Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Καταστήσας δὲ ὁ βασιλεὺς Εὐσέβιον μὲν ἀντὶ Τερεντίου φύλακα τοῦ κοιτῶνος, Οὐάλεντι δὲ τὴν ἀρχὴν ἣν εἶχε Τουρπιλλίων παραδούς, καὶ μετὰ Βιγελάντιον Ἀλλόβιχον

279
ἵππαρχον καταστήσας, τὴν μὲν τῶν στρατιωτῶν παύειν πως ἔδοξε στάσιν, Ἰόβιος δὲ ὁ τῆς αὐλῆς ὕπαρχος, πᾶσαν εἰς αὑτὸν τὴν παρὰ βασιλεῖ δύναμιν περιστήσας, ἔγνω πρέσβεις ἐκπέμψαι πρὸς Ἀλλάριχον, ἄχρι τῆς Ῥαβέννης αὐτὸν παραγενέσθαι σὺν Ἀταούλφῳ παρακαλοῦντας ὡς δὴ τῆς εἰρήνης αὐτόθι γενησομένης.

πεισθέντος δὲ τοῖς τοῦ βασιλέως καὶ τοῖς Ἰοβίου γράμμασιν Ἀλλαρίχου, παραγενομένου τε εἰς τὴν Ἀρίμηνον Ῥαβέννης ἀφεστῶσαν μιλίοις τριάκοντα, συνδραμὼν κατὰ ταύτην Ἰόβιος, ἅτε ἐν ταῖς Ἠπείροις πρόξενος καὶ φίλος Ἀλλαρίχῳ γεγενημένος, τοὺς περὶ τῶν συνθηκῶν ἐποιήσατο λόγους.

ἀπῄτει δὲ Ἀλλάριχος χρυσίον μὲν ἔτους ἑκάστου δίδοσθαί τι ῥητὸν καὶ σίτου τι χορηγεῖσθαι μέτρον, οἰκεῖν δὲ αὐτὸν ἅμα τοῖς σὺν αὐτῷ πᾶσι Βενετίας ἄμφω καὶ Νωρικοὺς καὶ Δελματίαν. ταῦτα ἐναντίον Ἀλλαρίχου γράψας Ἰόβιος ἐκπέμπει τῷ βασιλεῖ, δοὺς καὶ ἴδια πρὸς αὐτὸν γράμματα παραινοῦντα καταστῆσαι δυνάμεως ἑκατέρας στρατηγὸν Ἀλλάριχον, ὥστε ταύτης αὐτὸν τυχόντα τῆς θεραπείας χαλάσαι τι τῆς βαρύτητος τῶν συνθηκῶν καὶ ἐπὶ φορητοῖς καὶ μετρίοις ποιήσασθαι τὰς σπονδάς.

ταύτην δεξάμενος ὁ βασιλεὺς τὴν ἐπιστολὴν καταγινώσκει μὲν τῆς Ἰοβίου προπετείας, γράμμασι δὲ ἐχρῆτο πρὸς αὐτὸν δἰ ὧν ἐδήλου χρυσίου μὲν καὶ σίτου μέτρον αὐτὸν ὁρίσαι προσήκειν οἷα τῆς αὐλῆς ὕπαρχον ὄντα καὶ τὴν τῶν δημοσίων φόρων ἐπιστάμενον

280
δύναμιν, ἀξίαν δὲ ἢ στρατηγίαν μή ποτε Ἀλλαρίχῳ δώσειν ἤ τισι τῶν τῷ γένει προσηκόντων.