Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τοῦ δὲ συνταραχθέντος τῷ δέει καὶ πρέσβεις ἐκπέμψαντος καὶ κοινὴν ἀμφοτέροις γενέσθαι τὴν βασιλείαν αἰτοῦντος, Ἰόβιος ὁ τῆς αὐλῆς ὕπαρχος παρὰ Ἀττάλου καθεσταμένος οὐδὲ ὄνομα καταλείψειν Ὁνωρίῳ βασιλείας ἔλεγεν Ἄτταλον, ἀλλ̓ οὐδὲ ὁλόκληρον ἕξειν τὸ σῶμα, νῆσόν τε αὐτῷ δώσειν εἰς οἴκησιν, πρὸς τῷ καὶ μέρος αὐτῷ τι τοῦ σώματος καταστήσειν πεπηρωμένον.

ἐκπλαγέντων δὲ πάντων ἐπὶ τῇ τῶν λόγων ἀλαζονείᾳ, καὶ τοῦ βασιλέως Ὁνωρίου πρὸς φυγὴν ὄντος ἑτοίμου καὶ ἐπὶ τούτῳ πλῆθος πλοίων οὐ μέτριον εἰς τὸν τῆς Ῥαβέννης λιμένα συναγαγόντος, ἓξ τάγματα στρατιωτῶν προσωρμίσθησαν, πάλαι

290
μὲν ἔτι περιόντος Στελίχωνος προσδοκώμενα, τότε δὲ πρὸς συμμαχίαν ἐκ τῆς ἑῴας παραγενόμενα, χιλιάδων ἀριθμὸν ὄντα τεσσάρων.

ἀνενεγκὼν δὲ ὥσπερ ἐκ κάρου βαθέος Ὁνώριος τοῖς μὲν ἐκ τῆς ἑῴας ἀφιγμένοις τὴν τῶν τειχῶν ἐπίστευε φυλακήν, ἐγνώκει δὲ τέως ἐπιμεῖναι τῇ Ῥαβέννῃ, μέχρις ἂν ἀκριβέστερον τὰ κατὰ τὴν Λιβύην αὐτῷ δηλωθείη, καὶ εἰ μὲν Ἡρακλειανὸς ὑπέρτερος γένοιτο, τῶν αὐτόθι πραγμάτων ὄντων ἐν ἀσφαλεῖ παντὶ τῷ στρατεύματι πολεμεῖν Ἀττάλῳ καὶ Ἀλλαρίχῳ, τῶν δὲ εἰς τὴν Λιβύην παῤ αὐτοῦ πεμφθέντων ἐλαττωθέντων ταῖς οὔσαις αὐτῷ ναυσὶ πρὸς Θεοδόσιον εἰς τὴν ἑῴαν ἐκπλεῦσαι καὶ τῆς τῶν ἑσπερίων βασιλείας ἐκστῆναι.