Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ταῦτα προσαγγελθέντα Στελίχωνι κατὰ τὴν Βονωνίαν ὄντι, πόλιν οὖσαν, ὡς εἴρηται, τῆς Αἰμιλίας, οὐ μετρίως αὐτὸν ἐτάραξε. καλέσας τε ἅπαντας ὅσοι συνῆσαν αὐτῷ βαρβάρων συμμάχων ἡγούμενοι, βουλὴν περὶ τοῦ πρακτέου προυτίθει. καὶ κοινῇ πᾶσι καλῶς ἔχειν ἐδόκει τοῦ μὲν βασιλέως ἀναιρεθέντος ʽἔτι γὰρ τοῦτο ἀμφίβολον ἦν̓ πάντας ὁμοῦ τοὺς συμμαχοῦντας Ῥωμαίοις βαρβάρους κοινῇ τοῖς στρατιώταις ἐπιπεσεῖν καὶ τοὺς ἄλλους ἅπαντας διὰ τούτου καταστῆσαι σωφρονεστέρους, εἰ δὲ ὁ μὲν βασιλεὺς φανείη περισωθείς, ἀνῃρημένοι δὲ οἱ τὰς ἀρχὰς ἔχοντες, τηνικαῦτα τοὺς τῆς στάσεως αἰτίους ὑπαχθῆναι τῇ δίκῃ.

τὰ μὲν οὖν Στελίχωνι καὶ τοῖς σὺν αὐτῷ βαρβάροις βεβουλευμένα τοιαῦτα ἦν: ἐπεὶ δὲ ἔγνωσαν ἀπηχὲς οὐδὲν εἰς τὴν βασιλείαν γενόμενον, οὐκέτι πρὸς τὸν κατὰ τοῦ στρατοπέδου σωφρονισμὸν ἐδόκει Στελίχωνι χωρεῖν ἀλλ̓ ἐπὶ τῆς Ῥαβέννης ἀναχωρεῖν: τό τε γὰρ τῶν στρατιωτῶν πλῆθος ἐλάμβανε κατὰ νοῦν, καὶ προσέτι γε τὴν τοῦ βασιλέως περὶ αὐτὸν γνώμην οὐχ ἑώρα

260
βεβαίως ἑστῶσαν, καὶ ἐπὶ τούτοις ἐπαφεῖναι Ῥωμαϊκῷ στρατοπέδῳ βαρβάρους οὔτε ὅσιον οὔτε ἀσφαλὲς ᾤετο εἶναι.