Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἀλλ̓ οὐδὲ ἡ Σερήνας ἀπώλεια τῆς πολιορκίας ἀπέστησεν Ἀλλάριχον, ἀλλ̓ αὐτὸς μὲν κύκλῳ περιεῖχε τὴν πόλιν καὶ τὰς πύλας ἁπάσας, καταλαβὼν δὲ τὸν Θύβριν ποταμὸν τὴν διὰ τοῦ λιμένος τῶν ἐπιτηδείων ἐκώλυε χορηγίαν. ὅπερ οἱ Ῥωμαῖοι θεασάμενοι διακαρτερεῖν ἔγνωσαν, οἷα ὡς εἰπεῖν ἑκάστης ἡμέρας ἐκ τῆς Ῥαβέννης ἐλεύσεσθαι τῇ πόλει προσδοκῶντες ἐπικουρίαν.

ὡς δὲ οὐδενὸς ἀφικνουμένου τῆς ἐλπίδος ἀπεσφάλησαν, ἐδόκει τὸ μέτρον ἐλαττωθῆναι τοῦ σίτου καὶ τὸ ἥμισυ πέττεσθαι μόνον τοῦ πρότερον ἑκάστης ἡμέρας δαπανωμένου, εἶτα τῆς ἐνδείας ἐπιτεινομένης τὸ τρίτον. καὶ ἐπειδὴ μηδεμία τῆς τοῦ κακοῦ θεραπείας ἦν μηχανή, τὰ δὲ τῇ γαστρὶ βοηθοῦντα πάντα ἐπέλιπε, λιμῷ κατὰ τὸ εἰκὸς ἐπῄει λοιμὸς καὶ πάντα ἦν νεκρῶν σωμάτων μεστά.

τῆς δὲ πόλεως ἔξω θάπτεσθαι τῶν σωμάτων οὐ δυναμένων ʽπᾶσαν γὰρ ἔξοδον ἐφύλαττον οἱ πολέμιοἰ τάφος ἦν ἡ πόλις τῶν τεθνεώτων, ὥστε καὶ ἄλλως εἶναι τὸ χωρίον ἀοίκητον, ἀρκεῖν τε, εἰ καὶ μὴ τροφῆς ἦν σπάνις, εἰς σωμάτων διαφθορὰν

268

τὴν ἀπὸ τῶν νεκρῶν ἀναδιδομένην ὀσμήν. ἐπήρκουν δὲ πολλοῖς εἰς τὸ μεταδιδόναι τῶν ἀναγκαίων Λαῖτα ἡ Γρατιανοῦ τοῦ βασιλεύσαντος γαμετὴ καὶ Τισαμενὴ ἡ μήτηρ ταύτης: τοῦ γὰρ δημοσίου βασιλικῆς αὐταῖς τραπέζης ἐπιδιδόντος παρασκευήν, ἀπὸ Θεοδοσίου ταύτην ἐχούσαις τὴν δωρεάν, οὐκ ὀλίγοι διὰ τὴν τῶν γυναικῶν φιλανθρωπίαν τὸν λιμὸν ἐκ τῆς αὐτῶν οἰκίας παρεμυθοῦντο.