Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἀλλαρίχου δὲ τέως ἐμμένειν τοῖς πρὸς Ἄτταλον ὅρκοις ἐθέλοντος, ἀναιρεῖται μὲν Οὐάλης ὁ τῆς ἵππου στρατηγός, εἰς προδοσίας ἐμπεσὼν ὑποψίαν, ἐπῄει δὲ ταῖς Αἰμιλίας πόλεσιν Ἀλλάριχος ἁπάσαις, ὅσαι τὴν Ἀττάλου βασιλείαν ἑτοίμως δέξασθαι παρῃτήσαντο.

καὶ τὰς μὲν ἄλλας σὺν οὐδενὶ παρεστήσατο πόνῳ, Βονωνίαν δὲ πολιορκήσας, ἀνασχομένην ἡμέραις πολλαῖς οὐ δυνηθεὶς ἑλεῖν, ἐπὶ Λίγυας ἐχώρει, κἀκείνους Ἄτταλον δέξασθαι βασιλέα συναναγκάζων. Ὁνωρίου δὲ γράμμασι πρὸς τὰς ἐν Βρεττανίᾳ χρησαμένου πόλεις φυλάττεσθαι παραγγέλλουσι, δωρεαῖς τε ἀμειψαμένου

292
τοὺς στρατιώτας ἐκ τῶν παρὰ Ἡρακλειανοῦ πεμφθέντων χρημάτων, ὁ μὲν Ὁνώριος ἦν ἐν ῥᾳστώνῃ πάσῃ, τὴν τῶν ἁπανταχοῦ στρατιωτῶν ἐπισπασάμενος εὔνοιαν:

Ἡρακλειανοῦ δὲ τοὺς ἐν Λιβύῃ πάντας λιμένας φυλακῇ παντοίᾳ καταλαβόντος, καὶ μήτε σίτου μήτε ἐλαίου μήτε ἄλλου τινὸς τῶν ἐπιτηδείων εἰς τὸν τῆς Ῥώμης κομιζομένου λιμένα, λιμὸς ἐνέσκηψε τῇ πόλει χαλεπώτερος τοῦ προτέρου, τῶν ἐπ̓ ἀγορᾷ τὰ ὤνια προτιθέντων, ὅσα ἦν αὐτοῖς, ἀποκρυπτόντων ἐλπίδι τοῦ τὰ πάντων οἰκειώσασθαι χρήματα, τῆς κατ̓ ἐξουσίαν ὁριζομένης τιμῆς αὐτοῖς διδομένης.