Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ταύτην δεξάμενος Ἰόβιος τὴν ἐπιστολὴν οὐ καθ̓ ἑαυτὸν ἀνελίξας ἀνέγνω ταύτην ἀλλ̓ εἰς ἐπήκοον Ἀλλαρίχου. καὶ τὰ μὲν ἄλλα μετρίως ἤνεγκεν: ὡς δὲ ἀρνηθεῖσαν εἶδεν ἑαυτῷ τε καὶ τῷ γένει τὴν τῆς στρατηγίας ἀρχήν, ἀναστὰς εἰς ὀργὴν αὐτόθεν ἐπὶ τὴν Ῥώμην ἐλαύνειν τοὺς σὺν αὐτῷ βαρβάρους ἐκέλευσεν ὡς αὐτίκα τὴν εἰς αὐτὸν καὶ τὸ γένος ἅπαν ἀμυνούμενος ὕβριν.

Ἰόβιος δὲ ἀπορηθεὶς ἐπὶ τῷ παραλόγῳ τῶν τοῦ βασιλέως γραμμάτων εἰς τὴν Ῥάβενναν ἐπανῄει. βουλόμενος δὲ τῆς μέμψεως αὑτὸν ἀπολῦσαι κατέλαβεν ὅρκοις Ὁνώριον, ἦ μὴν εἰρήνην μή ποτ̓ ἔσεσθαι πρὸς Ἀλλάριχον, ἀλλ̓ ἄχρι παντὸς αὐτῷ πολεμήσειν. ὤμνυ δὲ καὶ αὐτὸς ὅρκον τῆς βασιλέως ἁψάμενος κεφαλῆς, καὶ τοὺς ἄλλους οἳ τὰς ἀρχὰς εἶχον ταὐτὸν ποιῆσαι παρασκευάσας.