Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τῶν δὲ κατὰ τὴν Ῥώμην ἐν οὐδεμιᾷ τύχῃ βελτίονι καταστάντων, ἔδοξε τῷ βασιλεῖ πέντε τῶν ἀπὸ Δελματίας στρατιωτικὰ τάγματα, τῆς οἰκείας μεταστάντα καθέδρας, ἐπὶ φυλακῇ τῆς Ῥώμης ἐλθεῖν. τὰ δὲ τάγματα ταῦτα ἐπλήρουν ἄνδρες ἑξακισχίλιοι, τόλμῃ καὶ ῥώμῃ τοῦ Ῥωμαϊκοῦ στρατεύματος κεφάλαιον ὄντες.

ἡγεῖτο δὲ αὐτῶν Οὐάλης πρὸς πάντα κίνδυνον ἑτοιμότατος, ὃς οὐκ ἀξιώσας δἰ ὁδῶν ἃς οὐκ ἐφύλαττον οἱ πολέμιοι διελθεῖν, καραδοκήσαντος Ἀλλαρίχου τὴν πάροδον ἐπιπεσόντος τε σὺν παντὶ τῷ στρατεύματι πάντας ὑπὸ ταῖς τῶν πολεμίων πεποίηκε γενέσθαι χερσί, καὶ μόλις διέφυγον ἄνδρες ἑκατόν, ἐν οἷς καὶ ὁ τούτων ἡγούμενος ἦν: οὗτος γὰρ ἅμα Ἀττάλῳ τῷ ὑπὸ τῆς γερουσίας σταλέντι πρὸς τὸν βασιλέα οἷός τε γέγονεν εἰς τὴν Ῥώμην εἰσελθὼν διασωθῆναι.

κακῶν δὲ μειζόνων ἀεὶ τοῖς οὖσι προστιθεμένων, ἐπιστὰς Ἄτταλος τῇ Ῥώμῃ παραλύει τῆς φροντίδος Ἡλιοκράτην, ἣν ὁ βασιλεὺς ἦν αὐτῷ παραδοὺς Ὀλυμπίῳ πειθόμενος. ἐτέτακτο γὰρ τὰς οὐσίας τῶν δεδημευμένων διὰ τὴν Στελίχωνος οὐσίαν διερευνῆσαι καὶ ταύτας τοῦ δημοσίου ποιεῖν: ἀλλ̓ ἐπειδὴ μέτρια φρονῶν τὸ τοῖς δυστυχοῦσιν ἐπεμβαίνειν ἐν ἀσεβείας ἐτίθετο μέρει, καὶ οὔτε πρὸς ἀκρίβειαν τὰ πράγματα ἀνεζήτει, πολλοῖς δὲ καὶ ἀποκρύπτειν ἃ δύναιντο λάθρᾳ ἐδήλου, φαῦλός τις εἶναι διὰ τοῦτο δόξας εἰς τὴν Ῥάβενναν ἤγετο, τῆς περὶ τοὺς ἀτυχήσαντας φιλανθρωπίας ἕνεκεν δίκην ἐκτίσων.

καὶ πάντως ἂν ἐτιμήθη θανάτου διὰ τὴν τότε κρατοῦσαν ὠμότητα, εἰ μή τινα τῶν Χριστιανῶν ἐκκλησίαν ἔτυχε τηνικαῦτα καταλαβών. Μαξιμιλλιανὸς

275
δὲ τοῖς πολεμίοις περιπεσὼν ἀπεδόθη Μαρινιανῷ τῷ πατρὶ τρισμυρίων ὑπὲρ αὐτοῦ δοθέντων χρυσῶν: ὡς γὰρ ἀναβαλομένου τὴν εἰρήνην τοῦ βασιλέως καὶ μὴ πληρώσαντος τὰ συγκείμενα τοῖς ἁλισκομένοις --- τῶν εὖ γεγονότων, οὐκ ἦν ἔτι τοῖς Ῥωμαίοις ἡ τῆς πόλεως ἔξοδος ἐλευθέρα.

ἀλλὰ τῆς μὲν εἰρήνης ἕνεκα καὶ αὖθις ὡς βασιλέα πέμπει πρέσβεις ἡ γερουσία, καὶ τοῦ τῆς Ῥώμης ἐπισκόπου τοῖς πρέσβεσι συναπάραντος: ἦσαν δὲ σὺν αὐτοῖς καὶ βαρβάρων τινὲς ὑπ̓ Ἀλλαρίχου σταλέντες, ὡς ἂν περισώζοιεν αὐτοὺς ἐκ τῶν ἐνοχλούντων ταῖς ὁδοῖς πολεμίων. ἀλλὰ τούτων ἐς τὸν βασιλέα κεχωρηκότων, Ἀτάουλφος γενόμενος ὑπ̓ Ἀλλαρίχου μετάπεμπτος, ὡς ἐν τοῖς ἀνωτέρω διεξῆλθον, ἐπεραιώθη τὰς Ἄλπεις τὰς ἀπὸ Παιονίας ἐπὶ τὴν Οὐενετίαν φερούσας.

ὅπερ ὁ βασιλεὺς ἀκηκοώς, μὴ πολλήν τε δύναμιν εἶναι αὐτῷ, τοὺς στρατιώτας πάντας, ἱππέας τε καὶ πεζούς, ὅσοι κατὰ τὰς πόλεις ἦσαν, ἀπαντῆσαι τούτῳ διέταξεν ἅμα τοῖς σφῶν ἡγεμόσιν. Ὀλυμπίῳ δὲ τῶν ἐν τῇ αὐλῇ τάξεων ἡγουμένῳ τοὺς ἐν τῇ Ῥαβέννῃ δέδωκεν Οὔννους, τριακοσίους ὄντας τὸν ἀριθμόν, οἵτινες ἐπειδὴ τοὺς ἐληλυθότας --- Πείσας αὐτὴν ὀνομάζουσιν, ἐπιθέμενοι καὶ συμπεσόντες ἀναιροῦσι μὲν τῶν Γότθων ἑκατὸν καὶ χιλίους, ἑπτακαίδεκα μόνοι πεσόντες: ὡς

276
δὲ τὸ πᾶν ἐπιὸν ἐθεάσαντο πλῆθος, μὴ κυκλωθεῖεν ὑπὸ τῶν πολλῶν δείσαντες, εἰς τὴν Ῥάβενναν ἐσώθησαν.