Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τούτων δὲ πραχθέντων ὁ βασιλεὺς ὡς δὴ πολεμήσων Ἀλλαρίχῳ μυρίους εἰς συμμαχίαν Οὔννους ἐπεκαλεῖτο: τροφὴν δὲ τούτοις ἕτοιμον εἶναι παροῦσι βουλόμενος, σῖτον καὶ πρόβατα καὶ βόας τοὺς ἀπὸ τῆς Δελματίας εἰσφέρειν ἐκέλευεν. ἔπεμπε δὲ τοὺς κατασκοπήσοντας ὅπως τὴν ἐπὶ τὴν Ῥώμην ὁδὸν Ἀλλάριχος ποιεῖται, καὶ πανταχόθεν τὰς δυνάμεις συνήθροιζεν.

Ἀλλάριχος δὲ εἰς μετάμελον ἐλθὼν ἐπὶ τῇ κατὰ τῆς Ῥώμης ὁρμῇ, τοὺς κατὰ πόλιν ἐπισκόπους ἐξέπεμπε

281
πρεσβευσομένους ἅμα καὶ παραινοῦντας τῷ βασιλεῖ μὴ περιιδεῖν τὴν ἀπὸ πλειόνων ἢ χιλίων ἐνιαυτῶν τοῦ πολλοῦ τῆς γῆς βασιλεύουσαν μέρους ἐκδεδομένην βαρβάροις εἰς πόρθησιν, μηδὲ οἰκοδομημάτων μεγέθη τηλικαῦτα διαφθειρόμενα πολεμίῳ πυρί, θέσθαι δὲ τὴν εἰρήνην ἐπὶ μετρίαις σφόδρα συνθήκαις.

οὔτε γὰρ ἀρχῆς ἢ ἀξίας δεῖσθαι τὸν βάρβαρον, οὔτε τὰς πρότερον ἐπαρχίας ἔτι πρὸς οἴκησιν βούλεσθαι καὶ ἐπὶ τοῦ παρόντος λαβεῖν, ἀλλὰ μόνους ἄμφω Νωρικούς, ἐν ταῖς ἐσχατιαῖς που τοῦ Ἴστρου κειμένους, συνεχεῖς τε ὑφισταμένους ἐφόδους καὶ εὐτελῆ φόρον τῷ δημοσίῳ εἰσφέροντας, καὶ σῖτον ἐπὶ τούτοις ἔτους ἑκάστου τοσοῦτον ὅσον ἀρκεῖν ὁ βασιλεὺς οἰηθείη. συγχωρεῖν δὲ καὶ τὸ χρυσίον, εἶναί τε φιλίαν καὶ ὁμαιχμίαν αὐτῷ καὶ Ῥωμαίοις κατὰ παντὸς αἴροντος ὅπλα καὶ πρὸς πόλεμον κατὰ τῆς βασιλείας ἐγειρομένου.