Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ὀλύμπιον δὲ οἱ περὶ τὴν αὐλὴν εὐνοῦχοι πρὸς τὸν βασιλέα διαβαλόντες ὡς αἴτιον τῶν οὐ δεξιῶς συμβεβηκότων τῷ πολιτεύματι, παραλυθῆναι τῆς ἀρχῆς πεποιήκασιν. ὃ δὲ μὴ καὶ ἕτερόν τι πάθοι δεδιώς, φυγῇ χρησάμενος τὴν Δαλματίαν κατελάμβανεν. ὁ δὲ βασιλεὺς ὕπαρχον μὲν τὸν Ἄτταλον εἰς τὴν Ῥώμην ἐκπέμπει, πολὺν δὲ ποιούμενος λόγον τοῦ μὴ λαθεῖν τι τῶν εἰς τὸ ταμιεῖον ἐλθόντων, ἐκπέμπει Δημήτριον ἣν εἶχεν Ἄτταλος φροντίδα πληρώσοντα καὶ διερευνησόμενον τὰς οὐσίας ὅσαι τοῦ δημοσίου γεγόνασι.

πολλὰ δὲ περὶ τὰς ἀρχὰς καὶ ἄλλα καινοτομήσας, καὶ τοὺς μὲν πρότερον καταδυναστεύοντας ἐκβαλών, ἄλλοις δὲ τὰς ἀρχὰς παραδούς, ἔταξε καὶ Γενέριδον τῶν ἐν Δαλματίᾳ πάντων ἡγεῖσθαι, ὄντα στρατηγὸν καὶ τῶν ἄλλων ὅσοι Παιονίαν τε τὴν ἄνω καὶ Νωρικοὺς καὶ Ῥαιτοὺς ἐφύλαττον, καὶ ὅσα αὐτῶν μέχρι τῶν Ἄλπεων. ἦν δὲ ὁ Γενέριδος βάρβαρος μὲν τὸ γένος, τὸν δὲ τρόπον εἰς πᾶν ἀρετῆς εἶδος εὖ πεφυκώς, χρημάτων τε ἀδωρότατος.

οὗτος ἔτι τοῖς πατρῴοις ἐμμένων καὶ τῆς εἰς θεοὺς θρησκείας ἐκστῆναι οὐκ ἀνεχόμενος, ἐπειδὴ νόμος εἰσήχθη τοῖς οὐκ οὖσι Χριστιανοῖς ζώνην ἐν τοῖς βασιλείοις ἔχειν ἀπαγορεύων, τούτου τοῦ νόμου τεθέντος ἀρχῆς ἐν τῇ Ῥώμῃ στρατιωτικῆς προεστὼς ὁ Γενέριδος ἔμεινεν ἐπ̓ οἴκου, τὴν ζώνην ἀποθέμενος. ἐπεὶ δὲ ὁ βασιλεὺς οἷα δὴ τοῖς

277
ἄρχουσι συναριθμούμενον ἀπῄτει προϊέναι κατὰ τὴν οἰκείαν τάξιν εἰς τὰ βασίλεια, νόμον ἔφησεν εἶναι κωλύοντα ζώνην αὐτὸν ἔχειν ἢ ὅλως τοῖς ἄρχουσι καταλέγεσθαι τοὺς τὴν Χριστιανῶν μὴ τιμῶντας θρησκείαν.

τοῦ δὲ βασιλέως εἰπόντος ὡς ἐπὶ μὲν τοῖς ἄλλοις ἅπασι τὸν νόμον κρατεῖν, ἐπ̓ αὐτοῦ δὲ οὐκέτι τοσαῦτα τῆς πολιτείας προκινδυνεύσαντος, ταύτης οὐκ ἀνέχεσθαι τῆς τιμῆς εἶπεν, εἰς ὕβριν πάντων φερούσης τῶν ὅσοι τῆς στρατείας διὰ τὸν νόμον διήμαρτον. καὶ οὐκ ἄλλως ἀντελάβετο τῆς ἀρχῆς, ἕως ὁ βασιλεὺς αἰδοῖ τε ἅμα καὶ χρείᾳ συνωθούμενος ἔπαυσεν ἐπὶ πᾶσι τὸν νόμον, ἀποδοὺς ἑκάστῳ τῆς αὑτοῦ ὄντι δόξης ἄρχειν τε καὶ στρατεύεσθαι.

ἀπὸ ταύτης ὁρμώμενος τῆς μεγαλοφροσύνης Γενέριδος συνεχέσι τοὺς στρατιώτας ἐπαίδευε γυμνασίαις, ἐπιδιδούς τε τὰς σιτήσεις αὐτοῖς παραιρεῖσθαι τούτων οὐδενὶ κατὰ τὸ σύνηθες ἐνεδίδου, καὶ αὐτός, ἐξ ὧν αὐτῷ τὸ δημόσιον ἐδίδου, τὰ πρέποντα τοῖς πλέον πονοῦσι φιλοτιμούμενος. καὶ τοιοῦτος φανεὶς τοῖς τε πλησιάζουσι βαρβάροις ἐπίφοβος ἦν, καὶ πᾶσαν ἀσφάλειαν τοῖς ἔθνεσιν, ὅσα φυλάττειν ἔλαχεν, ἐνεποίει.