Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ῥουφῖνος μὲν οὖν, ἀγγελθέντος αὐτῷ τοῦ περὶ τὴν

224
Ἑλλάδα πάθους, ἐπίδοσιν ἐλάμβανεν ἧς εἶχε περὶ τὴν βασιλείαν ἐπιθυμίας: συνταραττομένου γὰρ τοῦ πολιτεύματος οὐδὲν ἐμποδὼν ᾤετο αὑτῷ φανήσεσθαι πρὸς τὴν τοιαύτην ἐπιχείρησιν: Στελίχων δὲ ναυσὶ στρατιώτας ἐμβιβάσας τοῖς κατὰ τὴν Ἀχαῒαν δυστυχήμασιν ὥρμητο βοηθεῖν,καὶ τῇ Πελοποννήσῳ προσσχὼν εἰς Φολόην συμφυγεῖν τοὺς βαρβάρους ἠνάγκασε.

καὶ ῥᾷστα διέφθειρεν ἂν αὐτοὺς σπάνει τῶν ἐπιτηδείων, εἰ μὴ τρυφῇ καὶ μίμοις γελοίων ἥκιστά τε αἰσχυνομέναις γυναιξὶν ἐκδοὺς ἑαυτὸν ἀφῆκε τοὺς στρατιώτας, ὅσα καταλελοίπασιν οἱ βάρβαροι, ἁρπάζειν, τοῦ τε δοῦναι τοῖς πολεμίοις εὐρυχωρίαν ἀναχωρήσασι τῆς Πελοποννήσου μετὰ πάσης τῆς λείας εἰς τὴν Ἤπειρον διαβῆναι καὶ τὰς ἐν ταύτῃ λῄσασθαι πόλεις.

ὅπερ αὐτοὺς ὁ Στελίχων πεποιηκότας ἰδὼν ἄπρακτος ἐπὶ τὴν Ἰταλίαν ἀπέπλευσε, μείζονα καὶ χαλεπώτερα τοῖς Ἕλλησι κακὰ δἰ ὧν ἐπήγετο στρατιωτῶν ἐπιθείς. ἐπεὶ δὲ παρεγένετο, παραχρῆμα θάνατον ἔγνω Ῥουφίνῳ κατασκευάσαι τρόπῳ τοιῷδε. πρὸς τὸν βασιλέα ποιεῖται λόγους Ὁνώριον ὡς προσήκει τέλη τινὰ στρατιωτικὰ στεῖλαι πρὸς Ἀρκάδιον τὸν ἀδελφόν, ἐπαμυνοῦντα τοῖς ἐν τῇ ἐπικρατείᾳ τῇ τούτου κεκακωμένοις ἔθνεσι.

καὶ ὅπερ ἐγνώκει πράττειν ἐπιτραπεὶς ἔταττε τοὺς ἐπὶ τούτῳ σταλησομένους, Γαΐνην δὲ αὐτοῖς ἐπιστήσας ἡγεμόνα, ὅσα ἐπὶ Ῥουφίνου διενοεῖτο ἐξεῖπε. τῶν δὲ στρατιωτῶν ἤδη πλησίον τῆς Κωνσταντινουπόλεως ὄντων, φθάσας ὁ Γαΐνης ἀπήγγειλεν Ἀρκαδίῳ τῷ βασιλεῖ τὴν αὐτῶν παρουσίαν, καὶ ὡς παραγένοιντο τοῖς πράγμασι πεπονηκόσιν ἐφιέμενοι βοηθεῖν.

τοῦ δὲ βασιλέως ἡσθέντος ἐπὶ τῇ τούτων ἀφίξει, ὑπαντῆσαι τοῖς στρατιώταις εἰσιέναι μέλλουσι παρεκάλει τὸν βασιλέα Γαΐνης: ταύτης γὰρ τῆς τιμῆς ἠξιῶσθαι τοὺς στρατιώτας ἔλεγε σύνηθες εἶναι. πεισθέντος δὲ τοῦ βασιλέως καὶ πρὸ τῆς πόλεως ὑπαντήσαντος, εἵπετο

225
καὶ ὁ Ῥουφῖνος, οἷα τῆς αὐλῆς ὕπαρχος. ἐπεὶ δὲ προσκυνήσαντες τῆς προσηκούσης ἠξιώθησαν παρὰ τοῦ βασιλέως φιλοφροσύνης, δόντος Γαΐνου τὸ σύνθημα πάντες ὁμοῦ τὸν Ῥουφῖνον ἀπολαβόντες ἐν μέσῳ τοῖς ξίφεσι παίουσι:

καὶ ὅ μὲν ἀφῄρητο τῆς δεξιᾶς, ὃ δὲ τὴν ἑτέραν ἔκοπτεν, ὃ δὲ τὴν κεφαλὴν τοῦ τραχήλου χωρίσας ἀπῄει, παιᾶνας ᾅδων ἐπινικίους. ἐς τοσοῦτον δὲ ἐπετώθασαν ὥστε τὴν χεῖρα πανταχῇ τῆς πόλεως περιάγειν, αἰτεῖν τε ἀργύριον δοῦναι τῷ ἀπλήστῳ τοὺς προστυγχάνοντας.