Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἔτι βασιλεύοντος Ἀρκαδίου, καὶ ὑπάτων ὄντων Ὁνωρίου τὸ ʽ??ʼ καὶ Θεοδοσίου τὸ ʽ??ʼ, οἱ ἐν τῇ Βρεττανίᾳ στρατευόμενοι στασιάσαντες ἀνάγουσι Μάρκον ἐπὶ τὸν βασίλειον θρόνον, καὶ ὡς κρατοῦντι τῶν αὐτόθι πραγμάτων

283
ἐπείθοντο. ἀνελόντες δὲ τοῦτον ὡς οὐχ ὁμολογοῦντα τοῖς αὐτῶν ἤθεσιν, ἄγουσι Γρατιανὸν εἰς μέσον, καὶ ἁλουργίδα καὶ στέφανον ἐπιθέντες ἐδορυφόρουν ὡς βασιλέα.

δυσαρεστήσαντες δὲ καὶ τούτῳ τέτταρσιν ὕστερον μησὶ παραλύσαντες ἀναιροῦσι, Κωνσταντίνῳ παραδόντες τὴν βασιλείαν. ὃ δὲ Ἰουστινιανὸν καὶ Νεβιογάστην ἄρχειν τῶν ἐν Κελτοῖς τάξας στρατιωτῶν ἐπεραιώθη, τὴν Βρεττανίαν καταλιπών: ἐλθὼν δὲ εἰς Βονωνίαν ʽπρώτη δὲ αὕτη πρὸς θαλάττῃ κεῖται, Γερμανίας οὖσα πόλις τῆς κάτὠ καὶ ἐν ταύτῃ διατρίψας ἡμέρας τινάς, πάντα τε οἰκειωσάμενος τὰ στρατεύματα μέχρι τῶν Ἄλπεων ὄντα τῶν ὁριζουσῶν Γαλατίαν καὶ Ἰταλίαν, ἀσφαλῶς ἔχεσθαι τῆς βασιλείας ἐδόκει.

κατὰ δὲ τούτους τοὺς χρόνους Σάρον τὸν στρατηγὸν ἐκπέμπει μετὰ στρατεύματος κατὰ Κωνσταντίνου Στελίχων. ὃ δὲ Ἰουστινιανῷ τῷ στρατηγῷ μετὰ τῆς σὺν αὐτῷ δυνάμεως ἀπαντήσας αὐτόν τε ἀναιρεῖ καὶ τῶν στρατιωτῶν τὴν πλείονα μοῖραν: καὶ λείας πολλῆς γενόμενος κύριος, ἐπειδὴ Κωνσταντῖνον αὐτὸν ἔγνω πόλιν καταλαβόντα Βαλεντίαν, ἀρκοῦσαν αὐτῷ πρὸς ἀσφάλειαν, εἰς πολιορκίαν κατέστησε.

Νεβιογάστου δὲ τοῦ λειπομένου στρατηγοῦ λόγους τῷ Σάρῳ περὶ φιλίας προσάγοντος ἐδέχετο μὲν ὡς φίλον τὸν ἄνδρα, δοὺς δὲ καὶ λαβὼν ὅρκους ἀναιρεῖ παραχρῆμα, μηδένα

284
τῶν ὅρκων ποιησάμενος λόγον. Κωνσταντίνου δὲ στρατηγὸν καταστήσαντος Ἐδόβινχον, Φράγγον ὄντα τὸ γένος, Γερόντιόν τε ἀπὸ τῆς Βρεττανίας ὁρμώμενον, δείσας ὁ Σάρος τὴν τῶν στρατηγῶν τούτων περὶ τὰ πολέμια πεῖραν ὁμοῦ καὶ ἀνδρείαν ἀνεχώρησε τῆς Βαλεντίας, ἑπτὰ πολιορκήσας ταύτην ἡμέρας.

καταδραμόντων δὲ αὐτοῦ τῶν Κωνσταντίνου στρατηγῶν μετὰ μεγίστης δυναστείας, σὺν πολλῷ διεσώθη πόνῳ, τὴν λείαν ἅπασαν δωρησάμενος τοῖς περὶ τὰς Ἄλπεις ἀπαντήσασιν αὐτῷ Βακαύδαις, ὅπως εὐρυχωρίας παῤ αὐτῶν τύχῃ τῆς ἐπὶ τὴν Ἰταλίαν παρόδου.

Σάρου τοιγαροῦν οὕτως εἰς τὴν Ἰταλίαν διασωθέντος, συναγαγὼν ὁ Κωνσταντῖνος τὴν δύναμιν ἅπασαν ἔγνω φυλακὰς ἀρκούσας ἐγκαταστῆσαι ταῖς Ἄλπεσιν. ἦσαν δὲ αὗται τρεῖς, αἱ τὰς ἐπὶ τὴν Ἰταλίαν ἀπὸ Κελτῶν κἀκεῖθεν ἐπέκεινα ὁδοὺς ἀποκλείουσαι, Κοττία Ποινίνα Μαριτίμα. ταῦτα δὲ δἰ αἰτίαν τοιάνδε τῆς εἰρημένης μοι προνοίας ἠξίωσεν.