Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Περὶ τῆς ὑπ̓ Εὐσεβίου, καὶ τῶν σὺν αὐτῷ, γεγενημένης κατὰ τοῦ ἁγίου Εὐσταθίου τοῦ τῆς Ἀντιοχείας ἐπισκόπου δολίας συσκευῆς.

Ὁ δὲ Εὐσέβιος, ὡς ἤδη ἔφην, καὶ τὴν Κωνσταντινουπόλεως ἡγεμονίαν κατέσχε τυραννικῶς. Οὕτως δὲ τῆς πλείονος ἐπιλαβόμενος δυναστείας, καὶ ἐγγὺς βασιλέως φοιτῶν, καὶ τὴν παῤῥησίαν ἐκ τῆς συχνοτέρας συνουσίας λαβὼν, τὰς κατὰ τῶν τῆς ἀληθείας προμάχων κατεσκεύασε μηχανάς. Καὶ πρῶτον ἱμείρεσθαι τῆς τῶν Ἱεροσολύμων θέας σκηψάμενος, καὶ ταύτῃ τὸν βασιλέα βουκολήσας, ὡς τὸ πολυθρύλλητον τῆς οἰκοδομίας ἔργον ὀψόμενος, μετὰ πλείστης ἐκεῖθεν ἀπῆρε τιμῆς, τοῦ βασιλέως αὐτῷ καὶ ὀχήματα καὶ τὴν ἄλλην ἀπονείμαντος θεραπείαν.

Συναπῆρε δὲ αὐτῷ καὶ Θεογόνιος ὁ Νικαίας, κοινωνὸς ὧν, ὡς καὶ πρόσθεν εἰρήκαμεν, τῶν πονηρῶν βουλευμάτων. Ἀφικόμενοι δὲ εἰς Ἀντιόχειαν, καὶ τὸ τῆς φιλίας περιθέμενοι προσωπεῖον, θεραπείας ἀπήλαυσαν ὅτι μάλιστα πλείστης. Ὁ γὰρ τῆς ἀληθείας πρόμαχος ὁ μέγας Εὐστάθιος πᾶσαν αὐτοῖς ἀδελφικὴν φιλοφροσύνην προσήνεγκεν. Ἐπειδὴ δὲ

968
τοὺς ἱεροὺς κατέλαβον τόπους, καὶ τοὺς ὁμόφρονας ἐθεάσαντο, Εὐσέβιόν τε τὸν Καισαρείας, καὶ τὸν Σκυθοπολίτην Πατρόφιλον, καὶ τὸν Λύδδης Ἀέτιον, καὶ τὸν Λαοδικείας Θεόδοτον, καὶ τοὺς ἄλλους ὅσοι τὴν λώβην ἐδέξἁ??ʼτο τὴν Ἀρείου, ἐμήνυσάν τε τὸ τυρευόμενον, καὶ σὺν αὐτοῖς τὴν Ἀντιόχου κατέλαβον.

Καὶ τὸ μὲν πρόσχημα τῆς τῶν ἄλλων ἐπιδημίας προπόμπιος ἦν τιμή: τὸ δὲ καττυόμενον, ὁ κατὰ τῆς εὐσεβείας πόλεμος. Γύναιον γὰρ ἑταιρικὸν τὴν ὥραν ἀπεμπολοῦν μισθωσάμενοι, καὶ τὴν γλῶτταν αὐτοῖς ἀποδόσθαι πείσαντες, συνῆλθον εἰς τὸ συνέδριον.

Εἶτα τοὺς ἄλλους ἅπαντας ἕξω γενέσθαι κελεύσαντες, τὸ τρισάθλιον εἰσήγαγον γύναιον. Ἡ δὲ παιδίον ὑπότιτθον ὑποδεικνῦσα, ἐκ τῆς Εὐσταθίου συνουσίας ἔλεγε τοῦτο καὶ συνειληφέναι καὶ τετοκέναι, καὶ ἀνέδην ἐβόα. Ὁ δὲ τῆς συκοφαντίας τὸ προφανὲς ἐπιστάμενος, εἴ τινα ἔχοι τούτου συνίστορα, ἄγειν εἰς μέσον ἐκέλευσεν. Ἐκείνης δὲ μηδένα σχεῖν μάρτυρα τῆς κατηγορίας λεγούσης, ὅρκον προὔτειναν οἱ δικαιότατοι δικασταί: καίτοι τοῦ νόμου διαῤῥήδην βοῶντος, ἐπὶ δύο καὶ τριῶν μαρτύρων εἷναι βέβαια τὰ λεγόμενα: καὶ ἄντικρυς τοῦ Ἀποστόλου κελεύοντος, μηδὲ κατὰ πρεσβυτέρου γινομένην γραφὴν δίχα δύο ἢ τριῶν μαρτύρων προσδέχεσθαι.

Ἀλλὰ τῶν θείων οὗτοι νόμων καταφρονήσαντες, ἀμάρτυρον κατ̓ ἀνδρὸς τοσούτου κατηγορίαν ἐδέξαντο.

Ἐπειδὴ δὲ οἷς εἷπεν ἐκείνη τὸν ὅρκον προστέθεικε βοῶσα, ἧ μὴν Εὐσταθίου τὸ βρέφος εἶναι, ὡς κατὰ μοιχοῦ λοιπὸν οἱ φιλαλήθεις τὴν ψῆφον ἐξήνεγκαν. Τῶν δὲ ἄλλων ἀρχιερέων, παρῆσαν γὰρ οὐκ ὀλίγοι, καὶ τῶν ἀποστολικῶν ὑπερμαχοῦντες δογμάτων, καὶ τὰ τυρευθέντα παντάπασιν ἀγνοοῦντες, προφανῶς ἀντιλεγόντων, καὶ τὸν μέγαν Εὐστάθιον τὴν ψῆφον ἐκείνην τὴν παράνομον δέξασθαι κωλυόντων, πρὸς τὸν βασιλέα τὴν ταχίστην οἱ τὸ δρᾶμα συντεθεικότες ἀπῆλθον, καὶ πείσαντε; αὐτὸν, ὡς ἀληθὴς ἡ γραφὴ καὶ δικαία τῆς καθαιρέσεως ἡ ψῆφος, μοιχὸν ὁμοῦ καὶ τύραννον ἐξελαθῆναι παρασκευάζουσι τὸν τῆς εὐσεβείας καὶ σωφροσύνης ἀγωνιστήν.

Καὶ ἐκεῖνος μὲν διὰ τῆς Θρᾴκης εἰς Ἰλλυρικὴν πόλιν ἀπήχθη.

Περὶ τῶν μετὰ τὴν ἔξοδον τοῦ ἁγίου Εὐσταθίου καταστάντων ἐν Ἀντιοχείᾳ ἐπισκόπων αἱρετικῶν.

Οὗτοι δὲ πρῶτον μὲν ἀντ̓ αὐτοῦ χειροτονοῦσιν Εὐλάλιον τούτου δὲ ὀλίγον ἐπιβιώσαντος χρόνον, Εὐσέβιον μεταθεῖναι τὸν Παλαιστῖνον ἠθέλησαν.

Ἐπεὶ δὲ καὶ αὐτὸς ἐξέφυγε τὴν μετάθεσιν, καὶ βασιλεὺς διεκώλυσεν, Εὐφρόνιον προεβάλοντο. Καὶ τούτου δὲ τελευτήσαντος, ἐνιαυτὸν γὰρ καὶ μῆνας

969
ὀλίγους μετὰ τὴν χειροτονίαν ἐβίω, Φλακίτῳ τῆς Ἐκκλησίας ἐκείνης τὴν προεδρίαν παρέδοσαν. Πάντες δὲ ὁμοίως τὴν Ἀρείου λώβην εἶχον ἐγκεκρυμμένην.

Διά τοι τοῦτο πλεῖστοι τῶν εὐσεβεῖν προαιρουμένων, καὶ τῶν ἱερωμένων, καὶ τῶν πολλῶν, τοὺς ἐκκλησιαστικοὺς καταλελοιπότες συλλόγους, πρὸς ἑαυτοὺς συνηθροίζοντο. Εὐσταθιανοὺς δὲ τούτους ὠνόμαζον ἅπαντες, ἐπειδὴ μετὰ τὴν ἔξοδον τὴν ἐκείνου συνέστησαν. Τὸ μέντοι τρισάθλιον ἐκεῖνο γύναιον νόσῳ χαλεπωτάτῃ καὶ μακροτάτῃ περιπεσὸν, ἐξέφηνε τὴν ἐπιβουλὴν, καὶ τὴν τραγῳδίαν ἐγύμνωσεν, οὐ δύο καὶ τρεῖς, ἀλλὰ παμπόλλους τῶν ἱερέων τὰ τυρευθέντα διδάξασα. Ἔφη γὰρ ἐπὶ χρήμασι τὴν σοκοφαντίαν ἐκείνην τετολμηκέναι: καὶ τὸν μέντοι ὅρκον μὴ πάμπαν εἶναι ψευδῆ: Εὐσταθίου γάρ τινος χαλκέως γεγενῆσθαι τὸ βρέφος.

Ταῦτα μὲν οὗν ἐν Ἀντιοχείᾳ παρὰ τῆς βελτίστης ἐτολμήθη συμμορίας.

Περὶ τῆς Ἰνδῶν πίστεως.

Παρὰ δὲ Ἰνδοῖς κατὰ τοῦτον ἀνέτειλε τὸν χρόνον τῆς θεογνωσίας τὸ φῶς. Τῆς γὰρ τοῦ βασιλέως ἀνδρίας καὶ εὐσεβείας πανταχοῦ θρυλλουμένης, καὶ τῶν ἐν κύκλῳ βαρβάρων τὴν εἰρήνην αἱρεῖσθαι πρὸ τοῦ πολέμου τῇ πείρᾳ μεμαθηκότων, ἀδεῶς ἀλλήλοις ἅπαντες ἐπεμίγνυντο, καὶ πολλοὶ μὲν ἱστορίας χάριν, πολλοὶ δὲ ἐμπορίας, τὰς μακρὰς ἀποδημίας ἐστέλλοντο.

Τότε τις Τύριος, τῆς θύραθεν φιλοσοφίας μετέχων, τὴν ἐσχάτην Ἰνδίαν ἱστορῆσαι ποθήσας, σὺν δύο μειρακίοις ἀδελφιδοῖς ἐξεδήμησεν. Ὥν ἐπόθησε δὲ τυχὼν, ναυτιλίᾳ χρώμενος ἐπανῄει: ὑδρείας δὲ χάριν εἴς τινα λιμένα τοῦ σκάφους προσορμισθέντος, βάρβαροι προσπεσόντες τοὺς μὲν κατεπόντισαν, τοὺς δὲ ἐξηνδραπόδισαν. Καὶ ἐκεῖνος μὲν τοῖς τεθνεῶσι συνηριθμήθη: τὰ δὲ μειράκια προσηνέχθη τῷ βασιλεῖ. Τούτων ὁ μὲν Αἰδέσιος, ὁ δὲ Φρουμέντιος ὠνομάζετο. Πεῖραν δὲ τούτων τῷ χρόνῳ λαβὼν ὁ τῆς γῆς ἐκείνης κρατῶν, καὶ ἀγχίνους ἰδὼν, τῆς οἰκίας ἐπιμελεῖσθαι προσέταξεν. Εἰ δέ τις ἀπιστεῖ τοῖς λεγομένοις, τὰ κατὰ τὸν Ἰωσὴφ καὶ τῆς Αἰγύπτου τὴν βασιλείαν σκοπησάτω: πρὸς δὲ τούτοις, καὶ τοῦ προφήτου ἀναμιμνησκέσθω Δανιὴλ, καὶ τῶν τριῶν ἐκείνων τῆς εὐσεβείας ἀγωνιστῶν. Καὶ γὰρ ἐκεῖνοι δορυάλωτοι γενόμενοι τὴν Βαβυλωνίων ἡγεμονίαν παρέλαβον. Τοῦ δὲ βασιλέως τετελευτηκότος, τῷ παιδὶ τῷ ἐκείνου συνῆσαν, πλείονος τιμῆς ἀπολαύοντες. Εὐσεβίᾳ δὲ συντεθραμμένοι, τοὺς αὐτόσε τῶν ἐμπόρων ἀφικνουμένους κατὰ τὸ Ῥωμαίων ἔθος συναγείρεσθαί τε, καὶ τὰς θείας ἐπιτελεῖν λειτουργίας προέτρεπον. Χρόνου δὲ συχνοῦ διελθόντος, προσίασι τῷ βασιλεῖ, καὶ τῆς εὐνοίας ἀπαιτοῦσι μισθὸν, τὴν εἰς τὴν ἐνεγκοῦσαν ἐπάνοδον.

Τούτου δὲ τυχόντες, εἰς τὴν Ῥωμαίων ἀφίκοντο γῆν:

972
καὶ ὁ μὲν Αἰδέσιος τὴν Τύρον κατέλαβεν: ὁ δὲ Φρουμέντιος τὴν περὶ τὰ θεῖα σπουδὴν τῆς τῶν γεγεννηκότων προτετίμηκε θέας: καὶ τὴν Ἀλεξάνδρου καταλαβὼν πόλιν, τὸν τῆς Ἐκκλησίας ἐδίδαξε πρόεδρον, ὡς Ἰνδοὶ λίαν ποθοῦσι τὸ νοερὸν εἰσδέξασθαι φῶς. Ἀθανάσιος δὲ τηνικαῦτα τῆς Ἐκκλησίας ἐκείνης κατεῖχε τοὺς οἴακας: ὅς τῶν διηγημάτων ἐκείνων ἀκούσας: Καὶ τίς σου, ἔφη, ἄμεινον καὶ τὴν τῆς ἀγνοίας τὴν ἀχλὺν ἀποσκεδάσει τοῦ ἔθνους, καὶ τοῦ θείου κηρύγματος αὐτοῖς ἀποίσει τὴν αἴγλην; Ταῦτα εἰπὼν, καὶ τῆς ἀρχιερατικῆς αὐτῷ χάριτος μεταδοὺς, εἰς τὴν τοῦ ἔθνους ἐξέπεμψε γεωργίαν.

Ὁ δὲ, καὶ τὴν πατρίδα καταλιπὼν, καὶ τοῦ μεγίστου πελάγους καταφρονήσας, κατέλαβε μὲν τὸ ἀγεώργητον ἔθνος: ἐγεώργησε δὲ προθύμως, συνεργὸν ἔχων τὴν θεόσδοτον χάριν: ἀποστολικαῖς γὰρ κεχρημένος θαυματουργίαις, τοὺς ἀντιλέγειν τοῖς λόγοις πειρωμένους ἐθήρευε, καὶ ἡ τερατουργία μαρτυροῦσα τοῖς λεγομένοις, παμπόλλους καθ̓ ἑκάστην ἡμέραν ἐζώγρει.

Περὶ τῆς Ἰβήρων πρὸς τὴν εὐσέβειαν ποδηγίας.

Ἰνδῶν μὲν οὖν ὁ Φρουμέντιος πρὸς θεογνωσίαν ἐγένετο ποδηγός. Ἴβηρας δὲ κατὰ τὸν αὐτὸν χρόνον γυνὴ δορυάλωτος πρὸς τὴν ἀλήθειαν ἐξενάγησεν.

Αὕτη γὰρ προσευχῇ μὲν ἐχρῆτο διηνεκεῖ: εὐνὴ δὲ ἦν αὐτῇ καὶ στρωμνὴ μαλακὴ, σάκκος ἐπὶ τοῦ δαπέδου καθηπλωμένος: τρυφὴν δὲ ἄκραν τὴν νηστείαν ἐνόμιζεν. Οὗτος ὁ πόνος τῶν ἀποστολικῶν αὐτῇ μεταδέδωκε χαρισμάτων. Ἐπειδὴ γὰρ οἱ βάρβαροι, τῆς ἰατρικῆς σπανίζοντες ἐπιστήμης, εἰώθασιν ἀῤῥωστοῦντες πρὸς ἀλλήλους φοιτᾷν, καὶ παρά τῶν ἤδη νενοσηκότων, καὶ τῆς ἀῤῥωστίας ἀπαλλαγέντων, μανθάνειν τῆς ὑγείας τὸν τρόπον, ἀφίκετό τις γυνὴ πρὸς τὴν ἀξιέπαινον ἅνθρωπον, παιδίον ἄῤῥωστον ἔχουσα, καὶ μαθεῖν τὸ πρακτέον ἀντιβολοῦσα.

Ἡ δὲ τοῦτο λαβοῦσα καὶ εἰς τὴν εὐνὴν ἀνακλίνασα, ἱκέτευε τὸν τῶν ὅλων Δημιουργὸν νεῦσαι καὶ λῦσαι τὴν νόσον. Ὁ δὲ τὴν ἱκετείαν δεξάμενος, παρέσχε τὴν ὑγείαν. Ἐντεῦθεν ἡ θαυμασία γυνὴ πολυθρύλλητος γέγονεν: οὐδὲ γὰρ τὴν τοῦ βασιλέως ὁμόζυγα τὸ γεγενημένον διέλαθε. Παραυτίκα δὲ αὐτὴν μετεπέμψατο: ὑπό τινος γὰρ καὶ αὐτὴ χαλεποῦ κατείχετο πάθους. Ἡ δὲ μετρίῳ κεχρημένη τῷ φρονήματι, τῆς βασιλίδος τὴν αἴτησιν οὐκ ἐδέξατο.

Ἀλλ̓ ὑπὸ τῆς χρείας ἐκείνη βιαζομένη, τὴν βασιλικὴν ἀξίαν εἰς νοῦν λαβεῖν οὐκ ἠθέλησεν, ἀλλ̓ αὐτὴ πρὸς τὴν δορυάλωτον ἔδραμεν. Ἡ δὲ πάλιν, ἐπὶ τῆς εὐτελοῦς εὐνῆς αὐτὴν κατακλίνασα, φάρμακον ἀλεξίκακον προσενήνοχε τῷ πάθει τὴν προσευχήν.

Ἡ δὲ βασιλὶς τῆς θεραπείας μισθὸν προσεκόμιζεν ὅν ἐνόμιζεν ἀξιόκτητον, χρυσὸν καὶ ἄργυρον, καὶ χιτῶνας, καὶ ἀμπεχόνας, καὶ ὅσα τῆς βασιλικῆς ἐστι δῶρα φιλοτιμίας. Ἡ δὲ θεία γυνὴ τούτων ἔφη μὴ δεῖσθαι: μέγαν δὲ ἡγεῖσθαι μισθὸν, τὴν τῆς εὐσεβείας ἐπίγνωσιν. Καὶ προσέφερεν ὡς ἐνῆν τὰ θεῖα

973
παιδεύματα, καὶ θεῖον ἀνεγεῖραι παρεγγυᾷ νεὼν τῷ σεσωκότι Χριστῷ. Τούτων ἐκείνη ἀκούσασα, κατέλαβε τὰ βασίλεια, καὶ παραυτίκα μὲν ἐξέπληξε τὸν ὁμόζυγα τῷ συντόμῳ τῆς θεραπείας: εἶτα τοῦ Θεοῦ τῆς αἰχμαλώτου τὴν δύναμιν ἐδήλου, καὶ παρεκάλει τοῦτον μόνον εἰδέναι Θεὸν, καὶ νεὼν αὐτῷ παρασκευάσαι, καὶ ἅπαν εἰς τὴν τούτου θεραπείαν μεταθεῖναι τὸ ἔθνος. Ὁ δὲ τὸ μὲν εἰς τὴν ὁμόζυγα θαῦμα γεγενημένον εὐφήμει: τὸν δὲ νεὼν οὐκ ἤθελε δείμασθαι.

Ὀλίγου δὲ διελθόντος χρόνου, αὐτὸς μὲν εἰς θήραν ἐξῆλθεν. Ὁ δὲ φιλάνθρωπος αὐτὸν Δεσπότης κατὰ τὸν Παῦλον ἐθήρευσε. Ζόφος γὰρ αὐτῷ ἐξαπίνης προσπεσὼν, οὐκ εἵα ποῤῥωτέρω προβαίνειν. Καὶ οἱ μὲν θηρεύοντες τῆς ἀκτῖνος συνήθως ἀπήλαυον: οὗτος δὲ μόνος ἀποληφθεὶς, τοῖς τῆς ἀορασίας ἐπεδέθη δεσμοῖς. Ἐν ἀπορίᾳ δὲ ὥν, πόρον εὗρε τῆς σωτηρίας: εὐθὺς γὰρ εἰς νοῦν τὴν ἀπείθειαν λαβὼν, καὶ τὸν τῆς αἰχμαλώτου Θεὸν καλέσας ἐπίκουρον, ἀπηλλάγη τοῦ ζόφου, καὶ τὴν ἀξιάγαστον ἐκείνην καταλαβὼν δορυάλωτον, παρεκάλει δεῖξαι τῆς οἰκοδομίας τὸ σχῆμα. Ὁ δὲ τὸν Βεσελεὴλ τῆς ἀρχιτεκτονικῆς σοφίας ἐμπλήσας, καὶ ταύτην ἠξίωσε χάριτος, ὡς τὸν θεῖον διαγράψαι νεών. Καὶ ἡ μὲν διέγραφεν: οἱ δὲ ὤρυττόν τε καὶ ᾠκοδόμουν. Ἐπειδὴ δὲ ἐτελέσθη τὸ οἰκοδόμημα, καὶ ὄροφος ἐπετέθη, καὶ μόνων ἐδεῖτο τῶν ἱερέων, εὗρε καὶ τούτου πόρον ἡ θαυμασία γυνή. Ἔπεισε γὰρ τοῦ ἔθνους τὸν ἡγούμενον πρὸς τὸν Ῥωμαίων πρεσβεύσασθαι βασιλέα, καὶ αἰτήσασθαι πεμφθῆναι σφίσι διδάσκαλον εὐσεβείας.

Ὁ μὲν οὗν δεξάμενος τὴν εἰσήγησιν τοὺς πρεσβευσομένους ἐξέπεμψεν. Ὁ δὲ βασιλεὺς τῆς αἰτήσεως τὴν αἰτίαν μαθὼν, Κωνσταντῖνος δὲ ἦν, ὁ τῆς εὐσεβείας θερμότατος ἐραστὴς, φιλοφροσύνης μὲν παμπόλλης τοὺς πρέσβεις ἠξίωσεν: ἄνδρα δὲ πίστει, καὶ συνέσει, καὶ βίῳ κοσμούμενον, καὶ τῆς ἀρχιερωσύνης ἠξιωμένον, κήρυκα τῷ ἔθνει τῆς θεογνωσίας ἐξέπεμψε, μετὰ δώρων ὅτι μάλιστα πλείστων.

Ταύτης μὲν οὗν τῆς προμηθείας τοὺς ᾐτηκότας ἠξίωσε. Τῶν ἐν Περσίδι δὲ τῆς εὐσεβείας τροφίμων αὐτομάτως προὐνοήθη. Μαθὼν γὰρ αὐτοὺς ὑπὸ τῶν δυσσεβῶν ἐξελαύνεσθαι, καὶ τὸν ἐκείνων βασιλέα, τῇ πλάνῃ δεδουλωμένον, παντοδαπὰς αὐτοῖς καττύειν ἐπιβουλὰς, ἀπέστειλε, καὶ παραινῶν εὐσεβεῖν, καὶ τοὺς εὐσεβοῦντας τιμῆς ἀπολαύειν αἰτῶν. Ἄμεινον δὲ τὴν τοῦ γεγραφότος σπουδὴν ἐπιδείξει τὰ γράμματα.

Ἐπιστολὴ Κωνσταντίνου βασιλέως πρὸς Σαπώρην τὸν Περσῶν βασιλέα, περὶ τῆς τοῦ λαοῦ τοῦ Θεοῦ προνοίας.

Τὴν θείαν πίστιν φυλάσσων, τοῦ τῆς ἀληθείας φωτὸς μεταλαγχάνω: τῷ ἀληθείας φωτὶ ὁδηγούμενος, τὴν θείαν πίστιν ἐπιγινώσκω. Τοιγάρτοι τούτοις, ὡς τὰ πράγματα βεβαιοῖ, τὴν ἁγιωτάτην θρησκείαν γνωρίζω

976
διδάσκαλον τῆς ἐπιγνώσεως τοῦ ἁγιωτάτου Θεοῦ. Ταύτην τὴν λατρείαν ἔχειν ὁμολογῶ. Τούτου τοῦ Θεοῦ τὴν δύναμιν σύμμαχον ἔχων, ἐκ τῶν περάτων τοῦ ὠκεανοῦ ἀρξάμενος, πᾶσαν ἐφεξῆς τὴν οἰκουμένην βεβαίαις ἐλπίσι διήγειρα, ὡς ἅπαντα ὅσα ὑπὸ τοσούτοις τυράννοις δεδουλωμένα, ταῖς καθημεριναῖς συμφοραῖς ἐνδόντα, ἐξίτηλα ἐγεγόνει, ταῦτα προσλαβόντα τὴν τῶν κοινῶν ἐκδικίαν, ὥσπερ ἔκ τινος θεραπείας ἀναζωπυρηθῆναι. Τοῦτον τὸν Θεὸν πρεσβεύω, οὗ τὸ σημεῖον ὁ τῷ Θεῷ ἀνακείμενός μου στρατὸς ὑπὲρ ὤμων φέρει, καὶ ἐφ̓ ἅπερ ὁ τοῦ δικαίου λόγος παρακαλεῖ, κατευθύνεται, ἐξ αὐτῶν δὲ ἐκείνων περιφανέσι τροπαίοις αὐτίκα τὴν χάριν ἀντιλαμβάνω . Τοῦτον τὸν Θεὸν ἀθανάτῳ μνήμῃ τιμᾷν ὁμολογῶ: τοῦτον ἀκραιφνεῖ καὶ καθαρᾷ διανοίᾳ ἐν τοῖς ἀνωτάτω τυγχάνειν ὑπεραυγάζομαι: τοῦτον ἐπικαλοῦμαι γόνυ κλίνας, φεύγων μὲν πᾶν αἷμα βδελυκτὸν, καὶ ὀσμὰς ἀηδεῖς καὶ ἀποτροπαίους ἐκκλίνων, πᾶσάν τε γεώδη λαμπηδόνα: οἷς πᾶσιν ἡ ἀθέμιτος καὶ ʽ??ʼῤῥητος πλάνη χραινομένη, πολλοὺς τῶν ἐθνῶν καὶ ὅλα γένη κατέῤῥιψε, τοῖς κάτω μέρεσι παραδοῦσα. Ἅ γὰρ τῶν ὅλων Θεὸς προνοίᾳ τῶν ἀνθρώπων διὰ φιλανθρωπίαν οἰκείαν χρείας ἕνεκα εἰς τοὐμφανὲς παρήγαγε, ταῦτα πρὸς τὴν ἑκάστου ἐπιθυμίαν ἕλκεσθαι οὐδαμῶς ἀνέχεται. Καθαρὰν δὲ μόνην διάνοιαν καὶ ψυχὴν ἀκηλίδωτον παρὰ ἀνθρώπων ἀπαιτεῖ, τὰς τῆς ἀρετῆς καὶ εὐσεβείας πράξεις ἐν τούτοις σταθμώμενος. Ἐπιεικείας γὰρ καὶ ἡμερότητος ἔργοις ἀρέσκεται, πράους φιλῶν, μισῶν τοὺς ταραχώδεις: ἀγαπῶν τὴν πίστιν, ἀπιστίαν κολάζων: πᾶσαν μετ̓ ἀλαζονείας δυναστείαν καταῤῥηγνὺς, ὕβριν ὑπερηφάνων τιμωρεῖται: τοὺς ὑπὸ τύφου ἐπαιρομένους ἐκ βάθρων ἀναιρεῖ, ταπεινόφροσι καὶ ἀνεξικάκοις τὰ πρὸς ἀξίαν νέμων.

Οὕτω καὶ βασιλείαν δικαίαν περὶ πολλοῦ ποιούμενος, ταῖς παῤ ἑαυτοῦ ἐπικουρίαις κρατύνει, σύνεσίν τε βασιλικὴν τῷ γαληναίῳ τῆς εἰρήνης διαφυλάττει.

Οὔ μοι δοκῶ πλανᾶσθαι, ἀδελφέ μου, τοῦτον εἷναι Θεὸν ὁμολογῶν, πάντων ἀρχηγὸν καὶ Πατέρα, ὅν πολλοὶ τῶν τῇδε βασιλευσάντων, μανιώδεσι πλάναις ὑπαχθέντες, ἐπεχείρησαν ἀρνήσασθαι. Ἀλλ̓ ἐκείνους ἅπαντας τοιοῦτον τιμωρὸν τέλος κατανάλωσεν, ὡς πᾶν τὸ μετ̓ ἐκείνους ἀνθρώπων γένος τὰς ἐκείνων συμφορὰς ἀντ̓ ἄλλου παραδείγματος ἐπαράτους τοῖς τὰ ὅμοια ζηλοῦσι τίθεσθαι. Τούτων

977
ἐκείνων ἔνα ἡγοῦμαι γεγονέναι, ὅν καθάπερ τις σκηπτὸς ἡ θεία μῆνις τῶν τῇδε ἀπελάσασα, τοῖς ὑμετέροις μέρεσι παραδέδωκε, τῆς ἐπ̓ αὐτῷ αἰσχύνης πολυθρύλλητον τὸ παῤ ὑμῖν τρόπαιον ἀποφήναντα.

Ἀλλὰ γὰρ ἔοικεν εἰς καλὸν προκεχωρηκέναι, τὸ καὶ ἐν τῷ καθ̓ ἡμᾶς αἰῶνι τὴν τῶν τοιούτων τιμωρίαν περιφανῆ δειχθῆναι. Ἐπεῖδον γὰρ καὶ αὐτὸς ἐκείνων τὰ τέλη, τῶν ἔναγχος ἀθεμίτοις προστάγμασι τὸν τῷ Θεῷ ἀνακείμενον λαὸν ἐκταραξάντων.

Διὸ δὴ καὶ πολλὴ χάρις τῷ Θεῷ, ὅτι τελείᾳ προνοίᾳ πᾶν τὸ ἀνθρώπινον, τὸ θεραπεῦον τὸν θεῖον νόμον, ἀποδοθείσης αὐτῷ τῆς θείας εἰρήνης ἀγάλλεται καὶ γαυριᾷ. Ἐντεῦθεν καὶ ἡμῖν αὐτοῖς πεπίστευται, ὅτι κάλλιστα καὶ ἀσφαλέστατα ἔχει ἅπαντα, ὁπότε διὰ τῆς ἐκείνων καθαρᾶς τε καὶ δοκίμου θρησκείας, ἐκ τῆς περὶ τὸ Θεῖον συμφωνίας, πάντα εἰς αὐτὸν ἀγείρειν ἀξιοῖ. Τούτῳ τῷ καταλόγῳ τῶν ἀνθρώπων, λέγω δὴ τῶν Χριστιανῶν, ὑπὲρ γὰρ τούτων ὁ πᾶς μοι λόγος, πῶς οἴει με ἥδεσθαι ἀκούοντα ὅτι καὶ τῆς Περσίδος τά κράτιστα ἐπὶ πλεῖστον ὥσπερ ἐστί μοι βουλομένῳ κοσμεῖται, σοί τε οὖν ὡς ὅτι κάλλιστα, ἐκείνοις τε ὡσαύτως ὑπάρχει τὰ κάλλιστα: ὅτι ἐστί σοι κἀκείνοις.

Οὕτως γοῦν ἕξεις τὸν τῶν ὅλων Δεσπότην πρᾶον ἵλεώ τε καὶ εὐμενῆ. Τούτους τοιγαροῦν, ἐπειδὴ τοσοῦτος εἷ, σοὶ παρατίθεμαι, τοὺς αὐτοὺς τούτους, ὅτι καὶ εὐσεβείᾳ ἐπίσημος εἶ, ἐγχειρίζω. Τούτους ἀγάπα ἁρμοδίως τῆς αὐτοῦ φιλανθρωπίας. Σαυτῷ τε γὰρ καὶ ἡμῖν ἀπερίγραπτον δώσεις διὰ τῆς πίστεως τὴν χάριν. Τοσαύτην ὁ πάντα ἄριστος βασιλεὺς τῶν εὐσεβείᾳ κοσμουμένων ἐποιεῖτο φροντίδα, οὐ μόνων τῶν ὑπηκόων ἐπιμελούμενος, ἀλλὰ καὶ τῶν ὑφ̓ ἕτερα σκῆπτρα τελούντων εἰς δύναμιν προμηθούμενος. Διά τοι τοῦτο καὶ αὐτὸς τῆς θείας κηδεμονίας ἀπήλαυε, καὶ τῆς τε Εὐρώπης ἀπάσης, καὶ τῆς Λιβύης, πρὸς δὲ ταύταις καὶ τοῦ πλείστου τῆς Ἀσίας κατέχων τὰς ἡνίας, εὔνους εἶχεν τοὺς ἀρχομένους, καὶ τῷ χαλινῷ μεθ̓ ἡδονῆς πειθομένους. Καὶ μὲν δὴ καὶ τῶν βαρβάρων, οἱ μὲν ἑκόντες ἐδούλευον, οἰ δὲ πολέμῳ κρατούμενοι. Καὶ πανταχοῦ τρόπαια ἵστατο, καὶ νικηφόρος ὁ βασιλεὺς ἀνεδείκνυτο. Ἀλλὰ ταῦτα μὲν καὶ ἕτεροι διὰ πλειόνων εὐφήμησαν: ἡμεῖς δὲ τῆς προκειμένης ἱστορίας ἐχώμεθα. Ὁ μὲν οὖν πανεύφημος βασιλεὺς τὰς

980
ἀποστολικὰς φροντίδας ἐν τῇ ψυχῇ περιέφερεν. Οἱ δέ γε τῆς ἱερωσύνης ἠξιωμένοι, οὐ μόνον οἰκοδομεῖν οὐκ ἐβούλοντο, ἀλλὰ καὶ αὐτὰ τὰ τῆς Ἐκκλησίας ἀνορύττειν ἐπεχείρουν θεμέλια. Τοὺς γὰρ δὴ τούτων μετὰ τῶν ἀποστολικῶν ἡγουμένους δογμάτων, παντοδαπὰς συκοφαντίας ὑφαίνοντες, καθαιροῦντες ἐξήλαυνον. Οὐ γὰρ δὴ ἔλαβον κόρον τοῦ φθόνου, τὸ πολυθρύλλητον ἐκεῖνο κατὰ Εὐσταθίου τοῦ μεγάλου δρᾶμα συντεθεικότες: ἀλλὰ καὶ ἄλλον πύργον μέγιστον τῆς εὐσεβείας ὑπορύττειν ἐπεχείρουν, καὶ τὰς παντοδαπὰς προσέφερον μηχανάς. Ἐν συντόμῳ δὲ καὶ τήνδε τὴν τραγῳδίαν ὡς ἔνι μάλιστα διηγήσομαι.

Περὶ τῆς κατὰ τοῦ θείου Ἀθανασίου τυρευθείσης ἐπιβουλῆς.

Ἀλεξάνδρου τοῦ θαυμασίου ἐπισκόπου, ὃς τὴν Ἀρείου κατηγωνίσατο βλασφημίαν, τοῦ βίου τὸ τέρμα κατειληφότος μετὰ μῆνας πέντε τῆς ἐν Νικαίᾳ συνόδου, τὴν τῆς Ἀλεξανδρέων Ἐκκλησίας Ἀθανάσιος διεδέξατο προεδρίαν, ἀνὴρ παιδόθεν μὲν τοῖς θείοις μαθήμασι παιδευθεὶς, ἐν ἑκάστῃ δὲ τάξει τῶν ἐκκλησιαστικῶν χορῶν γενόμενος ἀξιάγαστος.

Οὗτος ἐν τῇ μεγάλῃ συνόδῳ τοὺς ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἀγῶνας ἀναδεξάμενος, παρὰ μὲν τῶν τῆς ἀληθείας εὐφημεῖτο προμάχων, τῶν δέ τε ἀντιπάλων, ὡς ἀνταγωνιστὴς, ἐχθρὸς ἐγένετο καὶ πολέμιος. Συνῆν δὲ Ἀλεξάνδρῳ τῷ πανευφήμῳ, νέος μὲν ὣν τὴν ἡλικίαν, τοῦ χοροῦ δὲ τῶν διακόνων ἡγούμενος. Ταύτην αὐτοῦ τὴν ὑπὲρ τῆς ἀληθείας προθυμίαν τῇ πείρᾳ μεμαθηκότες οἱ τῷ μονογενεῖ Θεῷ πολεμεῖν ἐγνωκότες, καὶ γνόντες τῆς Ἀλεξανδρέων Ἐκκλησίας ἐγχειρισθέντα τοὺς οἴακας, κατάλυσιν τῆς σφετέρας δυνάμεως ὑπέλαβον τὴν ἐκείνου ἡγεμονίαν. Τούτου δὲ ἕνεκα τοιόνδε τι μηχανῶνται.

Ἐπεὶ Μελέτιος ἐκεῖνος, ὃν ἡ ἐκ Νικαίᾳ σύνοδος ἀπεκήρυξεν, ἐπέμενε κυκῶν καὶ ταράττων τήν τε Θηβαΐδα καὶ τὴν ταύτῃ πελάζουσαν Αἴγυπτον, τῶν τούτου στασιωτῶν τινας μισθωσάμενοι, ἵν̓ ᾖ ἀνύποπτον τῆς κατηγορίας τὸ σχῆμα, πείθουσι πρὸς βασιλέα δραμεῖν, καὶ συκοφαντίας ὑφᾶναι, ὡς Ἀθανάσιος τελωνεῖ μὲν τὴν Αἴγυπτον, τὸ δὲ συναθροιζόμενον χρυσίον ἀνδρί τινι τυραννίδα κατασκευάζοντι χορηγεῖ. Καὶ τὰς βασιλέως ἐξαπατήσαντες ἀκοὰς, εἰς τὴν Κωνσταντινούπολιν τὸν Ἀθανάσιον ἤγαγον. Ὁ δὲ ἀφικόμενος, διήλεγξε τῶν κατηγόρων τὸ ψεῦδος, καὶ τὴν θεόθεν ἐγχειρισθεῖσαν ἀπέλαβεν Ἐκκλησίαν. Δηλοῖ δὲ ταῦτα καὶ ʽ??ʼ ὁ βασιλεὺς πρὸς τὴν Ἀλεξανδρέων ἔγραψεν Ἐκκλησίαν, ὦν τὸ τελευταῖον μέρος ἐνθήσω τῇ συγγραφῇ.

Μέρος ἐπιστολῆς Κωνσταντίνου τοῦ βασιλέως πρὸς Ἀλεξανδρέας.

Οὐδὲν ἴσχυσαν οἱ πονηροὶ, κατὰ τοῦ ἐπισκόπου ὑμῶν, ἐμοὶ πιστεύσατε, ἀδελφοὶ, οὐδὲν ἕτερον ἐσπουδάκασιν, ἢ ἵνα κατατρίψαντες τοὺς ἡμετέρους χρόνους,

981
μηδεμίαν χώραν ἐν τῇ ζωῇ ταύτῃ μεταμελείας ἔχωσιν. Ἐπικουρήσατε τοίνυν ὑμῖν αὐτοῖς, παρακαλῶ, τὸ φίλτρον τὸ ὑμέτερον ἀγαπήσατε, καὶ παντὶ σθένει διώξατε τοὺς τὴν τῆς ὑμετέρας ὁμονοίας χάριν ἀφανίζειν ἐπιθυμοῦντας: καὶ πρὸς τὸν Θεὸν ἀπιδόντες, ὑμᾶς αὐτοὺς ἀγαπᾶτε.

Ἐγὼ γὰρ τὸν ὑμέτερον ἐπίσκοπον Ἀθανάσιον ἀσμένως προσηκάμην, οὕτω τε προσεφθεγξάμην, ὡς ἅνθρωπον αὐτὸν εἶναι Θεοῦ πεπεισμένος.

Ἄλλη κατὰ Ἀθανασίου ἐπιβουλή.

Ἀλλ̓ οὐδὲ οὕτως οἱ δυσσεβεῖς ἐνετράπησαν, ἀλλ̓ ἕτερον ἐξύφηναν δρᾶμα, ᾧ προσόμοιον οὐδεὶς τῶν πάλαι γεγενημένων τραγῳδοποιῶν ἢ κωμῳδοποιῶν διέπλασε πώποτε. Κατηγόρους γὰρ πάλιν ἐκ τῆς αὐτῆς συμμορίας μισθωσάμενοι, προσάγουσι τῷ βασιλεῖ βοῶντας ἀνοσιουργίας ἀῤῥήτους τετολμηκέναι πολλάς τὸν τῆς ἀρετῆς ἀθλητήν.

Ἡγεῖτο δὲ τούτων Εὐσέβιός τε, καὶ Θεογόνιος, καὶ Θεόδωρος ὁ Περίνθιος: Ἡράκλειαν δὲ νυνὶ τὴν Πέρινθον ὀνομάζουσιν: οὐκ ἀνεκτὰ ταῦτα εἶναι λέγοντες, οὐδὲ ἀκοαῖς φορητά. Πείθουσι δὴ οὖν τὸν βασιλέα σύνοδον ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἀθροῖσαι, ἔνθα δὴ πλείους ἦσαν οἱ δυσμενεῖς, κἀκεῖσε κριθῆναι κελεῦσαι τὸν Ἀθανάσιον. Πεισθεὶς δὲ ὡς ἱερεῦσιν ὁ βασιλεὺς, παντάπασι γὰρ ἠγνόει τὰ τυρευόμενα, τοῦτο γενέσθαι προσέταξεν. Ἀλλ̓ ὁ θεῖος Ἀθανάσιος, τὴν τῶν δικαζόντων δυσμένειαν ἐπιστάμενος, οὐχ ʽ??ʼκεν εἰς τὸ συνέδριον. Ἐντεῦθεν δὴ πλείονα πρόφασιν εἰς συκοφαντίαν λαβόντες, καὶ τὸν κατὰ τῆς ἀληθείας ἀναδεξάμενοι πόλεμον, πρὸς ταῖς ἄλλαις παρανομίαις, τυραννίδος αὐτὸν καὶ θρασύτητος ἐπὶ τοῦ βασιλέως ἐγράψαντο. Καὶ οὐ πάμπαν τῆς ἐλπίδος ἐψεύσθησαν. Ἐκ γὰρ δὴ τῶν εἰρημένων θυμωθεὶς ὁ πραότατος βασιλεὺς, ἐπέστειλεν αὐτῷ, τὴν ὀργὴν ὑποφαίνων, καὶ καταλαβεῖν τὴν Τύρον παρεγγυῶν.

Ἐκεῖσε γὰρ προσέταξεν ἀθροισθῆναι τὴν σύνοδον, ὑποπτεύσας, ὡς οἶμαι, τὸν Ἀθανάσιον ὑφορᾶσθαι τὴν Καισαρέων, διὰ τὸν ἐκείνης ἡγούμενον. Ἔγραψε δὲ καὶ τῇ συνόδῳ ἅπερ ἐχρῆν ἐπιστεῖλαι τὸν εὐσεβείᾳ κοσμούμενον. Ἔστι δὲ ταῦτα:

Ἐπιστολὴ βασιλέως Κωνσταντίνου πρὸς τὴν ἐν Τύρῳ σύνοδον.

Κωνσταντῖνος Σεβαστὸς τῇ ἁγίᾳ συνόδῳ τῇ κατὰ Τύρον.

Ἦν μὲν ἴσως ἀκόλουθον, καὶ τῇ τῶν καιρῶν εὐκαιρίᾳ μάλιστα πρέπον, ἀστασίαστον εἶναι τὴν καθολικὴν Ἐκκλησίαν, καὶ πάσης λοιδορίας τοὺς τοῦ Χριστοῦ νῦν ἀπηλλάχθαι θεράποντας. Ἐπειδή δὲ οὐχ ὑγιοῦς φιλονεικίας οἴστρῳ τινὲς ἐλαυνόμενοι, οὐ γὰρ ἂν εἴποιμι βιοῦντες ἑαυτῶν ἀναξίως, τὰ πάντα συγχέειν ἐπιχειροῦσιν, ὅπερ πάσης συμφορᾶς ἐπέκεινα κεχωρηκέναι μοι δοκεῖ: τούτου χάριν θέοντας

984
ὑμᾶς, τὸ τοῦ λόγου, προτρέπομαι, χωρίς τινος ὑπερθέσεως εἰς ταὐτὸ συνδραμεῖν, καὶ πληρῶσαι τὴν σύνοδον, ἐπαμῦναι τοῖς χρήζουσιν ἐπικουρίας, τοὺς ἀδελφοὺς ἰατρεῦσαι κινδυνεύοντας, εἰς ὁμόνοιαν ἐπαναγαγεῖν τὰ διεστῶτα τῶν μελῶν, διορθώσασθαι τὰ πλημμελούμενα ὡς καιρὸς ἐπιτρέπει: ἵνα ταῖς τοσαύταις ἐπαρχίαις τὴν πρέπουσαν ἀποδῶτε συμφωνίαν, ἥν, φεῦ τῆς ἀτοπίας %5 ἐλαχίστων ἀνθρώπων ἀπώλεσεν ὑπεροψία. Ὅτι δὲ τοῦτο καὶ τῷ Δεσπότῃ τῶν ὅλων Θεῷ ἐστιν ἄρεστον, καὶ ἡμῖν πάσης εὐχῆς ὑπέρτερον, καὶ ὑμῖν αὐτοῖς, ἐὰν γε: τὴν εἰρήνην ἀνακαλέσησθε, οὐ τῆς γε τυχούσης ἄξιον εὐδοξίας, ἅπαντας ἀνθρώπους συνομολογεῖν ἡγοῦμαι. Μὴ τοίνυν μέλλετε λοιπὸν, ἀλλ̓ ἐπιτείναντες ἐντεῦθεν ἤδη τὰ τῆς προθυμίας, τοῖς προκειμένοις ὅρον ἐπιθεῖναι σπουδάσατε τὸν προσήκοντα, μετὰ πάσης εἰλικρινείας δηλαδὴ καὶ πίστεως συνελθόντες, ἢν ἑκασταχοῦ μονονουχὶ φωνὴν ἀφιεὶς ὁ Σωτὴρ ἐκεῖνος, ᾧ λατρεύομεν, ἀπαιτεῖ μάλιστα. Παῤ ἡμῶν δὲ οὐδὲν τῶν εἰς τὴν ἐμὴν εὐλάβειαν ἡκόντων ἐνδεήσει.

Πάντα μοι πέπρακται ὅσα γράφοντες ἐδηλώσατε.

Ἐπέστειλα πρὸς οὓς ἐβουλήθητε τῶν ἐπισκόπων, ἵνα παραγενόμενοι κοινωνήσωσιν ὑμῖν τῶν φροντισμάτων. Ἀπέστειλα Διονύσιον τὸν ἀπὸ ὑπατικῶν, ὅς καὶ τοὺς ὀφείλοντας εἰς τὴν σύνοδον ἀφικέσθαι μεθ̓ ὑμῶν ὑπομνήσει, καὶ τῶν πραττομένων, ἐξαιρέτως δὲ τῆς εὐταξίας κατάσκοπος παρέσται.

Ἐὰν γάρ τις, ὡς ἔγωγε οὐκ οἶμαι, τὴν ἡμετέραν κέλευσιν καὶ νῦν διακρούσασθαι πειρώμενος, μὴ βουληθῇ παραγενέσθαι, ἐντεῦθεν παῤ ἡμῶν ἀποσταλήσεται, ὅς ἐκ βασιλικοῦ προστάγματος αὐτὸν ἐκβαλὼν, ὡς οὐ προσῆκεν ὅροις αὐτοκράτορος ὑπὲρ τῆς ἀληθείας ἐξενεχθεῖσιν ἀντιτείνειν διδάξει. Λοιπὸν ἔσται τῆς ὑμετέρας ὁσιότητος ἔργον, ὁμογνώμονι κρίσει, μήτε πρὸς ἀπέχθειαν, μήτε πρὸς χάριν, ἀκολούθως τε τῷ ἐκκλησιαστικῷ καὶ ἀποστολικῷ κανόνι, τοῖς πλημμεληθεῖσιν, εῖτ̓ οὖν κατὰ σφάλμα συμβεβηκόσι, τὴν ἀρμόττουσαν θεραπείαν ἐπινοῆσαι. Ἵνα καὶ πάσης βλασφημίας ἐλευθερώσητε τὴν Ἐκκλησίαν, καὶ τὰς ἐμὰς ἐπικουφίσητε φροντίδας, καὶ τὴν τῆς εἰρήνης χάριν τοῖς νῦν στασιαζομένοις ἀποδόντες, μεγίστην εὔκλειαν ὑμῖν αὐτοῖς προξενήσητε.

Ὁ Θεὸς ὑμᾶς διαφυλάττοι, ἀδελφοὶ ἀγαπητοί. Οὕτω δὴ τῶν ἐπισκόπων εἰς τὴν Τύρον συναυλισθέντων, ἀφίκοντο μὲν καὶ ἄλλοι τινὲς δογμάτων διαφθορὰν ἐγκαλούμενοι, ὧν εἶς ἦν καὶ Ἀσκληπᾶς ὁ Γαζαῖος. Ἀφίκετο δὲ καὶ Ἀθανάσιος ὁ θαυμάσιος. Βούλομαι δὲ πρῶτον τὴν τῆς κατηγορίας διηγήσασθαι τραγῳδίαν, εἶθ̓ οὕτως συγγράψασθαι τὰ κατὰ τὸ πολυθρύλλητον δικαστήριον.

Περὶ τῆς ἐν Τύρῳ γεγενημένης συνόδου.

Ἀρσένιός τις τῶν Μελετίου κοινωνικῶν ἐπίσκοπος

985
ἦν. Τοῦτον οἱ τῆς ἐκείνου συμμορίας κατακρύψαντες, λαθεῖν ἐπὶ πλεῖστον ἠξίωσαν. Εἶτα χεῖρα δεξ̔??ʼὰν ἀπό τινος σώματος ἐκτεμόντες νεκροῦ, καὶ ταύτην ἐν λάρνακι ξυλίνῃ τεταριχευμένην ἐνθέντες, πάντοσε περιέφερον, κατατετμῆσθαι λέγοντες τὸν Ἀρσένιον, καὶ μιαιφόνον ἀποκαλοῦντες τὸν Ἀθανάσιον. Ἀλλ̓ ὁ πάντα ἐφορῶν ὀφθαλμὸς οὐκ εἴασεν ἐπὶ πλεῖστον λαθεῖν τὸν Ἀρσένιον. Ἀλλὰ πρῶτον μὲν ἐν Αἰγύπτῳ καὶ Θηβἁ??ʼδι δῆλος γέγονεν ὅτι ζῇ. Ἔπειτα δὲ αὐτὸν εἰς τὴν Τύρον ἤγαγεν, ἔνθα ἡ τραγῳδουμένη χεὶρ ἐπὶ τῶν κριτῶν προεφέρετο. Τοῦτον οἱ Ἀθανασίου θηρεύσαντες σύνοικοι, ἤγαγόν τε, καὶ ἐν τῇ καταγωγῇ τέως λαθεῖν ἠνάγκασαν. Αὐτὸς δὲ ὁ μέγας Ἀθανάσιος ὑπὸ τὴν ἔω κατέλαβε τὸ συνέδριον. Καὶ πρῶτον μὲν γύναιον εἰσήγαγον ἀκολασίᾳ συνεζηκός.

Ἡ δὲ ἀναίδην ἐβόα, παρθενίαν μὲν ἐπηγγέλθαι λέγουσα, τὸν δὲ Ἀθανάσιον ἐπιξενωθέντα βιάσασθαι, καὶ ἄκουσαν διαφθεῖραι. Τούτων ὑπ̓ ἐκείνης εἰρημένων, εἰσῆλθε μὲν ὁ κατηγορούμενος, συνῆν δὲ αὐτῷ καὶ πρεσβύτερος ἀξιέπαινος: Τιμόθεος τούτῳ ὄνομα ἦν. Τῶν δὲ δικαστῶν ἀπολογήσασθαι πρὸς τὴν γραφὴν προστεταχότων τὸν Ἀθανάσιον, ὁ μὲν ἐσίγησεν, ὡς δῆθεν οὐκ ὢν Ἀθανάσιος: ὁ δὲ Τιμόθεος ἔφη πρὸς τὴν γυναῖκα: Ἐγώ σοι, ὦ γύναι, συνέτυχον π̔??ʼποτε, εἰς δὲ τὴν σὴν εἰσελήλυθα οἰκίαν; Ἡ δὲ ἀναιδέστερον ἐβόα τῷ Τιμοθέῳ διαμαχομένη, καὶ τὴν χεῖρα ἐξάγουσα, καὶ τῷ δακτύλῳ δεικνῦσα, καὶ λέγουσα: Σύ μου τὴν παρθενίαν ἀφείλου, σύ με τῆς σωφροσύνης ἐγύμνωσας, καὶ τ̓ ἄλλα ὅσα λέγειν εἰώθασιν αἱ δἰ ἀκολασίας ὑπερβολήν οὐκ ἔχουσαι τὴν αἰδώ. Οὕτω δὴ τῶν τὸ δρᾶμα συντεθεικότων καταισχυνθέντων, ἐρυθριασάντων δὲ καὶ τῶν δικαστῶν, ὅσοι συνίστορες ἦσαν, ἐξήγετο ἡ γυνή. Τότε δὴ ὁ μέγας Ἀθανάσιος ἔλεγε, μὴ χρῆναι ἀφεθῆναι τὸ γύναιον, ἀλλ̓ ἐξετάσαι, καὶ μαθεῖν τὸν ταῦτα συντεθεικότα. Οἱ δὲ ἐβόων, ἕτερα εἶναι κατηγορήματα χαλεπώτερα, οὐδαμῶς τέχνῃ τινὶ καὶ δεινότητι διαλυθῆναι δυνάμενα: ὄψις γὰρ, οὐκ ἀκοὴ, δικάσει τοῖς δεικνυμένοις. Ταῦτα εἰπόντες, τὴν πολυθρύλλητον ἐκείνην ὑπέδειξαν λάρνακα, καὶ τὴν τεταριχευμένην ἐγύμνωσαν χεῖρα. Τῶν δὲ θεασαμένων ἕκαστος ἀνεβόησεν, οἱ μὲν ἀληθὲς εἶναι τὸ μῦσος ὑπειληφότες, οἱ δὲ τὸ μὲν ψεῦδος εἰδότες, κεκρύφθαι δὲ τὸν Ἀρσένιον ἔτι νομίζοντες. Μόλις δὲ βραχείας γενομένης σιγῆς, ἤρετο τοὺς δικάζοντας ὁ κατηγορούμενος, εἵ τις ἐν αὐτοῖς εἴη τὸν Ἀρσένιον ἐπιστάμενος.

Πολλῶν δὲ εἰρηκότων ἀκριβῶς εἰδέναι τὸν ἄνδρα, ἐκέλευσε τοῦτον ἀχθῆναι, καὶ πάλιν ἤρετο, εἰ οὗτος ἐκεῖνος εἴη Ἀρσένιος, ὁ παῤ ἐμοῦ μὲν ἀνῃρημένος, παρὰ δὲ τούτων μετὰ σφαγὴν ὑβρισμένος, καὶ τῆς δεξιᾶς ἐστερημένος. Συνομολογησάντων δὲ αὐτῶν τοῦτον εἶναι, τῆς ἐφεστρίδος αὐτὸν γυμνώσας ὁ Ἀθανάσιος ὑπέδειξεν ἄμφω τὼ χεῖρε, καὶ τὴν δεξιὰν καὶ τὴν εὐώνυμον: Ἄλλην δὲ, ἔφη, ζητείτω μηδείς: δύο γὰρ ἀνθρώπων ἕκαστος

988
παρὰ τοῦ Ποιητοῦ τῶν ὅλων ἐδέξατο χεῖρας. Ἀλλα καὶ τούτων οὕτω δειχθέντων, καταδύεσθαι δέον τούς κατηγοροῦντας, καὶ τῶν δικαζόντων τοὺς συνειδότας, καὶ εὔχεσθαι χᾶναί σφισι τὴν γῆν, θορύβου καὶ στάσεως ἐνέπλησαν τὸ συνέδριον, γόητα καλοῦντες τὸν Ἀθανάσιον, καὶ τισι μαγγανείαις ἐξαπατᾷν αὐτὸν λέγοντες τῶν ἀνθρώπων τὰς ὄψεις: καὶ διασπᾷν ἐπεχείρουν καὶ κατασφάττειν οἱ τῆς μιαιφονίας πρὸ βραχέος κατηγοροῦντες. Ἀλλ̓ οἱ παρὰ βασιλέως τὴν τῆς εὐταξίας πρόνοιαν πιστευθέντες τὸν φόνον ἐκώλυσαν.

Ἐξαρπάσαντες γὰρ τὸν νικηφόρον, καὶ σκάφους ἐπιβῆναι παρασκευάσαντες, τὴν σωτηρίαν προὐξένησαν. Καὶ οὗτος μὲν τὸν βασιλέα καταλαβὼν πᾶσαν τὴν τολμηθεῖσαν ἐδίδαξε τραγῳδίαν.

Ἐκεῖνοι δὲ εἰς τὸν Μαρεώτην τῶν ὁμογνωμόνων τινὰς ἐπισκόπους ἀπέστειλαν: Θεογόνιόν φημι τὸν Νικαίας, καὶ Θεόδωρον τὸν Περίνθιον, καὶ Μάριν τὸν Χαλκηδόνιον, καὶ τὸν Κίλικα Νάρκισσον, καὶ τοὺς τούτων ὁμόφρονας. Ὁ δὲ Μαρεώτης χώρα τίς ἐστιν Ἀλεξανδρείας, τῆς λίμνης Μαρίας ἐπώνυμος. Ἐν ταύτῃ τὸ ψεῦδος ὑφήναντες, καί τινα ὑπομνήματα διαπλάσαντες, καὶ τὰς γυμνωθείσας συκοφαντίας ὡς ἀληθεῖς συνθέντες κατηγορίας, ἀπέστειλαν τῷ βασιλεῖ. Αὐτοὶ δὲ εἰς τὴν Αἰλίαν παρεγένοντο.

Περὶ τῶν ἐγκαινίων τῶν ἐν Ἱεροσολύμοις γεγενημένων, καὶ τῆς τοῦ ἁγίου Ἀθανασίου ἐξορίας.

Τὴν γὰρ δὴ σύνοδον ἅπασαν ἀπὸ τῆς Τύρου καταλαβεῖν τὴν Αἰλίαν ὀ βασιλεὺς παρηγγύησε, συνελθεῖν δὲ καὶ τοὺς ἄλλους ἅπαντας πανταχόθεν ἐκέλευσε, καὶ τοὺς ὑπ̓ αὐτοῦ δομηθέντας καθιερῶσαι νεώς. Συναπέλυσε δὲ καὶ τῶν εὐνουστέρων ἀρχόντων τινὰς, εὐσεβείᾳ καὶ πίστει λαμπρυνομένους, φιλοτίμως ἅπασι πάντα χορηγηθῆναι κελεύσας, οὐ μόνον ἀρχιερεῦσι καὶ τοῖς τούτοις συνεπομένοις, ἀλλὰ καὶ τοῖς δεομένοις ἅπασιν, οἳ πανταχόθεν συνέτρεχον.

Διεκοσμεῖτο δὲ καὶ τὸ θεῖον θυσιαστήριον βασιλικοῖς τε παραπετάσμασι, καὶ κειμηλίοις λιθοκολλήτοις χρυσοῖς. Οὕτω δὴ τῆς ἑορτῆς λαμπροτάτης γεγενημένης, οἱ μὲν εἰς τὰς οἰκείας ἐπανῆλθον πατρίδας, ὁ δὲ βασιλεὺς, τὴν τῆς πανηγύρεως μεμαθηκὼς φαιδρότητα καὶ πολυτέλειαν, θυμηδίας τε ἐνεπλήσθη, καὶ τῶν ἀγαθῶν τὸν Πρύτανιν ὕμνησεν, ὅτι καὶ ταύτην αὐτῷ τὴν αἴτησιν ἔδωκεν. Ἐπειδὴ δὲ προσῆλθεν Ἀθανάσιος τὴν ἄδικον ὀδυρόμενος κρίσιν, ἀφικέσθαι τοὺς αἰτιαθέντας τῶν ἐπισκόπων ἐκέλευσεν. Οἱ, δὲ παραγενόμενοι, καὶ τὸ τῶν ἐλέγχων προφανὲς ὑπειδόμενοι, τὰς μὲν προτέρας συκοφαντίας κατέλιπον: ἔφασαν δὲ τῷ βασιλεῖ, ἠπειληκέναι τὸν Ἀθανάσιον τὴν σιτοπομπίαν κωλύσειν. Τούτοις πιστεύσας τοῖς λόγοις ὁ βασιλεὺς, εἵς τινα πόλιν τῶν καλουμένων Γαλλιῶν αὐτὸν ἐξωστράκισε: Τρίβερις ὄνομα ταύτῃ. Τριακοστὸν δὲ τοῦτο ἦν αὐτῷ τῆς βασιλείας ἔτος.

989

Περὶ τῆς διαθήκης τοῦ μακαρίου Κωνσταντίνου βασιλέως.

Ἐνιαυτοῦ δὲ ἄλλου καὶ μηνῶν διεληλυθότων ὀλίγων, ἐν Νικομηδείᾳ τῆς Βιθυνίας διάγων ἠῤῥώστησε: τὸ δὲ τῆς ἀνθρωπίνης βιότητος ἄδηλον ἐπιστάμενος, τοῦ θείου βαπτίσματος τὸ δῶρον ἐδέξατο. Ἀνεβάλετο δὲ μέχρι τοῦδε τοῦ χρόνου, ἐν Ἰορδάνῃ τῷ ποταμῷ τούτου τυχεῖν ἱμειρόμενος. Οὗτος μὲν τρεῖς παῖδας κληρονόμους τῆς βασιλείας κατέλιπε, Κωνσταντῖνον, καὶ Κωνστάντιον, καὶ Κώνσταντα τὸν νεώτατον. Εἰς δὲ τὴν Ἀλεξάνδρειαν ἐπανελθεῖν τὸν μέγαν προσέταξεν Ἀθανάσιον: καὶ ταῦτα Εὐσεβίου παρόντος, καὶ τἀναντία πείθειν ἐπιχειροῦντος.

Ἀπολογία ὑπέρ τοῦ βασιλέως: Θαυμαζέτω δὲ μηδεὶς, εἰ τηλικούτους ἄνδρας ἐξαπατηθεὶς ἐξωστράκισεν. Ἀρχιερεῦσι γὰρ κρύπτουσι μὲν τὴν ἀλήθειαν, τὴν δὲ ἄλλην ἔχουσι περιφάνειαν, ἐξαπατῶσιν ἐπίστευσεν. Ἴσασι δὲ οἱ θεῖα πεπαιδευμένοι, ὡς καὶ ὁ θεῖος ἐξηπατήθη Δαβὶδ ὁ προφήτης: ἐξηπάτησε δὲ αὐτὸν οὐκ ἀρχιερεὺς, ἀλλ̓ οἰκέτης οἰκότριψ καὶ μαστιγίας, τὸν Σιβᾶ λέγω, τὸν κατὰ τοῦ Μεμφιβοσθὲ τὰ ψευδῆ τὸν βασιλέα διδάξαντα, καὶ τὸ ἐκείνου χωρίον σφετερισάμενον.

Καὶ ταῦτα λέγω, οὐ τοῦ Προφήτου κατηγορῶν, ἀλλ̓ ὑπὲρ τοῦδε τοῦ βασιλέως τὴν ἀπολογίαν προσφέρων, καὶ τῆς ἀνθρωπίνης φύσεως ἐπιδεικνὺς τὴν ἀσθένειαν, καὶ διδάσκων ὡς οὐ χρή μόνοις τοῖς κατηγοροῦσι πιστεύειν, κἂν ἄγαν ὦσιν ἀξιόχρεοι, ἀλλὰ θατέραν τῶν ἀκοῶν τῷ κατηγορουμένῳ φυλάττειν.

Περὶ τῆς τελευτῆς τοῦ αὐτοῦ βασιλέως.

Ὁ μὲν οὖν βασιλεὺς εἰς τὴν ἀμείνω βασιλείαν μετέστη.

Οἱ δὲ ὕπαρχοι καὶ οἱ στρατηγοὶ καὶ οἱ λοιποὶ ἅπαντες ἐν λάρνακι τοῦτον καταθέντες χρυσῇ, εἰς τὴν Κωνσταντινούπολιν μετεκόμισαν, τῆς στρατιᾶς ἀπάσης ἡγουμένης καὶ ἑπομένης καὶ πικρῶς ὀλοφυρομένης τὴν στέρησιν. Πατρὸς γὰρ ἠπίου πεῖραν εἰλήφεσαν ἄπαντες. Ὁπόσης δὲ τιμῆς τὸ σῶμα ἐκεῖνο τετύχηκε, καὶ ὁπόσον ἐν τοῖς βασιλείοις διέμεινε χρόνον, τῶν ἀρχόντων τὴν τοῦ παιδὸς περιμενόντων ἐπάνοδον, περιττὸν ἡγοῦμαι γράφειν, ἄλλων ταῦτα συγγεγραφότων, οἶς ῥᾴδιον ἐντυχεῖν, καὶ μαθεῖν ὅπως τῶν ὅλων ὁ Πρύτανις γεραίρει τοὺς εὔνους θεράποντας. Εἰ δὲ τις ἐκείνοις διαπιστεῖ, τὰ νῦν περὶ τὴν ἐκείνου θήκην καὶ τὸν ἀνδριάντα γινόμενα βλέπων, πιστευσάτω τοῖς γεγραμμένοις, καὶ τῷ φήσαντι Δεσπότῃ: Τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθενοῦντές με ἐξουθενωθήσονται.