Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
καὶ τοῦτον ἔν τινι τῶν κατὰ τὴν Ῥώμην ἐκκλησιῶν πεφευγότα εὑρόντες διὰ τὴν τοῦ τόπου τιμὴν εἴασαν: ἐν δὲ τῇ Ῥώμῃ Ἡλιοκράτης ἄρχειν ἐπιτεταγμένος τοῦ ταμιείου, γράμμα βασιλικὸν ἐπικομιζόμενος, ὅπερ ἐβούλετο πάντων ὅσοι κατὰ τοὺς Στελίχωνος χρόνους ἔτυχόν τινος ἀρχῆς δημοσίας γίνεσθαι τὰς οὐσίας, ἔργον ἐπετίθετο τῷ ταμιείῳ χρημάτων.
ὥσπερ δὲ τούτων οὐκ ἀρκούντων ἐμπλῆσαι τὸν τότε συνέχοντα δαίμονα, τῆς τῶν ἀλιτηρίων ὄντα σειρᾶς καὶ ἐν ἐρημίᾳ τοῦ θείου πάντα συνταράττοντα τὰ ἀνθρώπινα, καὶ ἕτερόν τι προσετέθη τοῖς προλαβοῦσι τοιοῦτον. οἱ ταῖς πόλεσιν ἐνιδρυμένοι στρατιῶται, τῆς Στελίχωνος τελευτῆς εἰς αὐτοὺς ἐνεχθείσης, ταῖς καθ̓ ἑκάστην πόλιν οὔσαις γυναιξὶ καὶ παισὶ βαρβάρων ἐπέθεντο, καὶ ὥσπερ ἐκ συνθήματος πανωλεθρίᾳ διαφθείραντες, ὅσα ἦν αὐτοῖς ἐν οὐσίᾳ διήρπασαν.
ὅπερ ἀκηκοότες οἱ τοῖς ἀνῃρημένοις προσήκοντες καὶ πανταχόθεν ἐς ταὐτὸ συνελθόντες, σχετλιάσαντες ἐπὶ τῇ: τοσαύτῃ Ῥωμαίων κατὰ τῆς τοῦ θεοῦ πίστεως ἀσεβείᾳ πάντες ἔγνωσαν
Ἀλλάριχος δὲ οὐδὲ παρὰ τούτων ἐρεθιζόμενος ᾑρεῖτο τὸν πόλεμον, ἀλλὰ ἔτι τὴν εἰρήνην ἔμπροσθεν ἐποιεῖτο, τῶν ἐπὶ Στελίχωνος σπονδῶν μεμνημένος. στείλας δὲ πρέσβεις ἐπὶ χρήμασιν οὐ πολλοῖς εἰρήνην ᾔτει γενέσθαι, λαβεῖν τε ὁμήρους Ἀέτιον καὶ Ἰάσονα, τὸν μὲν Ἰοβίου γενόμενον παῖδα τὸν δὲ Γαυδεντίου, δοῦναι δὲ καὶ αὐτὸς τῶν παῤ αὐτῷ τινὰς εὖ γεγονότας, καὶ ἐπὶ τούτοις ἄγειν τὴν ἡσυχίαν, μεταστῆσαί τε εἰς Παιονίαν ἐκ τοῦ Νωρικοῦ τὸ στράτευμα.
ἐπὶ τούτοις Ἀλλαρίχου τὴν εἰρήνην αἰτοῦντος, ὁ βασιλεὺς ἀπεσείετο τὰ αἰτούμενα. καίτοι γε δυοῖν ἐχρῆν θάτερον πράξαντα τὸ παρὸν εὖ διαθεῖναι: ἢ γὰρ ἀναβαλέσθαι τὸν πόλεμον ἔδει, σπονδὰς ποιησάμενον ἐπὶ μετρίοις τισὶ χρήμασιν, ἢ πολεμεῖν αἱρούμενον πάντα συναγαγεῖν ὅσα στρατιωτῶν τάγματα ἦν, καὶ ταῖς παρόδοις τῶν πολεμίων ἐγκαταστῆσαι, καὶ ἀποκλεῖσαι τὸν βάρβαρον τῆς ἐπὶ τὸ πρόσω πορείας, ἡγεμόνα τε καταστῆσαι καὶ στρατηγὸν τοῦ πολέμου παντὸς Σάρον, ὄντα μὲν καθ̓ ἑαυτὸν ἄξιον καταπλῆξαι τοὺς πολεμίους διά τε ἀνδρείαν καὶ πολεμικὴν ἐμπειρίαν, ἔχοντα δὲ καὶ βαρβάρων πλῆθος ἀρκοῦν εἰς ἀντίστασιν.
ἀλλ̓ οὔτε τὴν εἰρήνην δεξάμενος οὔτε τὴν Σάρου φιλίαν ἐπισπασάμενος οὔτε τὸ Ῥωμαϊκὸν συναγαγὼν στρατόπεδον, τῶν δὲ Ὀλυμπίου τὰς ἐλπίδας ἀναρτήσας εὐχῶν, τοσούτων αἴτιος ἐγένετο τῷ πολιτεύματι συμφορῶν. στρατηγούς τε γὰρ ἐπέστησε τῷ