Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Καὶ ἡ μὲν τῆς Βρεττανίας καὶ τῶν ἐν Κελτοῖς ἐθνῶν ἀπόστασις, καθ̓ ὃν ἐτυράννει χρόνον ὁ Κωνσταντῖνος, ἐγένετο, τῶν βαρβάρων ἐπαναβάντων τῇ ἐκείνου περὶ τὴν ἀρχὴν ἐκμελείᾳ: κατὰ δὲ τὴν Ἰταλίαν Ἀλλάριχος οὐ τυχὼν ἐφ̓ οἷς ᾔτει τῆς εἰρήνης, οὐδὲ ὁμήρους λαβών, αὖθις ἐπῄει τῇ Ῥώμῃ, κατὰ κράτους αὐτὴν αἱρεῖν ἀπειλῶν, εἰ μὴ συμφρονήσαντες αὐτῷ κατὰ τοῦ βασιλέως Ὁνωρίου χωρήσαιεν.

καὶ ἐπειδὴ πρὸς τὴν αἴτησιν ὤκνουν, τὴν μὲν πόλιν ἐπολιόρκει, τὸν δὲ λιμένα καταλαβὼν καὶ ἡμέρας τινὰς ἐγκαρτερήσας τῇ τούτου πολιορκίᾳ τελευτῶν κύριος τούτου κατέστη. πᾶσαν δὲ αὐτόθι τὴν τῆς πόλεως τροφὴν ἀποκειμένην εὑρὼν δαπανήσειν αὐτὴν ἠπείλει περὶ τὸ οἰκεῖον στρατόπεδον, εἰ μὴ θᾶττον οἱ Ῥωμαῖοι τὰ προτεινόμενα πράξαιεν.

συνελθοῦσα τοίνυν ἡ γερουσία πᾶσα καὶ περὶ τοῦ πρακτέου βουλευσαμένη πᾶσιν ἐνέδωκεν οἷς Ἀλλάριχος ἐκέλευσεν: οὐδὲ γὰρ ἦν ἀποφυγὴ θανάτου μηδεμιᾶς τροφῆς διὰ τοῦ λιμένος τῇ πόλει χορηγουμένης.