Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Νεβιογάστου δὲ τοῦ λειπομένου στρατηγοῦ λόγους τῷ Σάρῳ περὶ φιλίας προσάγοντος ἐδέχετο μὲν ὡς φίλον τὸν ἄνδρα, δοὺς δὲ καὶ λαβὼν ὅρκους ἀναιρεῖ παραχρῆμα, μηδένα

284
τῶν ὅρκων ποιησάμενος λόγον. Κωνσταντίνου δὲ στρατηγὸν καταστήσαντος Ἐδόβινχον, Φράγγον ὄντα τὸ γένος, Γερόντιόν τε ἀπὸ τῆς Βρεττανίας ὁρμώμενον, δείσας ὁ Σάρος τὴν τῶν στρατηγῶν τούτων περὶ τὰ πολέμια πεῖραν ὁμοῦ καὶ ἀνδρείαν ἀνεχώρησε τῆς Βαλεντίας, ἑπτὰ πολιορκήσας ταύτην ἡμέρας.

καταδραμόντων δὲ αὐτοῦ τῶν Κωνσταντίνου στρατηγῶν μετὰ μεγίστης δυναστείας, σὺν πολλῷ διεσώθη πόνῳ, τὴν λείαν ἅπασαν δωρησάμενος τοῖς περὶ τὰς Ἄλπεις ἀπαντήσασιν αὐτῷ Βακαύδαις, ὅπως εὐρυχωρίας παῤ αὐτῶν τύχῃ τῆς ἐπὶ τὴν Ἰταλίαν παρόδου.

Σάρου τοιγαροῦν οὕτως εἰς τὴν Ἰταλίαν διασωθέντος, συναγαγὼν ὁ Κωνσταντῖνος τὴν δύναμιν ἅπασαν ἔγνω φυλακὰς ἀρκούσας ἐγκαταστῆσαι ταῖς Ἄλπεσιν. ἦσαν δὲ αὗται τρεῖς, αἱ τὰς ἐπὶ τὴν Ἰταλίαν ἀπὸ Κελτῶν κἀκεῖθεν ἐπέκεινα ὁδοὺς ἀποκλείουσαι, Κοττία Ποινίνα Μαριτίμα. ταῦτα δὲ δἰ αἰτίαν τοιάνδε τῆς εἰρημένης μοι προνοίας ἠξίωσεν.