤῥω ἀπέχει ἀπ̓ ἐμοῦ. Θεωνᾶς δὲ καὶ Σεκοῦνδος, τοῦτο δρᾶσαι μὴ βουληθέντες, παρὰ πάντων συμφώνως ἀπεκηρύχθησαν, ὡς τὴν Ἀρείου βλασφημίαν τῆς εὐαγγελικῆς προτεθεικότες διδασκαλίας.

Αὗθις δὲ συνελθόντες εἰς τὸ συνέδριον, περὶ τῆς ἐκκλησιαστικῆς πολιτείας νόμους ἔγραψαν εἵκοσι.

928

Τὰ κατὰ Μελετίου Αἰγυπτίου, ἐξ οὗ Μελετιανοὶ σχισματικοὶ μέχρι τοῦ παρόντος διέμειναν: καὶ συνοδικὴ περὶ τούτου ἐπιστολή.

Ἐπειδὴ δὲ καὶ Μελέτιος, τῆς ἐπισκοπικῆς χειροτονίας ἠξιωμένος οὐ πρὸ πολλοῦ τῆς Ἀρείου μανίας, εἶτα ἐπὶ τισι παρανομίαις διελεγχθεὶς, ὑπὸ τοῦ θειοτάτου πέτρου τοῦ τῆς Ἀλεξανδρέων ἐπισκόπου, ὅς καὶ τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσατο, καθῃρέθη μὲν, οὐκ ἔστερξε δὲ τὴν τῆς καθαιρέσεως ψῆφον,τήν τε Θηβαΐδα καὶ τὴν πελάζουσαν Αἴγυπτον, θορύβου καὶ ζάλης ἐνεπίμπλα, τυραννίδι κατὰ τῆς Ἀλεξανδρέων χρώμενος προεδρίας, ἔγραψαν πρὸς τὴν Ἀλεξανδρέων Ἐκκλησίαν ἃ περὶ τῆς τούτου νεωτεροποιῖας ἐνομοθέτησαν. Ἔστι δὲ ταῦτα: Συνοδικὴ ἐπιστολή. Τῇ ἀγίᾳ καὶ μεγάλῃ, χάριτι τοῦ Θεοῦ, Ἀλεξανδρέων Ἐκκλησίᾳ, καὶ τοῖς κατὰ τὴν Αἴγυπτον καὶ Λιβύην καὶ Πεντάπολιν ἀγαπητοῖς ἀδελφοῖς, οἱ ὲν Νικαίᾳ συναχθέντες, καὶ τὴν μεγάλην καὶ ἁγίαν σύνοδον συγκροτήσαντες ἐπίσκοποι, ἐν Κυρίῳ χαίρειν. Ἐπειδὴ τῆς τοῦ Θεοῦ χάριτος, καὶ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου συναγαγόντος ἡμᾶς, ἐκ διαφόρων ἐπαρχιῶν καὶ πόλεων ἡ μεγάλη καὶ ἁγία σύνοδος ἐν Νικαίᾳ συνεκροτήθη, ἐξ ἁπάσης τῆς ἱερᾶς συνόδου ἀναγκαῖον ἐφάνη καὶ πρὸς ὑμᾶς ἀποσταλῆναι γράμματα, ἵν̓ εἰδέναι ἔχοιτε, τίνα μὲν ἐκινήθη καὶ ἐξητάσθη, τίνα δὲ ἔδοξε καὶ ἐκρατύνθη.

Πρῶτον μὲν ἐξητάσθη τὰ κατὰ τὴν ἀσέβειαν Ἀρείου ἐπὶ τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως Κωνσταντίνου, καὶ παμψηφεὶ ἔδοξεν ἀναθεματισθῆναι τὴν ἀσεβῆ αὐτοῦ δόξαν, καὶ τὰ ῥήματα καὶ τὰ νοήματα αὐτοῦ τὰ βλάσφημα, οἷς ἐχρῆτο βλασφημῶν, τὸν Υἱὸν τοῦ Θεοῦ λέγων ἐξ οὐκ ὄντων εἷναι, καὶ πρὶν γεννηθῆναι μὴ εἷναι, καὶ εἶναί ποτε ὅτε οὐκ ἦν, καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτικὸν εἷναι τὸν Υἱὸν τοῦ Θεοῦ. Ταῦτα πάντα ἀνεθεμάτισεν ἡ ἀγία σύνοδος, οὐδὲ ὅσον ἀκοῦσαι τῆς ἀσεβοῦς δόξης, καὶ τῆς ἀπονοίας, καὶ τῶν βλασφήμων ῥημάτων ἀνασχομένη. Καὶ τὰ μὲν κατ̓ ἐκεῖνον οἵου τέλους τετύχηκεν, ἢ ἀκηκόατε, ἣ ἀκούσεσθε, ἵνα μὴ δόξωμεν ἐπεμβαίνειν ἀνδρὶ δἰ οἰκείαν ἁμαρτίαν ἄξια τὰ ἐπίχειρα κομισαμένῳ. Τοσοῦτον δὲ ἴσχυσεν ἡ αὐτοῦ ἀσέβεια, ὡς καὶ παραπολαῦσαι Θεωνᾶν τὸν ἀπὸ Μαρμαρικῆς, καὶ Σεκοῦνδον τὸν ἀπὸ Πτολεμαΐδος.

Τῶν γὰρ αὐτῶν κἀκεῖνοι τετυχήκασιν. Ἀλλ̓ ἐπειδὴ ἡ τοῦ Θεοῦ χάρις, τῆς μὲν κακοδοξίας ἐκείνης καὶ τῆς βλασφημίας, καὶ τῶν προσώπων τῶν τολμησάντων

929
διάστασιν καὶ διαίρεσιν ποιήσασθαι τοῦ εἰρηνευομένου ἄνωθεν λαοῦ ἠλευθέρωσε τὴν Λ̔??ʼγυπτον, ἐλείπετο δὲ τὰ κατὰ τὴν προπέτειαν Μελετίου, καὶ τῶν ὑπ̓ αὐτοῦ χειροτονηθέντων: καὶ τὰ περὶ τούτου δόξαντα τῇ συνόδῳ ἐμφανίζομεν ὑμῖν, ἀγαπητοὶ ἀδελφοί. Ἔδοξε μὲν οὗν, φιλανθρωπότερον κινηθείσης τῆς ἁγίας συνόδου κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐδὲ μιᾶς συγγνώμης ἦν ἄξιος, Μελέτιόν φσμεν μένειν ἐν τῇ πόλει αὐτοῦ, καὶ μηδεμίαν ἐξουσίαν ἔχειν, μήτε προχειρίζεσθαι, μήτε χειροθετεῖν, μήτε ἐν χώρᾳ ἢ πόλει τινὶ φαίνεσθαι ταύτης τῆς προθέσεως ἕνεκεν: ψιλὸν δὲ τὸ ὄνομα τῆς τιμῆς κεκτῆσθαι. Τοὺς δὲ ὐπ̓ αὐτοῦ κατασταθέντας, μυστικωτέρᾳ χειροτονίᾳ βεβαιωθέντας, κοινωνηθῆναι ἐπὶ τούτοις, ἐφ̓ ᾧ τε ἔχειν μὲν αὐτοὺς καὶ λειτουργεῖν, δευτέρους δὲ εἷναι ἐξάπαντος τῶν ἐν ἑκάστῃ παροικίᾳ καὶ ἐκκλησίᾳ ἐξεταζομένων ὑπὸ τὸν τιμιώτατον καὶ συλλειτουργὸν ἡμῶν Ἀλέξανδρον προκεχειροτονημένων: ὡς τούτοις μὲν μηδεμίαν ἐξουσίαν εἷναι τοὺς ἀρεσκομένους αὐτοῖς προχειρίζεσθαι, ἥ ὑποβάλλειν ὄνομα, ἥ ὅλως ποιεῖν τι χωρὶς τῆς γνώμης τῶν τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ἐπισκόπων τῶν ὑπ̓ Ἀλέξανδρον.

Τοὺς δὲ χάριτι Θεοῦ, καὶ εὐχαῖς ὑμετέραις, ἐν μηδενὶ σχίσματι εὑρεθέντας, ἀλλ̓ ἀκηλιδώτους ἐν τῇ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ ὄντας, ἐξουσίαν ἔχειν, καὶ προχειρίζεσθαι, καὶ ὄνομα ἐπιλέγεσθαι τῶν ἀξίων τοῦ κλήρου, καὶ ὅλως πάντα ποιεῖν κατὰ νόμον καὶ θεσμὸν τὸν ἐκκλησιαστικόν.

Εἰ δέ τινά ποτε συμβαίη ἀναπαύσασθαι τῶν ἐν τῇ Ἐκκλησίᾳ, τηνικαῦτα συναναβαίνειν εἰς τὴν τιμὴν τοῦ τετελευτηκότος τὁ??ʼς ἄρτι προσληφθέντας, μόνον εἰ ἄξιοι φαίνοιντο, καὶ ὁ λαὸς αἱροῖτο, συνεπιψηφίζοντος αὐτοῖς καὶ ἐπισφραγίζοντος τοῦ τῆς καθολικῆς Ἀλεξανδρείας ἐπισκόπου. Τοῦτο δὲ τοῖς μὲν ἄλλοις ἅπασι συνεχωρήθη: ἐπὶ δὲ τοῦ Μελετίου προσώπου οὐκέτι ταῦτα ἔδοξε, διὰ τὴν ἀνέκαθεν αὐτοῦ ἀταξίαν, καὶ διὰ τὸ πρόχειρον καὶ προπετὲς τῆς γνώμης: ἵνα μηδεμία ἐξουσία αὐθεντίας αὐτῷ δοθῇ, ἀνθρώπῳ δυναμένῳ πάλιν τὰς αὐτὰς ἀταξίας ποιῆσαι. Ταῦτά ἐστι τὰ ἐξαίρετα καὶ διαφέροντα Αἰγύπτῳ, καὶ τῇ ἁγιωτάτῃ Ἐκκλησίᾳ Ἀλεξανδρέων. Εἰ δέ τι ἄλλο ἐκανονίσθη, ἢ ἐδογματίσθη, συμπαρόντος τοῦ κυρίου καὶ τιμιωτάτου συλλειτουργοῦ καὶ ἀδελφοῦ ἡμῶν Ἀλεξάνδρου, αὐτὸς παρὼν ἀνοίσει, ἅτε δὴ καὶ κύριος καὶ κοινωνὸς

932
τῶν γεγενημένων τυγχάνων. Εὐαγγελιζόμεθα δὲ ὑμᾶς καὶ περὶ τῆς συμφωνίας τοῦ ἁγιωτάτου ἡμῶν Πάσχα, ὅτι ταῖς ὑμετέραις εὐχαῖς κατωρθώθη καὶ τοῦτο τὸ μέρος, ὥστε πάντας τοὺς τῆς Ἑῴας ἀδελφοὺς, τοὺς τὸ πρότερον μὴ ποιοῦντας σύμφωνα Ῥωμαίοις, καὶ ὑμῖν, καὶ πᾶσι τοῖς ἐξ ἀρχῆς φυλάττουσι, τὸ Πάσχα ἐκ τοῦ δεῦρο μεθ̓ ὑμῶν ἄγειν. Χαίροντες οὗν ἐπὶ τοῖς κατορθώμασι, καὶ ἐπὶ τῇ κοινῇ εἰρήνῃ καὶ συμφωνίᾳ, καὶ ἐπὶ τῷ πᾶσαν αἵρεσιν ἐκκοπῆναι. ἀποδέξασθε μετὰ μείζονος τιμῆς καὶ πλείονος ἀγάπης τὸν συλλειτουργὸν ἡμῶν, ἐπίσκοπον δὲ ὑμῶν Ἀλέξανδρον, τὸν εὐφράναντα ἡμᾶς τῇ παρουσίᾳ, καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ τοσοῦτον πόνον ὑποστάντα, ὑπὲρ τοῦ εἰρηνεῦσαι τὰ παῤ ὑμῖν Εὔχεσθε δὲ καὶ ὑπὲρ ἡμῶν ἁπάντων, ἵνα τὰ καλῶς ἔχειν δόξαντα βέβαια μένοι διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατ̓ εὐδοκίαν γεγενημένα, ὥς γε πεπιστεύκαμεν, τοῦ Θεοῦ καὶ Πατρὸς ἐν Πνεύματι ἁγίῳ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἡ Τριὰς ὁμοούσιος καὶ ἀΐδιος.

Ὁ μὲν δὴ θεῖος ἐκεῖνος τῶν ἀρχιερέων ὅμιλος ταύτην τῇ νόσῳ Μελετίου τὴν θεραπείαν προσήνεγκε.

Μεμένηκε δὲ ὅμως μέχρι καὶ τήμερον τῆς ἐκείνου παραπληξίας τὰ λείψανα: καὶ ἔστιν ἐν ἐκείνοις γε τοῖς χωρίοις μοναχῶν τινα συστήματα, οὔτε τοῖς ὑγιαίνουσι πειθόμενα δόγμασι, καὶ κατὰ τὴν πολιτείαν κενοῖς τισιν ἐπιτηδεύμασι κεχρημένα, τῇ Σαμαρειτῶν καὶ Ἰουδαίων φρενοβλαβείᾳ συμβαίνουσιν.

Ἐπιστολὴ βασιλέως Κωνσταντίνου πρὸς τοὺς ἀπολειφθέντας ἐπισκόπους περὶ τῶν ἐν τῇ συνόδῳ τυπωθέντων.

Ἐπέστειλε δὲ καὶ βασιλεὺς ὁ μέγας, τοὺς ἀφικέσθαι μὴ δυνηθέντας τῶν ἐπισκόπων τὰ πεπραγμένα διδάσκων. Καὶ πρὁ??ʼργον νενόμικα καὶ ταύτην ἐνθεῖναι τῇ συγγραφῇ τὴν ἐπιστολὴν, τῆς τοῦ γεγραφότος ψυχῆς τὸ θεοφιλὲς σαφῶς ἐκδιδάσκουσαν.

Κωνσταντῖνος Σεβαστὸς ταῖς Ἐκκλησίαις.

Πεῖραν λαβὼν ἐκ τῆς τῶν κοινῶν εὐπραξίας, ὅση τῆς θείας δυνάμεως πέφυκε χάρις, τοῦτον πρὸ πάντων ἔκρινα εἶναί μοι προσήκειν σκοπὸν, ὅπως παρὰ τοῖς μακαριωτάτοις τῆς καθολικῆς Ἐκκλησίας πλήθεσι, πίστις μία, καὶ εἰλικρινὴς ἀγάπη, ὁμογνώμων τε περὶ τὸν παγκρατῆ Θεὸν εὐσέβεια τηρῆται.

Ἀλλ̓ ἐπειδὴ τοῦτο ἑτέρως οὐχ οἶόν τε ἦν ἀκλινῆ καὶ βεβαίαν τάξιν λαβεῖν, εἰ μὴ εἰς ταυτὸν πάντων

933
ὁμοῦ, ἤγουν τῶν πλειόνων ἐπισκόπων συνελθόντων, ἑκάστου τε τῶν προσηκόντων τῇ ἁγιωτάτῃ θρησκείᾳ διάκρισις γένοιτο: τούτου ἕνεκεν πλείστων ὅσων συναθροισθέντων , καὶ αὐτὸς δὲ, καθάπερ εἷς ἐξ ὑμῶν ἐτύγχανον συμπαρών: οὐ γὰρ ἀρνησαίμην ἂν ἐφ̓ ᾧ μάλιστα χαίρω, συνθεράπων ὑμέτερος πεφυκέναι: ἄχρι τοσούτου ἅπαντα τῆς προσηκούσης τετύχηκεν ἐξετάσεως, ἄχρις οὗ ἡ τῷ πάντων ἐφόρῳ Θεῷ ἀρέσκουσα γνώμη πρὸς τὴν τῆς ἑνότητος συμφωνίαν εἰς φῶς προήχθη, ὡς μηδὲν ἔτι πρὸς διχόνοιαν ἢ πίστεως ἀμφισβήτησιν ὑπολείπεσθαι. Ἔνθα καὶ περὶ τῆς ἀγιωτάτης τοῦ Πάσχα ἡμέρας γενομένης ζητήσεως, ἔδοξε κοινῇ γνώμῃ καλῶς ἔχειν, ἐπὶ μιᾶς ἡμέρας πάντας τοὺς ἀπαταχοῦ ἐπιτελεῖν. Τί γὰρ ἡμῖν κάλλιον, τί δὲ σεμνότερον ὑπάρξαι δυνήσεται , τοῦ τὴν ἑορτὴν ταύτην, παῤ ἧς τὴν τῆς ἀθανασίας εἰλήφαμεν ἐλπίδα, μιᾷ τάξει καὶ φανερῷ λόγῳ παρὰ πᾶσιν ἀδιαπτώτως φυλάττεσθαι; Καὶ πρῶτον μὲν ἀνάξιον ἔδοξεν εἶναι, τὴν ἁγιωτάτην ἐκείνην ἑορτὴν τῇ τῶν Ἰουδαίων ἑπομένους συνηθείᾳ πληροῦν, οἳ τὰς ἑαυτῶν χεῖρας ἀθεμίτῳ πλημμελήματι χράναντες, εἰκότως τὰς ψυχὰς οἱ μιαροὶ τυφλώττουσιν. Ἔξεστι γὰρ, τοῦ ἐκείνων ἔθους ἀποβληθέντος, ἀληθεστέρᾳ τάξει ἤν ἐν καιρῷ τῆς τοῦ πάθους ἡμέρας μέχρι τοῦ παρόντος ἐφυλάξαμεν, καὶ ἐπὶ τοὺς μέλλοντας αἰῶνας τὴν τῆς ἐπιτηρήσεως ταύτης συμπλήρωσιν ἐγγίνεσθαι. Μηδὲν τοίνυν ἔστω ἡμῖν κοινὸν μετὰ τοῦ ἐχθίστου τῶν Ἰουδαίων ὄχλου. Εἰλήφαμεν γὰρ παρὰ τοῦ Σωτῆρος ἑτέραν ὁδόν. Πρόκειται δρόμος τῇ ἱερωτάτῃ ἡμῶν θρησκείᾳ καὶ πρέπων, καὶ νόμιμος: τούτου συμφώνως ἀντιλαμβανόμενοι, τῆς αἰσχρᾶς ἐκείνης ἑαυτοὺς συνειδήσεως ἀποσπάσωμεν, ἀδελφοὶ τιμιώτατοι. Ἔστι γὰρ ὡς ἀληθῶς ἀτοπώτατον, ἐκείνους αὐχεῖν, ὡς ἄρα παρεκτὸς τῆς αὐτῶν διδασκαλίας ταῦτα φυλάττειν οὐκ εἴημεν ἱκανοί.

Τί δὲ φρονεῖν ὀρθὸν ἐκεῖνοι δυνήσονται, οἳ μετὰ τὴν Κυριοκτονίαν ἐκείνην ἐκστάντες τῶν φρενῶν, ἄγονται οὐ λογισμῷ τινι, ἀλλ̓ ὁρμῇ ἀκατασχέτῳ, ὅπου ἂν αὐτοὺς ἡ ἔμφυτος αὐτῶν ἀπάγῃ μανία; Ἐκεῖθεν τοίνυν κὰν τούτῳ τῷ μέρει τὴν ἀλήθειαν οὐχ ὁρῶσιν, ὡς ἀεὶ κατὰ τὸ πλεῖστον αὐτοὺς πλανωμένους, ἀντὶ τῆς προσηκούσης ἐπανορθώσεως, ἐν τῷ αὐτῷ ἔτει δεύτερον τὸ Πάσχα ἐπιτελεῖν. Τίνος οὗν χάριν τούτοις ἑπόμεθα, οἳ δεινὴν πλάνην νοσεῖν ὡμολόγηνται; Δεύτερον γὰρ τὸ Πάσχα ὲν ἐνιαυτῷ οὐκ ʽ?ʽ?ʼν ποιεῖν ποτε ἀνεξοίμεθα. Ἀλλ̓ εἰ καὶ ταῦτα

936
μὴ προὔκειτο, τὴν ὑμετέραν ἀγχίνοιαν ἐχρῆν, καὶ διὰ σπουδῆς καὶ εὐχῆς ἔχειν πάντοτε, ἐν μηδενὸς ὁμοιώματι τὸ καθαρὸν τῆς ὑμετέρας ψυχῆς κοινωνεῖν ἀνθρώπων ἔθεσι παγκάκων. Πρὸς τούτοις, κἀκεῖνο πάρεστι συνορᾷν, ὡς ἐν τηλικούτῳ πράγματι, καὶ τοιαύτης θρησκείας ἑορτῇ, διαφωνίαν ὑπάρχειν ἐστὶν ἀθέμιτον. Μίαν γὰρ ἡμῖν τὴν τῆς ἡμετέρας ἐλευθερίας ἡμέραν, τουτέστι τὴν τοῦ ἁγιωτάτου πάθους, ὁ ἡμέτερος παρέδωκε Σωτήρ: μίαν εἶναι τὴν καθολικὴν αὐτοῦ Ἐκκλησίαν βεβούληται: ἧς εἰ καὶ τὰ μάλιστα εἰς πολλούς τε καὶ διαφόρους τόπους τὰ μέρη διῄρηται, ἀλλ̓ ὅμως ἑνὶ πνεύματι, τουτέστι τῷ θείῳ βουλήματι θάλπεται. Λογισάσθω δὲ ἡ τῆς ὑμετέρας ὁσιότητος ἀγχίνοια, ὅπως ἐστὶ δεινόν τε καὶ ἀπρεπὲς, κατὰ τὰς αὐτὰς ἡμέρας, ἑτέρους μὲν ταῖς νηστείαις σχολάζειν, ἑτέρους δὲ συμπόσια συντελεῖν: καὶ μετὰ τὰς τοῦ Πάσχα ἡμέρας, ἄλλους μὲν ἐν ἑορταῖς καὶ ἀνέσεσιν ἐξετάζεσθαι, ἄλλους δὲ ταῖς ὡρισμέναις ἐκδεδόσθαι νηστείαις. Διὰ τοῦτο γοῦν, τῆς προσηκούσης ἐπανορθώσεως τυχεῖν, καὶ πρὸς μίαν διατύπωσιν ἄγεσθαι τοῦτο ἡ θεία Πρόνοια βούλεται, ὡς ἔγωγε ἅπαντας ἡγοῦμαι συνορᾷν. Ὅθεν, ἐπειδή τοῦτο οὕτως ἐπανορθοῦσθαι προσῆκεν, ὡς μηδὲν μετὰ τῶν πατροκτόνων τε καὶ Κυριοκτόνων ἐκείνων εἶναι ἡμῖν κοινὸν, ἔστι τε τάξις εὐπρεπὴς ἣν ἅπασαι αἱ τῶν δυτικῶν τε καὶ μεσημβρινῶν καὶ ἀρκτῴων τῆς οἰκουμένης μερῶν, παραφυλάττουσιν Ἐκκλησίαι, καί τινες τῶν κατὰ τὴν Ἑῴαν τόπων: ὦν ἕνεκεν ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν ἄπαντες ἡγήσαντο, καὶ αὐτὸς δὲ τῇ ὑμετέρᾳ ἀγχινοίᾳ ἀρέσκειν ὑπεσχόμην, ἵν̓ ὅπερ ἂν κατὰ τὴν Ῥωμαίων πόλιν, Ἰταλίαν τε καὶ Ἀφρικὴν ἅπασαν, Αἴγυπτον, Σπανίας, Γαλλίας, Βρεττανίας, Λιβύαν, ὅλην Ἐλλάδα, Ἀσιανήν τε διοίκησιν καὶ Ποντικὴν, καὶ Κιλικίαν, μιᾷ καὶ συμφώνῳ φυλάττεται γνώμῃ, ἀσμένως τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται σύνεσις, λογιζομένη ὡς οὐ μόνον πλείων ἐστὶν ὁ τῶν κατὰ τοὺς προειρημένους τόπους Ἐκκλησιῶν ἀριθμὸς, ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα κοινῇ πάντας ὁσιώτατόν ἐστι βούλεσθαι, ὅπερ καὶ ὁ ἀκριβὴς λογισμὸς ἀπαιτεῖν δοκεῖ, καὶ οὐδὲ μίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας ἔχει κοινωνίαν. Ἵνα δὲ τὸ κεφαλαιωδέστατον συντόμως εἵπω, κοινῇ πάντων ἤρεσε κρίσει, τὴν ἁγιωτάτην τοῦ Πάσχα ἑορτὴν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ συντελεῖσθαι. Οὐδὲ γὰρ πρέπει ἐν τοσαύτῃ ἁγιότητι εἶναί τινα διαφορὰν, καὶ κάλλιον ἕπεσθαι τῇ γνώμῃ ταύτῃ, ἐν ᾗ οὐδὲ μία ἐστὶν ἀλλοτρίας πλάνης
937
καὶ ἁμαρτήματος ἐπιμιξία. Τούτων οὕτω στοιχούντων, ἀσμένως δέχεσθε τὴν οὐράνιον χάριν καὶ θείαν ὡς ἀληθῶς ἐντολήν. Πᾶν γὰρ ὅ τι ἂν ὲν τοῖς ἀγίοις τῶν ἐπισκόπων συνεδρίοις πράττηται, τοῦτο πρὸς τὴν θείαν βούλησιν ἔχει τὴν ἀναφοράν. Διὸ πᾶσι τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς ἐμφανίσαντες τὰ προγεγραμμένα, ἤδη καὶ τὸν προειρημένον λόγον, καὶ τὴν παρατήρησιν τῆς ἁγιωτάτης ἡμέρας, ὑποδέχεσθαί τε καὶ διατάττειν ὀφείλετε: ἵνα ἐπειδὰν πρὸς τὴν πάλαι μοι ποθουμένην τῆς ὑμετέρας διαθέσεως ὄψιν ἀφίκωμαι, ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ τὴν ἁγίαν μεθ̓ ὑμῶν ἑορτὴν ἐπιτελέσαι δυνηθῶ, καὶ πάντων ἕνεκεν μεθ̓ ὑμῶν εὐδοκήσω, συνορῶν τὴν διαβολικήν ὠμότητα ὑπὸ τῆς θείας δυνάμεως διὰ τῶν ἡμετέρων πράξεων ἀνῃρημένην, ἀκμαζούσης πανταχοῦ τῆς ἡμετέρας πίστεως, καὶ εἰρήνης, καὶ ὁμονοίας. Ὁ Θεὸς ὑμᾶς διαφυλάξειεν, ἀγαπητοὶ ἀδελφοί.

Περὶ τῶν σιτηρεσίων τῶν ἐν ταῖς Ἐκκλησίαις χορηγηθέντων, καὶ τῆς ἄλλης τοῦ βασιλέως ἀρετῆς: Ταῦτα μὲν τοῖς ἀπολειφθεῖσιν ἐπέστειλε. Τοὺς δὲ συνεληλυθότας, ὀκτωκαίδεκα δὲ ἦσαν καὶ τριακόσιοι, πολλοῖς μὲν ἐφιλοφρονήσατο καὶ λόγοις καὶ δώροις: πολλὰς δὲ στιβάδας εὐτρεπισθῆναι κελεύσας, κατὰ ταὐτὸν εἱστίασεν ἅπαντας, τοὺς μὲν ἀξιωτέρους ὁμοτραπέζους λαβὼν, τοὺς δὲ ἄλλους διελὼν εἰς τὰς ἄλλας. Θεασάμενος δέ τινας τοὺς δεξιοὺς ὀφθαλμοὺς ἐκκεκομμένους, καὶ μαθὼν ὡς τὸ περὶ τὴν εὐσέβειαν ἑδραῖον τοῦ πάθους ἐγένετο πρόξενον, τὰ χείλη τοῖς τραύμασι προσενήνοχεν, ἑλκύσειν ἐκεῖθεν τῷ φιλήματι τὴν εὐλογίαν πιστεύων. Πέρας δὲ τοῦ συμποσίου λαβόντος, ἕτερα πάλιν αὐτοῖς προσενήνοχε δῶρα: καὶ μέντοι καὶ γράμματα πρὸς τοὺς τῶν ἐθνῶν προστατεύοντας δέδωκεν ἄρχοντας, καθ̓ ἑκάστην πόλιν χορηγεῖσθαι παρεγγυῶν ταῖς ἀεὶ παρθένοις καὶ χήραις, καὶ τοῖς ἀφιερωμένοις τῇ θείᾳ λειτουργίᾳ ἐτήσια σιτηρέσια, φιλοτιμίᾳ μᾶλλον ἢ χρείᾳ ταῦτα μετρήσας. Τούτων τὸ τριτημόριον μέχρι καὶ τήμερον χορηγεῖται. Ἰουλιανοῦ μὲν τοῦ δυσσεβοῦς πάντα καθάπαξ ἀφελομένου, τοῦ δὲ μετ̓ ἐκεῖνον τὰ νῦν χορηγούμενα παρασχεθῆναι προστεταχότος: ὁ γὰρ λιμὸς ὀλίγην ἐποίει τότε τὴν εἰσφοράν. Εἰ δὲ τοῦ νῦν χορηγουμένου τριπλάσιον ἦν τὸ τηνικαῦτα παρασχεθὲν, ῥᾴδιον τὴν τοῦ βασιλέως μεγαλοψυχίαν τῷ βουλομένῳ καταμαθεῖν. Οὐ μὴν οὐδὲ ἐκεῖνο δίκαιον ἡγοῦμαι παραδοῦναι σιγῇ. Φιλαπεχθήμονες γὰρ ἄνδρες ἐγράψαντο τῶν ἐπισκόπων τινὰς, καὶ τῷ βασιλεῖ τὰς ἐγγράφους κατηγορίας ἐπέδοσαν. Ὁ δὲ πρὸ τῆς γεγενημένης ὁμονοίας ταύτας δεξάμενος, εἶτα δεσμὸν ἐπιθεὶς καὶ τῷ δακτυλίῳ σημηνάμενος, φυλαχθῆναι προσέταξεν.

ʽ?ʽ?ʼπειτα τὴν σύμβασιν ἐργασάμενος, ταύτας κομίσας παρόντων αὐτῶν κατέκαυσεν, ὀμωμοκὼς, ἧ μὴν μηδὲν τῶν ἐγγεγραμμένων ἀνεγνωκέναι. Οὐ γὰρ ἔφη χρῆναι τῶν ἱερέων τὰ πλημμελήματα δῆλα γίνεσθαι τοῖς πολλοῖς, ἵνα μὴ σκανδάλου πρόφασιν ἐντεῦθεν λαβόντες, ἀδεῶς ἁμαρτάνωσι. Φασὶ δὲ αὐτὸν καὶ τόδε προσθεῖναι, ὡς εἰ αὐτόπτης ἐπισκόπου

940
γάμον ἀλλότριον διορύττοντος γίνοιτο, συγκαλύψαι ἂν τῇ πορφυρίδι τὸ παρανόμως γινόμενον, ὡς ἂν μὴ βλάψῃ τοὺς θεωμένους τῶν δρωμένων ἡ ὄψις. Οὕτω παραινέσας, καὶ τοσαύτης ἀξιώσας τοὺς ἱερέας τιμῆς, καταλαβεῖν ἕκαστον τὴν οἰκείαν παρεγγύησε ποίμνην.

Ἐπιστολὴ Εὐσεβίου Καισαρείας ἐπισκόπου περὶ τῆς ἐπιτεθείσης ἐν Νικαίᾳ πίστεως.

Ἐγὼ δὲ τῆς τῶν Ἀρειανῶν ἕνεκα βδελυρίας, οἶ οὐ μόνον τῶν κοινῶν καταφρονοῦσι Πατέρων, ἀλλὰ καὶ τοὺς σφετέρους ἀρνοῦνται, τὴν Εὐσεβίου τοῦ Καισαρέως ἐπιστολὴν, ἤν περὶ τῆς πίστεως ἔγραψεν, ἐνθεῖναι βούλομαι τῇ συγγραφῇ τῆς τούτων λύττης ἄλεγχον ἔχουσαν ἐναργῆ. Τοῦτον γὰρ γεραίροντες ὡς ὁμόφρονα, τοῖς ὑπὸ τούτου γραφεῖσιν ἄντικρυς ἀντιλέγουσιν. Γέγραφε δὲ τ̔??ʼν ἐπιστολήν πρός τινας τὰ Ἀρείου φρονοῦντας, προδοσίαν ὡς εἰκὸς ἐγκαλοῦντας αὐτῷ. Δηλοῖ δὲ ἄμεινον τὰ γεγραμμένα τὸν τοῦ γεγραφότος σκοπόν.

Εὐσεβίου τοῦ Καισαρείας τῆς Παλαιστίνης ἐπισπόπου ἐπιστολὴ, ἢν ἀπὸ τῆς Νικαίας ἀπέστειλεν, ὅτε ἡ μεγάλη σύνοδος συνεκροτήθη.

Τὰ περὶ τῆς ἐκκλησιαστικῆς πίστεως πραγματευθέντα κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ συγκροτηθεῖσαν, εἰκὸς μὲν ὑμᾶς καὶ ἄλλοθεν μεμαθηκέναι, τῆς φήμης προτρέχειν εἰωθυίας τὸν περὶ τῶν πραττομένων ἀκριβῆ λόγον. Ἀλλ̓ ἵνα μὴ ἐκ τοιαύτης ἀκοῆς τὸ τῆς ἀληθείας ἑτεροίως ὑμῖν ἀπαγγέλληται , ἀναγκαίως διεπεμψάμεθα ὑμῖν, πρῶτον μὲν τὴν ὑφ̓ ἡμῶν προτεθεῖσαν περὶ τῆς πίστεως γραφὴν, ἔπειτα δὲ τὴν δευτέραν, ἥν ταῖς ἡμετέραις φωναῖς προσθήκας ἐπιβαλόντες ἐκδεδώκασι.

Τὸ παῤ ἡμῶν μὲν οὖν γράμμα, ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου βασιλέως ἡμῶν ἀναγνωσθὲν, εὖ τε ἔχειν καὶ δοκίμως ἀποφανθὲν, τοῦτον ἔχει τὸν τρόπον.

Ἡ ὑφ̓ ἡμῶν ἐκτεθεῖσα πίστις.

Καθὼς παρελάβομεν παρὰ τῶν πρὸ ἡμῶν ἐπισκόπων ἐν τῇ πρώτῃ κατηχήσει, καὶ ὅτε τὸ λουτρὸν ἐλαμβάνομεν, καθὼς καὶ ἀπὸ τῶν θείων Γραφῶν μεμαθήκαμεν, καὶ ὡς ἐν αὐτῷ τῷ πρεσβυτερίῳ, καὶ ἐν αὐτῇ τῇ ἐπισκοπῇ ἐπιστεύομέν τε καὶ ἐδιδάσκομεν, οὕτω καὶ νῦν πιστεύοντες τὴν ἡμετέραν πίστιν προσαναφέρομεν. Ἔστι δὲ αὕτη. ΠΙΣΤΕΥΟΜΕΝ εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, τὸν τῶν ἀπάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν: καὶ εἰς ἔνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν τοῦ Θεοῦ Λόγον, Θεὸν ἐκ τοῦ

941
Θεοῦ, φῶς ἐκ φωτὸς. ζωὴν ἐκ ζωῆς. Υἱὸν μονογενῆ, πρωτότοκον πάσης κτίσεως. πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεγενημένον: δἰ οὗ καὶ ἐγένετο πάντα: τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθέντα, καὶ ὲν ἀνθρώποις πολιτευσάμενον, καὶ παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ: καὶ ἀνελθόντα πρὸς τὸν Πατέρα: καὶ ἥξοντα πάλιν ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς. Πιστεύομεν καὶ εἰς ἓν Πνεῦμα ἅγιον. Τούτων ἕκαστον εἶναι καὶ ὑπάρχειν πιστεύοντες, Πατέρα ἀληθινῶς Πατέρα, καὶ Υἱὸν ἀληθινῶς Υἱὸν, Πνεῦμά τε ἅγιον ἀληθινῶς Πνεῦμα ἅγιον, καθὰ καὶ ὁ Κύριος ἡμῶν ἀποστέλλων εἰς τὸ κήρυγμα τοὺς ἑαυτοῦ μαθητὰς, εἶπε: Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Περὶ ὧν καὶ διαβεβαιούμεθα οὕτως ἔχειν καὶ οὕτως φρονεῖν, καὶ πάλαι οὕτως ἐσχηκέναι, καὶ μέχρι θανάτου ὑπὲρ ταύτης συνίστασθαι τῆς πίστεως, ἀναθεματίζοντες πᾶσαν ἄθεον αἵρεσιν. Ταῦτα ἀπὸ καρδίας καὶ ψυχῆς πεφρονηκέναι, ἐξ οὗπερ ἴσμεν ἑαυτοὺς, καὶ νῦν φρονεῖν τε καὶ λέγειν ἐξ ἀληθείας, ἐπὶ τοῦ Θεοῦ τοῦ παντοκράτορος καὶ τοῦ: Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μαρτυρούμεθα, δεικνύναι ἔχοντες καὶ δἰ ἀποδείξεως, καὶ πείθειν ὑμᾶς, ὅτι καὶ τοὺς παρεληλυθότας χρόνους οὕτως ἐπιστεύομέν τε καὶ ἐκηρύσσομεν.

Ταύτης ὑφ̓ ἡμῶν ἐκτεθείσης τῆς πίστεως, οὐδεὶς παρῆν ἀντιλογίας τόπος. Ἀλλ̓ αὐτός τε πρῶτος ὁ Θεοφιλέστατος ἡμῶν βασιλεὺς, ὀρθότατα περιέχειν αὐτὴν ἐμαρτύρησεν. Οὕτω τε καὶ ἑαυτὸν φρονεῖν συνωμολόγησε: καὶ ταύτῃ τοὺς πάντας συγκατατίθεσθαι, ὑπογράφειν τε τοῖς δόγμασι. καὶ συμφωνεῖν τούτοις αὐτοῖς παρεκελεύετο. ἑνὸς μόνου προσεγγραφέντος ῥήματος τοῦ ὁμοουσίου, ὅ καὶ αὐτὸ ἡρμήνευσε λέγων, ὅτι μὴ κατὰ σωμάτων πάθη λέγοιτο ὁμοούσιος, οὔτε κατὰ διαίρεσιν, οὕτε κατά τινα ἀποτομὴν ἐκ τοῦ Πατρὸς ὑποστῆναι: μηδὲ γὰρ δύνασθαι τὴν ἄῦλον, καὶ νοερὰν, καὶ ἀσώματον φύσιν, σωματικόν τι πάθος ὑφίστασθαι: θείοις δὲ καὶ ἀποῤῥήτοις λόγοις προσήκει τὰ τοιαῦτα νοεῖν. Καὶ ὁ μὲν σοφώτατος ἡμῶν καὶ εὐσεβέστατος βασιλεὺς τὰ τοιαῦτα διεφιλοσόφει. Οἱ δὲ προφάσει τῆς τοῦ ὁμοουσίου προσθήκης τήνδε τὴν γραφὴν πεποιήκασιν.

Ἡ ἐν τῇ συνόδῳ ὑπαγορευθεῖσα πίστις.

Πιστεύομεν εἰς ἔνα Θεὸν, Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν: καὶ εἰς ἔνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ Πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δἰ οὗ τά πάντα

944
ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ, καὶ τά ἐν τῇ γῇ: τὸν δἰ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα: παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ: ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ ἅγιον Πνεῦμα.

Τοὺς δὲ λέγοντας: Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ, Πρὶν γεννηθῆναι, οὐκ ἦν, καὶ, Ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ, ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας. φάσκοντας εἶναι τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.

Καὶ δὴ ταύτης τῆς γραφῆς ὑπ̓ αὐτῶν ὐπαγορευθείσης, ὅπως εἴρηται αὐτοῖς τὸ ἐκ τῇς οὐσίας τοῦ Πατρὸς, καὶ τὸ τῷ Πατρὶ ὁμοούσιον, οὐκ ἀνεξέταστον αὗθις καταλιμπάνομεν. Ἐρωτήσεις τοιγαροῦν καὶ ἀποκρίσεις ἐντεῦθεν ἀνεκινοῦντο, ἐβασανίζετο ὁ λόγος τῆς διανοίας τῶν εἰρημένων. Καὶ δὴ τὸ ἐκ τῆς οὐσίας ὡμολόγητο πρὸς αὐτῶν δηλωτικὸν εἶναι τοῦ ἐκ μὲν τοῦ Πατρὸς εἶναι, οὐ μὴν ὡς μέρος ὑπάρχειν τοῦ Πατρός. Ταύτῃ καὶ ἡμῖν ἐδόκει καλῶς ἔχειν συγκατατίθεσθαι τῇ διανοίᾳ, τῆς εὐσεβοῦς διδασκαλίας ὑπαγορευούσης ἐκ τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν, οὐ μὴν μέρος τῆς οὐσίας αὐτοῦ τυγχάνειν.

Διόπερ ταύτῃ τῇ διανοίᾳ καὶ αὐτοὶ συντιθέμεθα, οὐδὲ τὴν φωνὴν παραιτούμεθα, τοῦ τῆς εἰρήνης σκοποῦ πρὸ ὀφθαλμῶν ἡμῶν κειμένου, καὶ τοῦ μὴ τῆς ὀρθῆς ἐκπεσεῖν διανοίας. Κατὰ ταῦτα δὲ καὶ τὸ, γεννηθέντα, οὐ ποιηθέντα, κατεδεξάμεθα: ἐπειδὴ τὸ ποιηθέντα κοινὸν ἔφασκον εἶναι πρόσρημα τῶν λοιπῶν κτισμάτων, τῶν διὰ τοῦ Υἱοῦ γενομένων, ὧν οὐδὲν ὅμοιον ἔχειν τὸν Υἱὸν. Διὸ μηδὲ εἶναι αὐτὸν ποίημα τοῖς δἰ αὐτοῦ γενομένοις ἐμφερὲς, κρείττονος δὲ ἢ κατὰ πᾶν ποίημα τυγχάνειν οὐσίας. Ἥν ἐκ τοῦ Πατρὸς γεγενῆσθαι διδάσκει τὰ θεῖα Αόγια, τοῦ τρόπου τῆς γεννήσεως καὶ ἀνεκφράστου καὶ ἀνεπιλογίστου πάσῃ γεννητῇ φύσει τυγχάνοντος. Οὕτω δὲ καὶ τὸ, ὁμοούσιον εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν, ἐξεταζόμενος ὁ λόγος συνίστησιν, οὐ κατὰ σωμάτων τρόπον, οὐδὲ τοῖς θνητοῖς ζώοις παραπλησίως. Οὕτε γὰρ κατὰ διαίρεσιν τῆς οὐσίας, οὕτε κατὰ ἀποτομὴν, ἀλλ̓ οὐδὲ κατά τι πάθος, ἢ τροπὴν, ἢ ἀλλοίωσιν τῆς τοῦ Πατρὸς δυνάμεως: τούτων γὰρ ἁπάντων ἀλλότριον εἶναι τὴν τοῦ ἀγεννήτου Πατρὸς φύσιν. Παραστατικὸν δ̓ εἶναι τὸ ὁμοούσιον τῷ Πατρὶ, τοῦ μηδεμίαν ἐμφέρειαν πρὸς τὰ γεννητὰ κτίσματα τὸν Υἱὸν τοῦ Θεοῦ φέρειν, μόνῳ δὲ τῷ Πατρὶ τῷ

945
γεγεννηκότι κατὰ πάντα τρόπον ἀφωμοιῶσθαι καὶ μὴ εἶναι ἐξ ἑτέρας τινὸς ὑποστάσεως καὶ οὐσίας, ἀλλ̓ ἐκ τῆς τοῦ Πατρός. ᾯ καὶ αὐτῷ τοῦτον ἐρμηνευθέντι τὸν τρόπον, καλῶς ἔχειν ἐφάνη συγκατατίθεσθαι: ἐπεὶ καὶ τῶν παλαιῶν λογίους τινὰς καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας ἔγνωμεν ἐπὶ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεολογίας τῷ τοῦ ὁμοουσίου συγχρησαμένους ὀνόματι. Ταῦτα μὲν περὶ τῆς ἐκτεθείσης εἰρήσθω πίστεως, ᾗ συνεφωνήσαμεν οἱ πάντες, οὐκ ἀνεξετάστως, ἀλλὰ κατὰ τὰς ἀποδοθείσας διανοίας ἐπ̓ αὐτοῦ τοῦ θεοφιλεστάτου βασιλέως ἐξετασθείσας, καὶ τοῖς εἰρημένοις λογισμοῖς συνομολογηθείσας. Καὶ τὸν%5 ἀναθεματισμὸν δὲ, τὸν μετὰ τὴν πίστιν πρὸς αὐτῶν τεθέντα, δεκτὸν εἶναι ἡγησάμεθα, διὰ τὸ ἀπείργειν ἀγράφοις χρήσασθαι φωναῖς, δἰ ʽ??ʼς σχεδὸν ἡ πᾶσα ἐγεγόνει σύγχυσις καὶ ἀκαταστασία τῆς Ἐκκλησίας.

Μηδεμιᾶς γοῦν θεοπνεύστου Γραφῆς, τῷ, Ἐξ οὐκ ὄντων, καὶ τῷ, Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ τοῖς ἑξῆς ἐπιλεγομένοις κεχρημένης, οὐκ εὔλογον ἐφάνη ταῦτα λέγειν καὶ διδάσκειν. ᾯ καὶ αὐτῷ καλῶς δόξαντι συνεθέμεθα, ἐπεὶ μηδὲ ἐν τῷ πρὸ τούτου χρόνῳ τούτοις εἰώθειμεν συγχρῆσθαι τοῖς ῥήμασιν.

Ἔτι μὴν τὸ ἀναθεματίζεσθαι τὸ, Πρὸ τοῦ γεννηθῆναι οὐκ ἦν, οὐκ ἄτοπον ἐνομίσθη, τῷ παρὰ πᾶσιν ὁμολογεῖσθαι, εἶναι αὐτὸν Υἱὸν τοῦ Θεοῦ καὶ πρὸ τῆς κατὰ σάρκα γεννήσεως. Ἤδη δὲ ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς τῷ λόγῳ κατεσκεύαζε, καὶ κατὰ τὴν ἔνθεον αὐτοῦ γέννησιν τὸ πρὸ πάντων αἰώνων εἶναι αὐτόν: ἐπεὶ καὶ πρὶν ἐνεργεία γεννηθῆναι. δυνάμει ἦν ἐν τῷ Πατρὶ ἀγεννήτως, ὄντος τοῦ Πατρὸς ἀεὶ Πατρὸς, ὡς καὶ βασιλέως ἀεὶ, καὶ Σωτῆρος, καὶ δυνάμει πάντα ὄντος ἀεί τε καὶ κατὰ τὰ αὐτὰ, καὶ ὡσαύτως ἔχοντος. Ταῦτα ὑμῖν ἀναγκαίως διεπεμψάμεθα, ἀγαπητοὶ, τὰ κεκριμένα τῆς ἡμετέρας ἐξετάσεώς τε καὶ συγκαταθέσεως φανερὰ καθιστάντες, ὡς εὐλόγως τότε μὲν καὶ μέχρις ὑστάτης ὥρας ἱστάμεθα, ὄθ̓ ἡμῖν τὰ ἑτεροίως γραφέντα προσέκοπτε: τότε δὲ ἀφιλονείκως τὰ μὴ λυποῦντα κατεδεξάμεθα, ὄθ̓ ἡμῖν εὐγνωμόνως τῶν λόγων ἐξετάζουσι τὴν διάνοιαν, ἐμφανῆ σύμπραξιν ἔχειν ἔδοξε τοῖς ὐφ̓ ἡμῶν αὐτῶν ἐν τῇ προεκτεθείσῃ πίστει ὡμολογημένοις.

Ἔλεγχος τῶν νῦν βλασφημούντων Ἀρειανῶν ἐκ τῶν Εὐσεβίου Καισαρείας ἐπισκόπου συγγραμμάτων.

Ὅτι μὲν οὗν οὐ καινή τις ἡ τοῦ ὁμοουσίου πρόσρησις,

948
οὐδὲ ὑπὸ τῶν τότε συναθροισθέντων Πατέρων ἐξευρεθεῖσα, ἀλλ̓ ἄνωθεν ἐκ προγόνων εἰς ἐγγόνους καταγομένη, σαφῶς μεμαρτύρηκεν ὁ Εὐσέβιος.

Ὅτι δὲ καὶ ἅπαντες οἱ τηνικαῦτα συναθροισθέντες συμφώνως τὴν ἐκτεθεῖσαν κατεδέξαντο πίστιν, κἀνταῦθα ἔφη, καὶ πάλιν ἐν ἑτέρῳ συγγράμματι μαρτυρεῖ, τοῦ μεγάλου Κωνσταντίνου τὴν πολιτείαν εὐφημίαις γεραίρων. Λέγει δὲ οὕτως: Ὁ μὲν δὴ ταῦτ̓ εἰπὼν Ῥωμαίᾳ γλώττῃ. ὑφερμηνεύοντος ἑτέρου, παρεδίδου τὸν λόγον τοῖς τῆς συνόδου προέδροις. Ἐντεῦθεν δὲ οἱ μὲν ἀρξάμενοι, κατῃτιῶντο τοὺς πέλας: οἱ δὲ ἀπελογοῦντό καὶ ἀντεμέμφοντο, πλείστων δῆτα ὑφ̓ ἑκατέρου τάγματος προτεινομένων. Πολλῆς τε ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, ἀνεξικάκως ἐπηκροᾶτο ὁ βασιλεὺς τῶν πάντων, σχολῇ τε εὐτόνῳ τὰς προτάσεις ὑπεδέχετο, ἐν μέρει τε ἀντιλαμβανόμενος τῶν παῤ ἑκάστου τάγματος λεγομένων, ἠρέμα συνῆγε τοὺς φιλονείκως ἐνισταμένους, πράως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας. Ἑλληνίζων τε τῇ φωνῇ, ὅτι μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκερός τις ἦν καὶ ἡδὺς, τοὺς μὲν συμπείθων, τοὺς δὲ καταδυσωπῶν τῷ λόγῳ, τοὺς δ̓ εὗ λέγοντας ἐπαινῶν: πάντας δὲ εἰς ὁμόνοιαν ἐλαύνων, ἕως ὅτε ὁμογνώμονας καὶ ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασι κατεστήσατο: ὡς ὁμόφωνον μὲν κρατῆσαι τὴν πίστιν. τῆς δὲ σωτηρίου ἑορτῆς τὸν αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν. Ἐκυροῦτο δὲ ἤδη καὶ ἐγγραφῇ ὑποσημειώσεως ἑκάστου τὰ κοινῇ δεδογμένα. Καὶ μετὰ βραχέα πάλιν καὶ ταῦτα προστέθεικεν.

Οὕτω δὴ συνταξάμενος, ἐπὶ τὰ σφῶν οἰκεῖα τοὺς πάντας ἐπανιέναι ἠφίει. Οἱ δὲ ἐπανῄεσαν σὺν εὐφροσύνῃ.

Ἐκράτει τε τὸ λοιπὸν παρὰ τοῖς πᾶσι μία γνώμη ἡ παρὰ τῷ βασιλεῖ συμφωνηθεῖσα, συναπτομένων, ὥσπερ ὑφ̓ ἐνὶ σώματι, τῶν ἐκ μακροῦ διῃρημένων. Καὶ δὴ χαίρων ὁ βασιλεὺς ἐπὶ τῷ κατορθώματι, τοῖς μὴ παρατυχοῦσι τῇ συνόδῳ καρπὸν εὐθαλῆ δἰ ἐπιστολῆς ἐδωρεῖτο. λαοῖς τε ἅπασι, τοῖς τε κατ̓ ἀγροὺς, καὶ τοῖς ἀμφὶ τὰς πόλεις, χρημάτων ἀφθόνους διαδόσεις ποιεῖσθαι διεκελεύετο, ὧδέ πη γεραίρων τὴν ἑορτὴν τῆς εἰκοσαετοῦς βασιλείας. Ἔδει μὲν οὖν τοὺς τα Ἀρείου φρονοῦντας, εἰ καὶ τοῖς ἄλλοις Πατράσιν ἀντιλέγειν οὐκ ἐνόμιζον δυσσεβὲς, τούτῳ γοῦν πιστεύειν, ὃν θαυμάζειν εἰώθασι, σύμφωνον γεγενῆσθαι τὴν ὁμολογίαν ἐκείνην διδάσκοντι. Ἐπειδὴ δὲ καὶ πρὸς τὰς τῶν οἰκείων Πατέρων διαμάχονται δόξας. ἐχρῆν γοῦν Ἀρείου τὴν αἰσχίστην μεμαθηκότας καὶ φρίκης γέμουσαν τελευτὴν, φυγεῖν παντὶ σθένει τὴν ὑπ̓ ἐκείνου τεχθεῖσαν ἀσέβειαν. Ἐπειδὴ δὲ εἰκὸς μὴ πάντας εἰδέναι τοῦ θανάτου τὸν τρόπον. ἐγὼ καὶ τοῦτον ὡς ἐγένετο διηγήσομαι.

949

Περὶ τῆς Ἀρείου τελευτῆς. ἐκ τῆς Ἀθανασίου ἐπιστολῆς.

Πλεῖστον οὗτος ἐν Ἀλεξανδρείᾳ διατρίψας χρόνον. ἐπικωμάσαι πάλιν τοῖς ἐκκλησιαστικοῖς συλλόγοις ἐβούλετο, ἀρνούμενος τὴν ἀσέβειαν, καὶ τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν Πατέρων ὁμολογίαν ὑπισχνούμενος δέχεσθαι. Ὡς δὲ οὕτε τὸν θεῖον Ἀλέξανδρον ἔπεισεν, οὕτε μὴν Ἀθανάσιον, τὸν τῆς ἐκείνου προεδρείας καὶ εὐσεβείας διάδοχον, πάλιν διὰ τῆς Εὐσεβίου τοῦ Νικομηδέως σπουδῆς, εἰς τὴν Κωνσταντινούπολιν ἔδραμε. Τὰ δ̓ ὑπ̓ ἐκείνου τυρευθέντα, καὶ ὑπὸ τοῦ δικαίου ψηφισθέντα κριτοῦ, ἅμεινον ὁ πάντα ἄριστος Ἀθανάσιος ἐν τοῖς πρὸς Ἀπίωνα διηγήσατο γράμμασιν: ἐγὼ δὲ καὶ τοῦτο τὸ μέρος ἐντάξω τῇ συγγραφῇ. Ἐγὼ μὲν οὐ παρήμην ἐν τῇ Κωνσταντινουπόλει, ὅτε τετελεύτηκεν ἐκεῖνος: Μακάριος δὲ ὁ πρεσβύτερος παρῆν, κἀκείνου λέγοντος ἥκουσα.

Ἐκέκλητο μὲν παρὰ Κωνσταντίνου τοῦ βασιλέως Ἄρειος ἐκ σπουδῆς τῶν περὶ Εὐσέβιον. Εἰσελθόντα δὲ τὸν Ἄρειον ἀνέκρινεν ὁ βασιλεὺς, εἰ τὴν πίστιν τῆς καθολικῆς Ἐκκλησίας ἔχοι. Αὐτός τε οὗν ὤμοσε πιστεύειν ὀρθῶς, καὶ ἔγγραφον ἐπιδέδωκε πίστεως: κρύψας μὲν ἐφ̓ οἶς ἐξεβλήθη τῆς Ἐκκλησίας ὑπὸ Ἀλεξάνδρου τοῦ ἐπισκόπου, ὑποκρινάμενος δὲ τὰς ἀπὸ τῶν Γραφῶν λέξεις. Ὀμόσαντα τοίνυν αὐτὸν μὴ πεφρονηκέναι ἐφ̓ οἷς ἐξέβαλεν αὐτὸν Ἀλέξανδρος, ἀπέλυσεν εἰρηκώς: Εἰ ὀρθή σου ἡ πίστις ἐστὶ, καλῶς ὤμοσας: εἰ δὲ ἀσεβής ἐστιν ἡ πίστις σου, καὶ ὤμοσας, ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ κρίναι τὰ κατὰ σέ. Οὕτω δὴ οὖν αὐτὸν ἐξελθόντα παρὰ τοῦ βασιλέως, ἠθέλησαν εἰσαγαγεῖν εἰς τὴν ἐκκλησίαν οἱ περὶ Εὐσέβιον τῇ συνήθει αὐτῶν βίᾳ. Ἀλλ̓ ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος ὁ μακαρίτης Ἀλέξανδρος ἀντέλεγε, φάσκων μὴ δεῖν εἰς κοινωνίαν δεχθῆναι τὸν τῆς αἱρέσεως εὑρετήν. Καὶ λοιπὸν οἱ περὶ Εὐσέβιον ἠπείλησαν, ὅτι Ὥσπερ μὴ θελόντων ὑμῶν ἐποιήσαμεν αὐτὸν κληθῆναι παρὰ βασιλέως, οὕτως αὔριον, κἂν μὴ κατὰ γνώμην σου τυγχάνῃ, συναχθήσεται Ἄρειος μεθ̓ ἡμῶν ἐν τῇ ἐκκλησίᾳ ταύτῃ. Σάββατον δὲ ἦν, ὅτε ταῦτα ἔλεγεν. Ὁ τοίνυν ἐπίσκοπος Ἀλέξανδρος, ἀκούσας ταῦτα καὶ πάνυ λυπηθεὶς, εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, καὶ τὰς χεῖρας ἄρας πρὸς τὸν Θεὸν, ἀπωδύρετο, καὶ ῥίψας ἑαυτὸν ἐπὶ πρόσωπον ἐν τῷ ἱερατείῳ, κείμενος ἐπὶ τοῦ ἐδάφους ηὔχετο. Παρῆν δὲ καὶ ὁ Μακάριος εὐχόμενος σὺν αὐτῷ, καὶ ἀκούων τῆς φωνῆς αὐτοῦ. Παρεκάλει δὲ δύο ταῦτα λέγων: Εἰ Ἄρειος αὔριον συνάγεται, ἀπόλυσον ἐμὲ τὸν δοῦλόν σου, καὶ μὴ συναπολέσῃς εὐσεβῆ μετὰ ἀσεβοῦς. Εἰ δὲ φείδῃ τῆς Ἐκκλησίας σου, οἶδα δὲ ὅτι φείδῃ. ἔπιδε ἐπὶ τὰ ῥήματα τῶν περὶ Εὐσέβιον, καὶ μὴ δῷς εἰς ἀφανισμὸν καὶ ὄνειδος τὴν κληρονομίαν σου:

952
καὶ ἆρον Ἄρειον, ἵνα μὴ, εἰσελθόντος αὐτοῦ εἰς τὴν ἐκκλησίαν, δόξῃ καὶ ἡ αἵρεσις συνεισέρχεσθαι αὐτῷ, καὶ λοιπὸν ἡ ἀσέβεια νομισθῇ ὡς εὐσέβεια.

Ταῦτ̓εὐξάμενος ὁ ἐπίσκοπος ἀνεχώρησε, πάνυ φροντίζων: καὶ γέγονέ τι θαῦμα φρικτὸν καὶ παράδοξον. Τῶν γὰρ περὶ Εὐσέβιον ἀπειλησάντων, ὁ μὲν ἐπίσκοπος προσηύξατο: ὁ δὲ Ἄρειος ἐθάῤῥει τοῖς περὶ Εὐσέβιον, πολλά τε φλυαρῶν, εἰσῆλθεν εἰς καθέδρας ὡς διὰ χρείαν τῆς γαστρὸς, καὶ ἐξαίφνης, κατὰ τὸ γεγραμμένον, πρηνὴς γενόμενος, ἐλάκησε μέσος, καὶ πεσὼν εὐθὺς ἀπέψυξεν, ἀμφοτέρων τε τῆς κοινωνίας καὶ τοῦ ζῇν ἀπεστερήθη. Τὸ μὲν οὗν τέλος τοῦ Ἀρείου τοιοῦτον γέγονε. Καὶ οἱ περὶ Εὐσέβιον μεγάλως αἰσχυνθέντες, ἔθαψαν τὸν ὁμόφρονα ἑαυτῶν. Ὁ δὲ μακαρίτης Ἀλέξανδρος, χαιρούσης τῆς Ἐκκλησίας, τὴν σύναξιν ἐπετέλεσεν ἐν εὐσεβείᾳ καὶ ὀρθοδοξίᾳ, σὺν πᾶσι τοῖς ἀδελφοῖς, εὐχόμενος καὶ δοξάζων μεγάλως τὸν Θεὸν, οὐχ ὡς ἐπιχαίρων τῷ θανάτῳ, μὴ γένοιτο: πᾶσι γὰρ ἀπόκειται τοῖς ἀνθρώποις ἀποθανεῖν ἅπαξ: ἀλλ̓ ὅτι τοῦτο ὑπὲρ τὰς ἀνθρώπων κρίσεις ἐδείχθη. Αὐτὸς γὰρ ὁ Κύριος, δικάσας ταῖς ἀπειλαῖς τῶν περὶ Εὐσέβιον, καὶ τῇ εὐχῇ Ἀλεξάνδρου, κατέκρινε τὴν Ἀρειανὴν αἵρεσιν, δείξας αὐτὴν ἀναξίαν οὖσαν τῆς ἐκκλησιαστικῆς κοινωνίας, καὶ πᾶσι φανερώσας, ὅτι κἂν παρὰ βασιλέως καὶ πάντων ἀνθρώπων ἔχῃ τὴν μαρτυρίαν καὶ τὴν προστασίαν, ἀλλὰ παῤ αὐτῆς τῆς ἀληθείας κατεκρίθη. Τοιαῦτα τῶν πονηρῶν σπερμάτων ὁ Ἄρειος δρεψάμενος δράγματα, καὶ τῶν ἐσομένων κολαστηρίων ἰδὼν τὰ προαύλια, τῆς οἰκείας ἀσεβείας διὰ τιμωρίας κατηγόρει. Ἐγὼ δὲ ἐπὶ τὴν τῆς βασιλικῆς εὐσεβείας διήγησιν στρέψομαι. Πᾶσι γὰρ τοῖς ὑπὸ τὴν Ῥωμαίων τελοῦσιν ἡγεμονίαν ἐπέστειλε δήμοις, τῆς μὲν προτέρας αὐτοὺς ἐξαπάτης ἀπαλλαγῆναι παρεγγυῶν, τὴν δὲ τοῦ Σωτῆρος ἡμῶν μαθεῖν διδασκαλίαν προτρέπων, καὶ ἐπὶ ταύτην ἅπαντας τὴν ἀλήθειαν ξεναγῶν.

Τοὺς δὲ γε κατὰ πόλιν ἐπισκόπους ἐπὶ τὰς τῶν ἐκκλησιῶν οἰκοδομίας διήγειρεν. οὐ γράμμασι μόνον ἐπὶ τοῦτο προτρέπων, ἀλλὰ καὶ χρήματα φιλοτίμως δωρούμενος, καὶ τὰ τῆς οἰκοδομίας δαπανήματα χορηγῶν. Δηλοῖ δὲ καὶ τὰ γραφέντα, τοῦτον ἔχοντα τὸν τρόπον.

Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου περὶ τῆς τῶν ἐκκλησιῶν οἰκοδομῆς.

Νικητὴς Κωνσταντῖνος, μέγιστος, Σεβαστὸς, Εὐσεβίῳ.

Ἕως τοῦ παρόντος χρόνου τῆς ἀνοσίου βουλήσεως καὶ τυραννίδος τοὺς ὑπηρέτας τοῦ Σωτῆρος Χριστοῦ διωκούσης, πεπίστευκα καὶ ἀκριβῶς ἐμαυτὸν πέπεικα, πασῶν τῶν ἐκκλησιῶν τὰ ἔργα, ἣ ὑπὸ ἀμελείας διεφθάρθαι, ἣ φόβῳ τῆς ἐπικειμένης ἀδικίας ἐλάττονα τῆς ἀξίας γεγενῆσθαι, ἀδελφὲ προσφιλέστατε.

Νυνὶ δὲ τῆς ἐλευθερίας ἀποδοθείσης, καὶ τοῦ

953
δράκοντος ἐκείνου ἀπὸ τῆς τῶν κοινῶν διοικήσεως, θεοῦ τοῦ μεγίστου προνοίᾳ, ἡμετέρᾳ δὲ ὑπηρεσίᾳ ἐκδιωχθέντος, ἡγοῦμαι καὶ πᾶσι φανερὰν γεγενῆσθαι τὴν θείαν δύναμιν, καὶ τοὺς ἢ φόβῳ, ἢ ἀπιστίᾳ, ἢ ἁμαρτήμασί τισι περιπεσόντας, ἐπιγνόντας τε τὸν ὄντως ὄντα, ἥξειν ἐπὶ τὴν ἀληθῆ καὶ ὀρθὴν τοῦ βίου κατάστασιν. Ὅσων τοίνυν ἢ αὐτὸς προῒστασαι ἐκκλησιῶν, ἢ ἄλλους τοὺς κατὰ τόπον προῖσταμένους ἐπισκόπους, πρεσβυτέρους τε, ἢ διακόνους οἶσθα, ὑπόμνησον σπουδάζειν περὶ τὰ ἔργα τῶν ἐκκλησιῶν. ἢ ἐπανορθοῦσθαι τὰ ὄντα, ἢ εἰς μείζονα αὔξειν. ἢ ἔνθα ἄν ἡ χρεία ἀπαιτῇ, καινὰ ποιεῖν.

Αἰτήσεις δὲ καὶ αὐτὸς καἳ??ʼ διὰ σοῦ οἱ λοιποὶ τὰ ἀναγκαῖα, παρά τε τῶν ἡγεμονευόντων, καὶ τῆς ἐπαρχικῆς τάξεως. Τούτοις γὰρ ἐπεστάλη, πάσῃ σπουδῇ ἐξυπηρετήσασθαι τοῖς ὑπὸ τῆς σῆς ὁσιότητος λεγομένοις. Ὁ Θεὸς διαφυλάττοι σε, ἀδελφὲ ἀγαπητέ. Ταῦτα μὲν οὗν περὶ τῆς τῶν ἐκκλησιῶν οἰκοδομίας πρὸς τοὺς καθ̓ ἑκάστην ἐπαρχίαν ἐπισκόπους ἐπέστειλεν. Ὁποῖα δὲ καὶ περὶ τῆς τῶν ἱερῶν Βιβλίων κατασκευῆς πρὸς Εὐσέβιον ἔγραψε τὸν Παλαιστῖνον, ἐξ αὐτῶν τῶν γραμμάτων καταμαθεῖν εὐπετές.

Ἐπιστολὴ τοῦ αὐτοῦ περὶ τῆς κατασκευῆς τῶν θείων Γραφῶν.

Νικητὴς Κωνσταντῖνος, μέγιστος , Σεβαστὸς, Εὐσεβίῳ.

Κατὰ τὴν ἐπώνυμον ἡμῖν πόλιν, τῆς τοῦ Θεοῦ καὶ Σωτῆρος συναιρομένης προνοίας, μέγιστον πλῆθος ἀνθρώπων τῇ ἀγιωτάτῃ Ἐκκλησίᾳ ἀνατέθεικεν ἑαυτό: ὡς πάντων ἐκεῖσε πολλὴν λαβόντων αὔξησιν, σφόδρα ἄξιον καταφαίνεσθαι καὶ ἐκκλησίας ἐν αὐτῇ κατασκευασθῆναι πλείους. Τοιγάρτοι δέδεξο προθυμότατα τὸ δόξαν τῇ ἡμετέρᾳ προαιρέσει. Πρέπον γὰρ κατεφάνη δηλῶσαι τοῦτο τῇ σῇ συνέσει: ὅπως ἂν πεντήκοντα σωμάτια ἐν διφθέραις ἐγκατασκεύοις , εὐανάγνωστά τε καὶ πρὸς τὴν χρῆσιν εὐπαρακόμιστα, ὑπὸ τεχνιτῶν καλλιγράφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων γραφῆναι κελεύσειας: τῶν θείων δηλαδὴ Γραφῶν, ὧν μάλιστα τήν τε ἐπισκευὴν, καὶ τὴν χρῆσιν τῷ τῆς Ἐκκλησίας συλλόγῳ ἀναγκαίας εἶναι γινώσκεις. Ἀπέσταλται δὲ γράμματα παρὰ τῆς ἡμετέρας ἡμερότητος πρὸς τὸν τῆς διοικήσεως καθολικὸν, ὅπως ʽ??ʼν πάντα τὰ πρὸς τὴν ἐπισκευὴν αὐτῶν ἐπιτήδεια παρασχεῖν φροντίσειεν.

Ἵνα γὰρ ὡς τάχιστα γραφέντα σωμάτια κατασκευασθείη, τῆς σῆς ἐπιμελείας ἔργον γενήσεται τοῦτο. Καὶ γὰρ δύο δημοσίων ὀχημάτων ἐξουσίαν εἰς διακομιδὴν ἐκ τῆς αὐθεντίας

956
τοῦ γράμματος ἡμῶν τούτου λαβεῖν σε προσήκει.

Οὕτω γὰρ ἂν μάλιστα τὰ καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων ὄψεων ῥᾷστα διακομισθείη: ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ τῆς σῆς Ἐκκλησίας διακόνων: ὅς ἐπειδ̓ ἃν ἀφίκηται πρὸς ἡμᾶς, τῆς ἡμετέρας πειραθήσεται φιλανθρωπίας. Ὁ Θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.

Ἱκανὰ μὲν οὗν καὶ ταῦτα τεκμηριῶσαι, μᾶλλον δὲ διδάξαι σαφῶς, ὅπως ὁ πανεύφημος βασιλεὺς πᾶσαν εἰς τὰ θεῖα μετέθηκε τὴν σπουδήν. Προσθήσω δὲ ὅμως τοῖς εἰρημένοις τὰ περὶ τὸν σωτήριον αὐτῷ τάφον κατωρθωμένα. Μαθὼν γὰρ ὡς οἱ κορυβαντιῶντες, καὶ περὶ τῶν εἰδώλων θεραπείαν βεβακχευμένοι, τὸν μὲν Δεσποτικὸν κατέχωσαν τάφον, λήθῃ παραδοῦναι φιλονεικοῦντες τῆς σωτηρίας τὴν μνήμην. Ἐπὶ τούτῳ δὲ νεὼν τῆς ἀκολάστου δαίμονος ἐδομήσαντο, ταῖς παρθενικαῖς ὠδῖσι ἐπιτωθάζοντες: καταλυθῆναι μὲν προσέταξε τὸ μυσαρὸν οἰκοδόμημα: τὸν δὲ χοῦν ἐκεῖνον τὸν ἐναγέσι μολυνθέντα θυσίαις ἐκφορηθῆναι, καὶ πόῤῥω που ῥιφῆναι τοῦ ἄστεος: εἶτα νεὼν οἰκοδομηθῆναι μέγιστόν τε καὶ κάλλιστον. Δηλοῖ δὲ ταῦτα σαφέστερον ἡ ἐπιστολὴ, ἢν πρὸς τὸν πρόεδρον τῆς Ἐκκλησίας ἐκείνης ἀπέστειλε . Μακάριος δὲ ἦν οὗτος, οὔ καὶ πρόσθεν ἐμνήσθημεν, ὃς καὶ τῆς μεγάλης κεκοινωνήκει συνόδου, καὶ τὴν Ἀρείου σὺν τοῖς ἄλλοις κατηγωνίσατο βλασφημίαν. Ἔστι δὲ αὕτη:

Ἐπιστολὴ τοῦ αὐτοῦ πρὸς Μακάριον ἐπίσκοπον Ἱεροσολύμων, περὶ οἰκοδομῆς τοῦ θείου ναοῦ.

Νικητὴς Κωνσταντῖνος, μέγιστος, Σεβαστὸς, Μακαρίῳ.

Τοσαύτη τοῦ Σωτῆρος ἡμῶν ἐστιν ἡ χάρις. ὡς μηδεμίαν λόγων χορηγίαν τοῦ παρόντος θαύματος ἀξίαν εἶναι δοκεῖν. Τὸ γὰρ γνώρισμα τοῦ ἁγιωτάτου πάθους, ὑπὸ τῇ γῇ πάλαι κρυπτόμενον, τοσαύταις ἐτῶν περιόδοις λαθεῖν ἄχρις οὗ διὰ τῆς τοῦ κοινοῦ πάντων ἐχθροῦ ἀναιρέσεως ἐλευθερωθεῖσι τοῖς ἑαυτοῦ θεράπουσιν ἀναλάμπειν ἔμελλεν, πᾶσαν ἔκπληξιν ὡς ἀληθῶς ὑπερβαίνει.

Εἰ γὰρ πάντες οἱ διὰ πάσης τῆς οἰκουμένης εἷναι δοκοῦντες σοφοὶ εἰς ἒν καὶ τὸ αὐτὸ συνελθόντες ἄξιόν τι τοῦ πράγματος ἐθέλωσιν εἰπεῖν, οὐδ̓ ἂν πρὸς βραχύτατον ἁμιλληθῆναι δυνήσονται: ἐπὶ τοσοῦτον πᾶσαν ἀνθρωπίνου λογισμοῦ χωρητικὴν φύσιν ἡ τοῦ θαύματος τούτου πίστις ὑπερβαίνει, ὅσῳ τῶν ἀνθρωπίνων τὰ οὐράνια συνέστηκεν εἶναι δυνατώτερα. Διὰ τοῦτο γοῦν οὗτος ἀεὶ καὶ πρῶτος καὶ μόνος ἐστί μοι σκοπὸς. ἴν̓ ὥσπερ ἑαυτὴν ὁσημέραι καινοτέροις θαύμασιν ἡ

957
τῆς ἀληθείας πίστις ἐπιδείκνυσιν, οὕτως καὶ αἱ ψυχαὶ πάντων ἡμῶν περὶ τὸν ἄγιον νόμον σωφροσύνῃ καὶ ὁμογνώμονι προθυμίᾳ σπουδαιότεραι γίνωνται . Ὅπερ ἐπειδὴ πᾶσιν εἶναι νομίζω φανερὸν. ἐκεῖνο μάλιστά σε πεπεῖσθαι βούλομαι, ὡς ἄρα πάντων μοι μᾶλλον μέλει, ὅπως τὸν ἱερὸν ἐκεῖνον τόπον, ὃν Θεοῦ προστάγματι αἰσχίστης εἰδώλου προσθήκης, ὡσπερ τινὸς ἐπικειμένου βάρους ἐκούφισα, ἅγιον μὲν ἐξ ἀρχῆς θεοῦ κρίσει γεγενημένον, ἁγιώτερον δὲ ἀποφανθέντα, ἀφ̓οὗ τὴν τοῦ σωτηρίου πάθους πίστιν εἰς φῶς προήγαγεν, οἰκοδομημάτων κάλλει κοσμήσωμεν. Προσήκει τοίνυν τὴν σὴν ἀγχίνοιαν οὕτως διατάξαι τε καὶ ἑκάστου τῶν ἀναγκαίων ποιήσασθαι πρόνοιαν, ὡς οὐ μόνον βασιλικὴν τῶν πανταχοῦ βελτίονα, ἀλλὰ καὶ τὰ λοιπὰ τοιαῦτα γενέσθαι, ὡς πάντα τὰ ἐφ̓ ἑκάστης καλλιστεύοντα πόλεως. ὑπὸ τοῦ κτίσματος τούτου νικᾶσθαι. Καὶ περὶ τῆς τῶν τοίχων ἐγέρσεώς τε καὶ καλλιεργίας, Δρακιλλιανῷ τῷ ἡμετέρῳ φίλῳ, τῷ διέποντι τῶν λαμπροτάτων ἐπάρχων μέρη, καὶ τῷ τῆς ἐπαρχίας ἄρχοντι, παῤ ἡμῶν ἐγκεχειρίσθαι τὴν φροντίδα γίνωσκε.

Κεκέλευσται γὰρ ὑπὸ τῆς ἐμῆς εὐσεβείας, καὶ τεχνίτας, καὶ ἐργάτας, καὶ πανθ̓ ὅσα περὶ τὴν οἰκοδομὴν ἀναγκαῖα τυγχάνειν παρὰ τῆς σῆς καταμάθοιεν ἀγχινοίας, παραχρῆμα διὰ τῆς ἐκείνων προνοίας ἀποσταλῆναι. Περὶ δὲ τῶν κιόνων, εῖτ̓ οὖν μαρμάρων. ἃ δ̓ἂν νομίσειας εἶναι τιμιώτερά τε καὶ χρησιμώτερα αὐτοῖς , συνόψεως γενομένης, πρὸς ἡμᾶς γράψαι σπούδασον: ἱ̓́??ʼ ὅσων δ̓ἂν καὶ ὁποίων χρείαν εἶναι διὰ τοῦ σ̔??ʼυ γράμματος ἐπιγνῶμεν, ταῦτα πανταχόθεν μετενεχθῆναι δυνηθῇ. Τῆς γὰρ τοῦ κόσμου θαυμασιώτερον τόπον κατ̓ ἀξίαν φαιδρύνεσθαι δίκαιον.

Τὴν δὲ τῆς βασιλικῆς καμάραν πότερον λακωναρίαν. ἢ διά τινος ἑτέρας ἐργασίας γενέσθαι δοκεῖ, παρὰ σοῦ γνῶναι βούλομαι. Εἰ γὰρ λακωναρία μέλλοι εἶναι, δυνήσεται καὶ χρυσῷ καλλωπισθῆναι.

Τὸ λειπόμενον, ἴνα ἡ σὴ ὁσιότης τοῖς προειρημένοις δικασταῖς ᾗ τάχος γνωρισθῆναι ποιήσῃ, ὅσων τε καὶ ἐργατῶν, καὶ τεχνιτῶν, καὶ ἀναλωμάτων χρεία. Ἅ καὶ πρὸς ἐμὲ εὐθέως ἀνενεγκεῖν σπούδασον, οὐ μόνον περὶ τῶν μαρμάρων τε καὶ κιόνων, ἀλλὰ καὶ περὶ τῶν λακωναριῶν, εἴ γε καὶ τοῦτο κάλλιον ἐπικρίνειας. Ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.

Περὶ Ἑλένης τῆς τοῦ βασιλέως μητρὸς, καὶ τῆς περὶ τὴν οἰκοδομίαν τοῦ θείου ναοῦ σπουδῆς.

Τούτοις τοῖς γράμμασιν οὐκ ἅλλος τις διηκόνησεν, ἀλλ̓αὐτὴ τοῦ βασιλέως ἡ μήτηρ, ἡ καλλίπαις ἐκείνη, καὶ παρὰ πάντων ᾀδομένη τῶν εὐσεβῶν, ἡ τὸν μέγαν τοῦτον φωστῆρα τεκοῦσα, καὶ

960
τὴν τῆς εὐσεβείας αὐτῷ προσενεγκοῦσα τροφήν Αὕτη τῶν τῆς ὁδοιπορίας πόνων ἀνασχομένη, καὶ τοῦ γήρως οὐ λογισαμένη τὰ πάθη: πρὸ γὰρ ὀλίγου τῆς τελευτῆς τὴν ἀποδημίαν ταύτην ἐποιήσατο, ὀγδοηκοντοῦτις δὲ τὸ τέρμα τοῦ βίου κατείληφεν. Ἐπειδὴ δὲ τὸ χωρίον ἐκεῖνο εἶδε, τὸ τῆς κοινῆς σωτηρίας τὰ πάθη δεξάμενον, εὐθὺς μὲν τὸν μυσαρὸν ἐκεῖνον νεὼν καταλυθῆναι καὶ τὸν χοῦν ἐκφορηθῆναι προσέταξε. Δήλου δὲ τοῦ κεκρυμμένου τάφου γεγενημένου, ὤφθησαν τρεῖς παρὰ τὸ μνῆμα τὸ Δεσποτικὸν κατακεχωσμένοι σταυροί.

Καὶ ὅτι μὲν εἶς ἐκ τούτων ὁ τοῦ Δεσπότου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ ἐτύγχανεν ὧν, οἱ δ̓ ἕτεροι τῶν σὺν αὐτῷ προσηλωθέντων λῃστῶν, ἀναμφισβητήτως ἐπίστευον ἅπαντες: ἠγνόουν δὲ ὅμως τὸν τῷ Δεσποτικῷ πελάσαντα σώματι, καὶ τοῦ τιμίου αἵματος τὴν λιβάδα δεξάμενον. Ἀλλ̓ ὁ σοφώτατος ἐκεῖνος καὶ θεῖος ὄντως Μακάριος, ὁ τῆς πόλεως πρόεδρος, τοιῷδε πόρῳ τὴν ἀπορίαν διέλυσε. Γυναικὶ γὰρ περιφανεῖ νόσῳ κατεχομένῃ μακρᾷ, ἕκαστον τῶν σταυρῶν ἐκείνων μετὰ προσευχῆς σπουδαίως προσενεγκὼν, ἔγνω τοῦ σωτηρίου τὴν δύναμιν. Παραυτίκα γὰρ οὗτος τῷ γυναίῳ πελάσας τὴν χαλεπὴν ἐκείνην ἐξήλασε νόσον, καὶ τὴν ἄνθρωπον ἀπέφηνεν ὑγιᾶ. Οὕτω δὴ τοῦ βασιλέως ἡ μήτηρ μαθοῦσα τὸ ποθούμενον, τῶν ἥλων τὰ μὲν εἰς τὸ βασιλικὸν ἐνέβαλε κράνος, τῆς τοῦ παιδὸς κεφαλῆς προμηθουμένη. ἵνα τὰ τῶν πολεμίων ἀποκρούηται βέλη: τὰ δὲ τῷ τοῦ ἵππου ἀνέμιξε χαλινῷ, καὶ ἀσφάλειαν μηχανὡ??ʼένη τῷ βασιλεῖ, καὶ παλαιᾷ προφητείᾳ πέρας ἐπιτιθεῖσα: πὁῤῥωθεν γὰρ Ζαχαρίας ὁ προφήτης ἐβόα Καὶ ἔσται τὸ ἐπὶ τῷ χαλινῷ τοῦ ἵππου ʽ??ʼγιον τῷ Κυρίῳ παντοκράτορι. Τοῦ δὲ σωτηρίου σταυροῦ μοῖραν μέν τινα τοῖς βασιλείοις ἀπένειμε: τὸ δὲ λοιπὸν, θήκην ἐξ ὕλης ἀργύρου ποιησαμένη, τῷ τῆς πόλεως δέδωκεν ἐπισκόπῳ, φυλάττειν παρεγγυήσασα ταῖς ἔπειτα γενεαῖς τὰ τῆς σωτηρίας μνημόσυνα.

Πάντοθεν δὲ παντοδαπῆς ὕλης τεχνίτας ἀγείρασα, τοὺς μεγίστους ἐκείνους καὶ λαμπροτάτους νεὼς ἐδομήσατο. Τὸ δὲ τούτων κάλλος καὶ μέγεθος ἐκφράσαι περιττὸν ἄγαν ὑπείληφα: πάντων, ὡς ἔπος εἰπεῖν, τῶν φιλοθέων ἐκεῖσε θεόντων, καὶ θεωμένων τῶν ἔργων τὴν πολυτέλειαν. Πεποίηκε δὲ καὶ ἕτερον μνήμης ἄξιον ἡ πανεύφημος ἐκείνη, καὶ ἀξιάγαστος βασιλίς. Τὰς γὰρ διὰ βίου τὴν παρθενίαν ἀσκούσας συναγείρασα πάσας, καὶ ἐπὶ στιβάδων πολλῶν κατακλίνασα, αὐτὴ θεραπαινίδος ἔργον

961
ἑ̓??ʼλήρου, διακονοῦσα, καὶ ὄψα παρατιθεῖσα, καὶ κύλ̔??ʼκας ὀρέγουσα, καὶ οἰνοχοοῦσα, καὶ πρόχουν ἐπὶ λέβητος φέρουσα, καὶ ὕδωρ ταῖς ἐκείνων χερσὶν ἐπιχέουσα. Ταῦτα καὶ τὰ τούτοις ὅμοια δράσασα, ἐπανῆλθε μὲν πρὸς τὸν παῖδα: μετ̓ εὐθυμίας δὲ εἰς τὸν ἕτερον μετέστη βίον, πλεῖστα τῷ παιδὶ περὶ τῆς εὐσεβοῦς πολιτείας ἐντειλαμένη, καὶ ταῖς ἐξιτηρίοις αὐτὸν ἐπικλύσασα εὐλογίαις. Ἐκείνη μὲν οὖν καὶ μετὰ τὴν τελευτὴν τιμῆς τετύχηκεν, ὁποίας τυχεῖν ἐχρῆν τὴν οὕτως ἐπιμελῶς καὶ θερμῶς τὸν τῶν ὅλων τεθεραπευκυῖαν Θεόν.

Περὶ τῆς παρανόμου μεταθέσεως Εὐσεβίου τοῦ Νικομηδείας.

Οἱ δὲ τῆς Ἀρείου συμμορίας τῶν παμπονήρων οὐκ ἐπελάθοντο βουλευμάτων.

Τούτου γὰρ δὴ ἕνεκα τὰς τῆς πίστεως ὁμολογίας συνέθεντο ταῖς χερσὶν, ὡς ἂν τὰ κώδια περικείμενοι, τὰ τῶν λύκων ἐργάσαιντο. Ὁ μὲν γὰρ θεῖος ἐκεῖνος Ἀλέξανδρος, ὁ τῇ προσευχῇ κατακοντίσας τὸν Ἄρειον, τὸν Βυζάντιον λέγω: οὕτω γὰρ ἡ Κωνσταντινούπολις κατ̓ ἐκεῖνον ὠνομάζετο τὸν καιρόν: εἰς τὸν ἀμείνω μετετέθη βίον. Εὐσέβιος δὲ ὁ τῆς δυσσεβείας συνήγορος, μικρὰ φροντίσας ὧν πρὸ βραχέος μετὰ τῶν ἄλλων ἀρχιερέων συνέγραψεν ὅρων, παραυτίκα τὴν Νικομήδειαν καταλιπὼν, τὸν τῆς Κωνσταντινουπόλεως ἥρπασε θρόνον, ἄντικρυς τοῦ κανόνος, ἐπισκόπους ὁμοῦ καὶ πρεσβυτέρους ἀπαγορεύοντος ἐξ ἑτέρας εἰς ἑτέραν μεταβαίνειν πόλιν. Θαυμαστὸν δὲ οὐδὲν τοὺς οὕτω κατὰ τῆς τοῦ Μονογενοῦς μανέντας θεότητος, ἀδεῶς τοὺς ἅλλους παραβῆναι νόμους. Οὐ νῦν δὲ τοῦτο πρῶτον κεκαινοτόμηκεν, ἀλλὰ καὶ ἤδη πρότερον αὐτὸ τοῦτο τετόλμηκεν: τὴν Βηρυτὸν γὰρ πάλαι πεπιστευμένος, εἰς τὴν Νικομήδειαν μετεπήδησε: καὶ ταύτης δὲ μετὰ τὴν σύνοδον διὰ τὸ τῆς δυσσεβείας προφανὲς ἐξηλάθη, καὶ σὺν αὐτῷ Θεογόνιος ὁ Νικαίας. Καὶ τοῦτο δῆλον ὁ βασιλεὺς Κωνσταντῖνος διὰ γραμμάτων πεποίηκεν. Ἐγὼ δὲ καὶ τὸ τέλος τῆς ἐπιστολῆς ἐνθήσω τῇ συγγραφῇ. Ἐπέστειλε δὲ ταῦτα Νικομηδεῦσι.

Ἐπιστολὴ βασιλέως Κωνσταντίνου κατὰ Εὐσεβίου καὶ Θεογονίου γραφεῖσα Νικομηδεῦσι.

Τίς ἐστιν ὁ ταῦτα διδάξας οὕτως ἄκακον πλῆθος; Εὐσέβιος δηλαδὴ, ὁ τῆς τυραννικῆς ὠμότητος συμμύστης.

Ὅτι γὰρ πανταχοῦ τοῦ τυράννου γεγένηται πρόσφυξ, πολλαχόθεν ἔστι συνορᾷν. Τοῦτο μὲν γὰρ αἱ τῶν ἐπισκόπων σφαγαὶ διαμαρτύρονται: ἀλλὰ τῶν ἀληθῶς ἐπισκόπων. Τοῦτο δὲ ἡ τῶν Χριστιανῶν χαλεπωτάτη ἐκδίωξις διαῤῥήδην βοᾷ.

Οὐδὲν γὰρ περὶ τῶν εἰς ἐμὲ γεγενημένων ὕβρεων

964
νῦν ἐρῶ, δἰ ὧν ὅτι μάλιστα αἱ τῶν ἐναντίων μερῶν ἐπραγματεύσαντο συνδρομαί. Οὗτος καὶ ὀφθαλμοὺς κατασκόπους ἕπεμπε κατ̓ ἐμοῦ, καὶ μόνον οὐκ ἐνόπλους τῷ τυράννῳ συνεισέφερεν ὑπουργίας.

Μηδέ μέ τις οἰέσθω εἷναι πρὸς τὴν τούτων ἀπόδειξιν ἀπαράσκευον. Ἔλεγχος γάρ ἐστιν ἀκριβὴς, ὅτι τοὺς πρεσβυτέρους καὶ τοὺς διακόνους τοὺς Εὐσεβίῳ παρεπομένους φανερῶς ὑπ̓ ἐμοῦ συνειλῆφθαι συνέστηκεν.

Ἀλλὰ ταῦτα μὲν παρίημι, ἃ νῦν οὐκ ἀγανακτήσεως ἕνεκεν, ἀλλ̓ εἰς ἐκείνων αἰσχύνην ὑπ̓ ἐμοῦ προενήνεκται. Ἐκεῖνο μόνον δέδια, ἐκεῖνο διαλογίζομαι, ὅτι ὑμᾶς ὁρῶ πρὸς τὴν τοῦ ἐγκλήματος καλεῖσθαι κοινωνίαν. Διὰ γὰρ τῆς Εὐσεβίου ἀγωγῆς τε καὶ διαστροφῆς, συνείδησιν τῆς ἀληθείας κεχωρισμένην εἰλήφατε. Ἀλλ̓ ἔστιν οὐ βραδεῖα θεραπεία, εἴγε ἐπίσκοπον πιστόν τε καὶ ἀκέραιον νῦν γοῦν λαβόντες, πρὸς τὸν Θεὸν ἀπίδητε, ὅπερ ἐπὶ τοῦ παρόντος ἐν ὑμῖν ἐστιν, ὃ καὶ πάλαι ἐχρῆν τῆς ὑμετέρας κρίσεως ἠρτῆσθαι, εἰ μὴ ὁ προειρημένος Εὐσέβιος, δεινῶς τῶν τότε συλλαβομένων αὐτῷ, ἐνταῦθα ἐληλύθει, καὶ τὴν τῆς τάξεως ὀρθότητα ἀναισχύντως συντεταράχει. Ἀλλ̓ ἐπειδὴ περὶ αὐτοῦ τοῦ Εὐσεβίου πρὸς τὴν ὑμετέραν ἀγάπην ὀλίγα προσῆκε φράσαι, μέμνηται ἡ ὑμετέρα ἀνεξικακία ἐπὶ τῆς Νικαέων πόλεως γεγενῆσθαι σύνοδον, ᾗ καὶ αὐτὸς ἐγὼ πρεπόντως τῇ τῆς ἐμῆς συνειδήσεως λατρείᾳ παρήμην, οὐδὲν ἕτερον βουλόμενος, ἢ ὁμόνοιαν ἅπασιν ἐργάσασθαι, καὶ πρό γε πάντων ἐλέγξαι τε καὶ ἀποσείσασθαι τὸ πρᾶγμα τοῦτο, ὅ τὴν μὲν ἀρχὴν εἰλήφει διὰ τῆς Ἀρείου τοῦ Ἀλεξανδρέως ἀπονοίας: ἰσχυροποίητο δὲ παραχρῆμα, διὰ τῆς Εὐσεβίου ἀτόπου τε καὶ ὀλεθρίας σπουδῆς. Ἀλλ̓ αὐτὸς οὗτος ὁ Εὐσέβιος, προσφιλέστατοι καὶ τιμιώτατοι, μεθ̓ ὅσης νομίζετε συνδρομῆς, ἅτε δὴ ὑπὸ τῆς συνειδήσεως ἁ??ʼτῆς ἡττώμενος, μεθ̓ ὅσης δὲ αἰσχύνης τῇ πανταχόθεν ἐληλεγμένῃ ψευδολογίᾳ συνίστατο %5 Ὑποπέμπων μέν μοι διαφόρους τοὺς ἀξιοῦντας ὑπὲρ αὐτοῦ, ἐξαιτούμενος δὲ παῤ ἐμοῦ συμμαχίαν τινὰ, ὅπως μὴ ἐπὶ τοσούτῳ ἐλεγχθεὶς πλημμελήματι, τῆς ὑπαρχούσης αὐτῷ τιμῆς ἐκβάλλοιτο. Μάρτυς μοί ἐστι τούτου ὁ Θεὸς αὐτὸς, ὅς ἐμοί τε καὶ ὑμῖν φιλαγάθως ἐπιμένοι.

Ἐπεὶ καὶ ἐμὲ ἐκεῖνος περιέτρεψε, καὶ ἀπρεπῶς ὑφήρπασεν, ὅ καὶ ὑμεῖς ἐπιγνώσεσθε. Πάντα μὲν γὰρ ἐπράχθη τότε, καθὼς καὶ αὐτὸς ἐπόθει, πάν ὁτιοῦν κακὸν ἐπὶ τῆς αὐτοῦ διανοίας ἀποκρυπτόμενος.

Ἀλλὰ πρώην, ἵνα τὰ λοιπὰ τῆς αὐτοῦ σκαιότητος παρῶ, τί μάλιστα μετὰ Θεογονίου, ʽ??ʼν τῆς ἀνοίας ἔχει κοινωνὸν, διεπράξατο, ἀκούσατε, παρακαλῶ. Ἀλεξανδρέας τινὰς, τῆς ἡμετέρας πίστεως

965
ἀναχωρήσαντας, ἐνταῦθα κεκελεύκειν ἀποσταλῆναι, ἐπειδὴ διὰ τῆς τούτων ὑπηρεσίας ὁ τῆς διχονοίας διηγείρετο πυρσός. Ἀλλ̓ οὗτοι οἱ καλοί τε καὶ ἀγαθοὶ ἐπίσκοποι. οὓς ἅπαξ τῇ τῆς συνόδου ἀληθείᾳ πρὸς μετάνοιαν τετηρήκειν, οὐ μόνον ἐκείνους ἐδέξαντο, καὶ παῤ ἑαυτοῖς ἠσφαλίσαντο. ἀλλὰ καὶ ἐκοινώνησαν αὐτοῖς τῆς τῶν τρόπων κακοηθείας.

Διὰ τοῦτο περὶ τοὺς ἀχαρίστους τούτους ἔκρινα πρᾶξαι: ἁρπαγέντας γὰρ αὐτοὺς ἐκέλευσα ὡς ποῤῥωτάτω ἐξορισθῆναι. Νῦν ὑμέτερόν ἐστιν πρὸς τὸν Θεὸν ἐκείνῃ τῇ πίστει βλέπειν, ᾗ πάντοτε καὶ γεγενῆσθαι συνέστηκε, καὶ εἶναι πρέπει, καὶ διαπράξασθαι: οὕτως ἐπισκόπους ἀγνούς τε καὶ ὀρθοδόξους καὶ φιλανθρώπους ἔχοντες χαίρωμεν. Εἵ τις δὲ πρὸς μνήμην τῶν λυμεώνων ἐκείνων, ἢ πρὸς ἔπαινον ἀπρονοήτως ἐξαφθῆναι τολμήσει, παραχρῆμα τῆς ἰδίας τόλμης διὰ τῆς τοῦ θεράποντος τοῦ Θεοῦ, τουτέστιν ἐμοῦ, ἐνεργείας, ἀνασταλήσεται. Ὁ Θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί. Τότε μὲν οὖν οὗτοι καὶ καθῃρέθησαν, καὶ τῶν πόλεων ἐξηλάθησαν. Καὶ τὴν μὲν Νικομήδειαν Ἀμφίων ἐπιστεύθη, τὴν δὲ Νίκ̔??ʼιαν Χρῆστος. Ἀλλὰ πάλιν ταῖς ἐξ ἔθους χρησάμενοι μηχαναῖς, καὶ τὴν βασιλέως φιλανθρωπίαν ἐφόδιον ἐξαπάτης εὑρόντες, ἀνεπάλαισάν τε καὶ τὴν προτέραν δυναστείαν ἀπέλαβον.