Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ὁ μὲν οὖν Στελίχων τὴν πρὸς Ἀλλάριχον εἰρήνην τοιῷδε τρόπῳ καταπραξάμενος ἐπὶ τὴν ἔξοδον ὥρμητο, τοῖς αὐτῷ δόξασιν ἔργον ἐπιθήσων: ὁ δὲ βασιλεὺς ἐθέλειν ἔφασκεν ἐκ τῆς Ῥώμης εἰς τὴν Ῥάβενναν παραγενέσθαι θεάσασθαί τε τὸ στρατόπεδον καὶ φιλοφρονήσασθαι, πολεμίου μάλιστα τοιούτου τῆς Ἰταλίας ἐντὸς διαβάντος.

ἔλεγε δὲ ταῦτα οὐκ οἴκοθεν κινούμενος, ἀλλὰ συμβουλῇ Σερήνας πειθόμενος: ἐβούλετο γὰρ αὐτὸν ἀσφαλεστέραν πόλιν οἰκεῖν, ἵνα εἰ τὴν εἰρήνην πατήσας Ἀλλάριχος ἐπέλθοι τῇ Ῥώμῃ, μὴ κυριεύσῃ καὶ τοῦ βασιλέως: ἦν γὰρ αὐτῇ σπουδὴ περισώζεσθαι τοῦτον, ὡς καὶ αὑτῆς τὴν ἀσφάλειαν διὰ τῆς ἐκείνου σωτηρίας ἐχούσῃ.

255

τῆς δὲ τοῦ βασιλέως ἐπὶ τὴν Ῥάβενναν ὁρμῆς ἀποθυμίου τῷ Στελίχωνι φανείσης, ἐπενοεῖτο πολλὰ ταύτης κωλύματα. τοῦ δὲ βασιλέως οὐκ ἐνδιδόντος ἀλλ̓ ἐχομένου τῆς ὁδοιπορίας, Σάρος βάρβαρος μὲν τὸ γένος, ἐν δὲ τῇ Ῥαβέννῃ στίφους βαρβάρων ἡγούμενος, γνώμῃ Στελίχωνος ἐκίνει πρὸ τῆς πόλεως θορύβους, οὐχ ὡς τῷ ὄντι συνταράξαι τὰ καθεστῶτα βουλόμενος, ἀλλ̓ ὡς ἂν ἐκφοβήσοι τὸν βασιλέα καὶ τῆς ὁδοῦ τῆς ἐπὶ τὴν Ῥάβενναν ἀποστρέψειε.

τοῦ δὲ οὐκ ἀποστάντος ἧς εἶχε γνώμης, Ἰουστινιανὸς ἐν τῷ τῶν συνηγόρων κατὰ τὴν Ῥώμην ἐπιτηδεύματι διαπρέψας, αἱρεθεὶς δὲ παρὰ Στελίχωνος πάρεδρός τε ὁμοῦ καὶ σύμβουλος, ὑπὸ τῆς ἄγαν ἀγχινοίας φαίνεται τὰ τῆς βασιλικῆς ὁδοῦ τεκμαιρόμενος, καὶ ὡς ἀλλοτρίως ἔχοντες πρὸς Στελίχωνα οἱ ἐν τῷ Τικήνῳ στρατιῶται τοῦ βασιλέως ἐπιδημήσαντος εἰς τὸν ἔσχατον αὐτὸν καταστήσουσι κίνδυνον.

διετέλει τε παραινῶν ἐκστῆναι τὸν βασιλέα τῆς τοιαύτης ὁρμῆς. ὁρῶν δὲ ἀπειθοῦντα τοῖς Στελίχωνος λόγοις ἀπιὼν ᾤχετο, δέει τοῦ μὴ διὰ τὴν οἰκειότητα συγκατενεχθῆναι τῇ Στελίχωνος τύχῃ.

Φήμης δὲ πρότερον εἰς τὴν Ῥώμην ἐλθούσης ὡς Ἀρκάδιος ὁ βασιλεὺς τελευτήσειε, κυρωθείσης τε μετὰ τὴν Ὁνωρίου τοῦ βασιλέως εἰς τὴν Ῥάβενναν ἄφιξιν, ἐπειδὴ Στελίχων μὲν εἰς τὴν Ῥάβενναν ἦν, ὁ δὲ βασιλεὺς ἐπέστη Βονωνίᾳ τῇ πόλει, μιᾷ τῆς Αἰμιλίας οὔσῃ, διεστηκυίᾳ δὲ τοῖς καλουμένοις μιλίοις ἑβδομήκοντα τῆς Ῥαβέννης, μετάπεμπτος γίνεται Στελίχων οἷα στρατιωτῶν κατὰ τὴν ὁδὸν πρὸς ἀλλήλους στασιασάντων, ἐφ̓ ᾧ σωφρονισμὸν αὐτοῖς ἐπαχθῆναι.

Στελίχωνος οὖν συναγαγόντος τοὺς στασιάσαντας, καὶ οὐχ

256
ὅτι σωφρονισθῆναι μόνον αὐτοὺς ὁ βασιλεὺς κελεύσειεν εἰπόντος, ἀλλ̓ ὅτι κατὰ δεκάδα τὸν αἰτιώτατον ἕνα θανάτῳ ζημιωθῆναι προσετέτακτο, τοσοῦτον αὐτοῖς ἐνέθηκε φόβον ὥστε δάκρυα πάντας ἀφιέντας εἰς ἔλεον τὸν στρατηγὸν ἐπισπάσασθαι καὶ ὑποσχέσθαι τὴν τοῦ βασιλέως εὐμένειαν.

ἐπεὶ δὲ οὐκ ἔσφηλεν αὐτὸν ὁ βασιλεὺς τῆς ὑποσχέσεως, εἰς τὴν περὶ τῶν κοινῶν ἐτράπησαν σκέψιν: ὅ τε γὰρ Στελίχων εἰς τὴν ἑῴαν ἐβούλετο διαβῆναι καὶ τὰ κατὰ τὸν Ἀρκαδίου παῖδα Θεοδόσιον διαθεῖναι, νέον ὄντα καὶ κηδεμονίας δεόμενον, ὅ τε βασιλεὺς Ὁνώριος αὐτὸς στέλλεσθαι τὴν ὁδὸν ταύτην διενοεῖτο, καὶ ὅσα πρὸς ἀσφάλειαν τῆς τοῦ νέου βασιλείας οἰκονομῆσαι.

δυσαρεστήσας ἐπὶ τούτῳ Στελίχων τὸν ὄγκον τῶν περὶ τὴν ὁδὸν ἐσομένων δαπανημάτων ἄγων εἰς μέσον ἀποτρέπει τὸν βασιλέα ταύτης τῆς ἐγχειρήσεως. ἔλεγε δὲ μηδὲ τὴν ἐπανάστασιν Κωνσταντίνου συγχωρεῖν αὐτῷ τῆς περὶ τὴν Ἰταλίαν καὶ τὴν Ῥώμην αὐτὴν ἀποστῆναι φροντίδος, ἤδη Κωνσταντίνου τοῦ τυράννου τὴν Γαλατίαν πᾶσαν διαδραμόντος καὶ ἐν τῇ Ἀρελάτῳ διατρίβοντος.