Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Οὕτω τὰ κατὰ τὴν Γαλατίαν πᾶσαν οἰκονομήσας, Κώνσταντι τῷ πρεσβυτέρῳ τῶν παίδων τὸ τοῦ Καίσαρος σχῆμα περιθεὶς ἐπὶ τὴν Ἰβηρίαν ἐκπέμπει, καὶ τῶν αὐτόθι πάντων ἐθνῶν ἐγκρατὴς γενέσθαι βουλόμενος, ὥστε καὶ τὴν ἀρχὴν αὐξῆσαι καὶ ἅμα τὴν τῶν Ὁνωρίου συγγενῶν αὐτόθι δυναστείαν ἐκκόψαι:

δέος γὰρ αὐτὸν εἰσῄει μή ποτε δύναμιν συναγαγόντες τῶν αὐτόθι στρατιωτῶν αὐτοὶ μὲν αὐτῷ διαβάντες τὴν Πυρήνην ἐπέλθοιεν, ἀπὸ δὲ τῆς Ἰταλίας ὁ βασιλεὺς Ὁνώριος ἐπιπέμψας αὐτῷ τὰ στρατόπεδα τῆς τυραννίδος, κύκλῳ πανταχόθεν περιλαβών, παραλύσειεν. ἐπὶ τούτοις ὁ Κώνστας εἰς τὴν Ἰβηρίαν διέβη, στρατηγὸν μὲν Τερέντιον ἔχων, Ἀπολινάριον δὲ τῆς αὐλῆς ὕπαρχον, τῶν δὲ ἐν τῇ αὐλῇ τάξεων .

--- ἄρχοντάς τε πολιτικοὺς ἅμα καὶ στρατιωτικοὺς καταστήσας, ἄγει διὰ τούτων ἐκείνους οἳ γένει τῷ βασιλεῖ Θεοδοσίῳ προσήκοντες τὰ τῆς Ἰβηρίας συνετάραττον πράγματα, πρότερον μὲν πρὸς αὐτὸν Κώνσταντα διὰ τῶν ἐν

286
τῇ Λυσιτανίᾳ στρατοπέδων ἀράμενοι πόλεμον, ἐπεὶ δὲ πλεονεκτεῖσθαι συνῄσθοντο, πλῆθος οἰκετῶν καὶ γεωργῶν ἐπιστρατεύσαντες καὶ παρὰ βραχὺ καταστήσαντες αὐτὸν εἰς μέγιστον κίνδυνον.

ἀλλὰ κἀνταῦθα τῆς ἐλπίδος διαμαρτόντες Κώνσταντι σὺν ταῖς σφῶν γυναιξὶν ἦσαν ἐν φυλακῇ: ὅπερ ἀκηκοότες οἱ τούτων ἀδελφοὶ Θεοδοσίωλός τε καὶ Λαγώδιος, ὃ μὲν εἰς τὴν Ἰταλίαν διέφυγεν, ὃ δὲ εἰς τὴν ἑῴαν διασωθεὶς ἀνεχώρησε.