Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Κατὰ δὲ τὴν Ῥάβενναν εἰς στάσιν ἀναστάντες οἱ στρατιῶται τὸν ταύτης λιμένα καταλαμβάνουσι, σὺν οὐδενὶ κόσμῳ βοῶντες καὶ τὸν βασιλέα φανῆναι σφίσιν αἰτοῦντες. τοῦ δὲ φόβῳ τῆς στάσεως ἀποκρυβέντος, προελθὼν εἰς μέσον Ἰόβιος ὁ τῆς αὐλῆς ὕπαρχος, ἅμα καὶ τῇ τοῦ πατρικίου τετιμημένος ἀξίᾳ, ποιούμενος ἀγνοεῖν τὴν αἰτίαν τῆς στάσεως ʽκαίτοι γε αὐτὸς ἐλέγετο ταύτης αἴτιος εἶναι, κοινωνὸν ἔχων Ἀλλόβιχον εἰς τοῦτο τὸν τῶν ἱππέων ἡγούμενον δομεστίκων̓

278

ἀπῄτει λόγον αὐτοὺς ἀνθ̓ ὅτου πρὸς τοῦτο ἐξήχθησαν. ὡς δὲ παρὰ τῶν στρατιωτῶν ἤκουεν ὡς πᾶσα ἀνάγκη Τουρπιλλίωνα καὶ Βιγελάντιον αὐτοῖς ἐκδοθῆναι τοὺς στρατηγοὺς καὶ μετὰ τούτων Τερέντιον τὸν τῶν βασιλικῶν προεστῶτα κοιτώνων καὶ Ἀρσάκιον τὸν μετὰ τοῦτον τῇ τάξει καλούμενον, δείσαντος δὴ τοῦ βασιλέως τὴν τῶν στρατιωτῶν ἐπανάστασιν, κατὰ μὲν τῶν στρατηγῶν ἀειφυγίας ἐκφέρεται ψῆφος καὶ ἐμβληθέντες πλοίῳ παρὰ τῶν ἀπαγόντων ἀναιροῦνται ʽτοῦτο γὰρ ἦν αὐτοῖς κελεύσας Ἰόβιος:

ἐδεδίει γὰρ μή ποτε ἐπανελθόντες καὶ τὴν κατὰ σφῶν γνόντες ἐπιβουλὴν εἰς τὴν κατ̓ αὐτοῦ τὸν βασιλέα προκαλέσοιντο τιμωρίαν̓, Τερέντιος δὲ εἰς τὴν ἑῴαν ἐκπέμπεται, καὶ Ἀρσάκιος τὴν Μεδιόλανον οἰκεῖν ἐκληρώσατο.