Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἀλλάριχος μὲν οὖν ἐπὶ ταῖς οὕτω μετρίαις αἰτήσεσι περιυβρισθεὶς ἐπὶ τὴν Ῥώμην ἤλαυνε πανστρατιᾷ, τῇ κατ̓ αὐτῆς πολιορκίᾳ προσκαρτερήσων. ἐν τούτῳ δὲ παρὰ Κωνσταντίνου τοῦ τυραννήσαντος ἐν Κελτοῖς ἀφίκετο πρὸς Ὁνώριον κατὰ πρεσβείαν Ἰόβιος, παιδείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς διαπρέπων, βεβαιωθῆναι τὴν πρότερον ὁμολογηθεῖσαν εἰρήνην, καὶ ἅμα συγγνώμην ἕνεκα τῆς ἀναιρέσεως Διδύμου καὶ Βερηνιανοῦ τῶν συγγενῶν Ὁνωρίου τοῦ βασιλέως αἰτῶν: ἀπελογεῖτο γὰρ λέγων ὡς οὐ κατὰ προαίρεσιν ἀνῄρηνται Κωνσταντίνου.

συντεταραγμένον δὲ τὸν Ὁνώριον θεασάμενος, εὔλογον ἔφασκεν εἶναι ταῖς περὶ τὴν Ἰταλίαν ἐνασχολουμένῳ φροντίσιν ἐνδοῦναι: συγχωρούμενος δὲ πρὸς Κωνσταντῖνον ἐκδημῆσαι καὶ τὰ συνέχοντα τὴν Ἰταλίαν ἀγγεῖλαι, μετ̓ οὐ πολὺ καὶ αὐτὸν ἄξειν ἅμα παντὶ τῷ ἐν Κελτοῖς καὶ ἐν Ἰβηρίᾳ καὶ ἐν τῇ Βρεττανικῇ νήσῳ στρατεύματι, ταῖς κατὰ τὴν Ἰταλίαν καὶ τὴν Ῥώμην βοηθήσοντα περιστάσεσιν. καὶ ὁ μὲν Ἰόβιος ἐπὶ τούτοις ἀναχωρεῖν ἐπετράπη: τὰ δὲ ἐν Κελτοῖς οὔπω τῆς προσηκούσης ἀφηγήσεως ἀξιωθέντα δίκαιον ἄνωθεν, ὡς ἕκαστα ἐπράχθη, διεξελθεῖν.