Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τούτων ὁ Ῥουφῖνος αἰσθόμενος ἐκ πάσης ἐβουλεύετο μηχανῆς ἐκποδὼν γενέσθαι τῆς Στελίχωνος ἐπὶ τὴν ἑῴαν ὁρμῆς, καταλῦσαι δὲ οὐδὲν ἧττον καὶ ἀσθενεστέραν τὴν οὖσαν Ἀρκαδίῳ στρατιωτικὴν δύναμιν καταστῆσαι. ταῦτα δὴ πάντα πραγματευόμενος ἄνδρας εὗρε πρὸς ταῦτα πονηροτέρους ἤπερ ἐβούλετο, οἷς χρησάμενος μεγάλων ἦρξε τῇ Ῥωμαίων ἐπικρατείᾳ κακῶν. τὸ δὲ ὅπως ἐρῶ.

Μουσώνιος, Ἕλλην ἀνὴρ καὶ παιδείας ἥκων εἰς ἄκρον, τριῶν ἐγένετο παίδων πατήρ, οἷς ὀνόματα ἦν Μουσώνιος καὶ Ἀντίοχος καὶ Ἀξίοχος. ἀλλὰ Μουσώνιος μὲν καὶ Ἀξίοχος παιδείᾳ καὶ καλοκἀγαθίᾳ τὰς τοῦ πατρὸς ἐπεθύμουν παραδραμεῖν ἀρετάς, Ἀντίοχος δὲ πᾶσιν ἐνηβρύνετο τοῖς ἐναντίοις, αὐτὸ πονηρίας ὄργανον ὤν.

τοῦτον ἁρμόδιον οἷς ἐβούλετο Ῥουφῖνος εὑρὼν ἀνθύπατον καθίστησι τῆς Ἑλλάδος, ἕτοιμον έθέλων τοῖς ἐπιοῦσι βαρβάροις ποιῆσαι τὴν αὐτῆς ἀπώλειαν, Γεροντίῳ τὴν ἐν Θερμοπύλαις παραδοὺς φυλακήν, ὑπηρετησομένῳ ταῖς αὐτοῦ κατὰ τῆς πολιτείας ἐννοίαις.

ταῦτα Ῥοῦφῖνος πονηρευσάμενος, ἐπειδὴ στασιάζοντα καὶ ἀλλοτριώσαντα τῶν νόμων ἑαυτὸν ἐθεώρησεν Ἀλάριχον ʽἠγανάκτει γὰρ ὅτι μὴ στρατιωτικῶν ἡγεῖτο δυνάμεων ἀλλὰ μόνους εἶχε τοὺς βαρβάρους, οὓς Θεοδόσιος ἔτυχεν αὐτῷ παραδοὺς ὅτε σὺν αὐτῷ τὴν Εὐγενίου τυραννίδα καθεῖλἐ, τότε τοίνυν ἐσήμαινε δἰ ἀπορρήτων αὐτῷ προσωτέρω τοὺς σὺν αὐτῷ βαρβάρους ἤ ἄλλως σύγκλυδας ὄντας ἐξαγαγεῖν, ὡς ἑτοίμων ἁπάντων εἰς ἅλωσιν ἐσομένων.

ἐπὶ τούτοις Ἀλάριχος τῶν Θρᾴκης ἀπανίστατο τόπων, καὶ ἐπὶ Μακεδονίαν προῄει καὶ Θεσσαλίαν, πάντα καταστρεφόμενος τὰ ἐν μέσῳ. γενόμενος δὲ Θερμοπυλῶν

222
πλησίον ἔπεμπε λάθρᾳ πρὸς Ἀντίοχον τὸν ἀνθύπατον καὶ Γερόντιον τὸν ἐφεστηκότα τῇ Θερμοπυλῶν φυλακῇ τοὺς τὴν ἔφοδον ἀγγελοῦντας.

καὶ ὃ μὲν ἀπεχώρει μετὰ τῶν φυλάκων, ἐνδιδοὺς ἐλευθέραν καὶ ἀκώλυτον τὴν ἐπὶ τὴν Ἑλλάδα πάροδον τοῖς βαρβάροις: οἳ δὲ ἐπὶ λείαν ἕτοιμον τῶν ἀγρῶν καὶ παντελῆ τῶν πόλεων ἀπώλειαν ἐχώρουν, τοὺς μὲν ἄνδρας ἡβηδὸν ἀποσφάττοντες, παιδάρια δὲ καὶ γυναῖκας ἀγεληδὸν ἅμα τῷ πλούτῳ παντὶ λῃζόμενοι.

καὶ ἡ μὲν Βοιωτία πᾶσα, καὶ ὅσα μετὰ τὴν ἀπὸ Θερμοπυλῶν εἴσοδον Ἑλληνικὰ ἔθνη διῆλθον οἱ βάρβαροι, ἔκειντο τὴν ἐξ ἐκείνου μέχρι τοῦ νῦν καταστροφὴν διδόντα τοῖς θεωμένοις ὁρᾶν, μόνων Θηβαίων διὰ τὸ τῆς πόλεως ὀχυρὸν περισωθέντων, καὶ ὅτι σπεύδων τὰς Ἀθήνας ἑλεῖν Ἀλλάριχος οὐκ ἐπέμεινε τῇ τούτων πολιορκίᾳ.

Θηβαίων τοίνυν διὰ τοῦτο ἐκπεφευγότων ἐπὶ τὰς Ἀθήνας ἐχώρει, ῥᾷστα τὴν πόλιν οἰόμενος ἑλεῖν διὰ τὸ μέγεθος παρὰ τῶν ἔνδον φυλαχθῆναι οὐ δυναμένην, καὶ προσέτι τοῦ Πειραιῶς ἐχομένου σπάνει τῶν ἐπιτηδείων μετ̓ οὐ πολὺ τοὺς πολιορκουμένους ἐνδώσειν. ἀλλ̓ ὁ μὲν Ἀλλάριχος ἐν ταύταις ἦν ταῖς ἐλπίσιν, ἔμελλε δὲ ἡ τῆς πόλεως ἀρχαιότης καὶ ἐν οὕτω δυσσεβέσι καιροῖς θείαν τινὰ πρόνοιαν ὑπὲρ ἑαυτῆς ἐπισπᾶσθαι καὶ μένειν ἀπόρθητος.