Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν: Κωνσταντῖνος δὲ τῷ παιδὶ Κώνσταντι διάδημα περιθεὶς καὶ ἀντὶ τοῦ Καίσαρος βασιλέα πεποιηκώς, Ἀπολινάριον παραλύσας τῆς ἀρχῆς ἕτερον ἀντ̓ αὐτοῦ τῆς αὐλῆς ὕπαρχον ἀπέδειξεν. Ἀλλαρίχου δὲ ἐπὶ τὴν Ῥάβενναν ὡρμηκότος ὡς δὴ βεβαίως αὐτῷ πρὸς Ὁνώριον ἐσομένης εἰρήνης, ἕτερόν τι παῤ ἐλπίδα ἐμπόδιον εὗρεν ἡ τύχη, πρὸς τὰ συμβησόμενα τοῖς τῆς πολιτείας πράγμασιν ὁδῷ προϊοῦσα.

Σάρου μετὰ βαρβάρων εὐαριθμήτων ἐν τῷ Πικήνῳ διατρίβοντος καὶ μήτε Ὁνωρίῳ τῷ βασιλεῖ μήτε Ἀλλαρίχῳ προσθεμένου, δυσμενῶς ἔχων πρὸς αὐτὸν Ἀτάουλφος ἔκ τινος προλαβούσης ἀλλοτριότητος ἐπέρχεται πανστρατιᾷ τοῖς τόποις ἐν οἷς τὸν Σάρον συνέβαινεν

294
εἶναι. ταύτης αἰσθόμενος τῆς ἐφόδου, πρὸς μάχην τε ἀρκέσειν οὐκ οἰηθεὶς μόνων αὐτῷ τριακοσίων συνόντων ἀνδρῶν, ἔγνω δραμεῖν πρὸς Ὁνώριον καὶ κοινωνῆσαι τοῦ πρὸς Ἀλλάριχον πολέμου.